# In Genesim (homiliae 1-67) 3.1-55

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΘʹ Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-55

Τοῦτο γὰρ, τοῦτο τὸ ὀλέθριον πάθος πάντα πείθει τὸν ἁλόντα καταδέξασθαι, μέχρις ἂν αὐτὸν εἰς αὐτὸν ἀγάγῃ τοῦ ᾅδου τὸν πυθμένα. Καὶ θέα μοι· ὁ μὲν πρεσβύτης Ἰακὼβ ταῦτα ἀκούων σιγᾷ, καὶ τὴν οἰκείαν ἐπιείκειαν μιμούμενος οὐδὲν φθέγγεται, ἀλλὰ πράως φέρει τὴν εἰς τὴν θυγατέρα γεγενημένην ἐπήρειαν. Οἱ δὲ υἱοὶ Ἰακὼβ εἶπαν, φησὶ, τῷ Συχὲμ καὶ Ἐμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου, καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμόλυναν τὴν ἀδελφὴν αὐτῶν. Σκόπει μοι διὰ τὴν τοῦ ἑνὸς λαγνείαν πῶς ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες συναπολαύουσι τῶν κακῶν. Καθάπερ γὰρ πυρᾶς ἀναφθείσης καὶ οἱ πλησίον οἰκοῦντες τοῦ κινδύνου μετέχουσι, τοῦ πυρὸς ἅπαντα ἐπινεμομένου· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἡ τοῦ νέου ἀκολασία οὐ μόνον τὸν πατέρα, ἀλλὰ καὶ πάντας τοὺς τῆς πόλεως ἄρδην ἠφάνισε. Τί οὖν οἱ παῖδες τοῦ Ἰακώβ; Μετὰ δόλου πρὸς αὐτοὺς ἀποκρίνονται. Ἄξιον ἀκοῦσαι, ἵνα μάθητε ὅπως ὑπερήλγησαν τῆς ἀδελφῆς. Εἶπαν γὰρ, φησὶ, Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας, υἱοὶ δὲ Λείας· Οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν. Ἐὰν οὖν περιτέμνησθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν, καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν ληψόμεθα, καὶ ἐσόμεθα ὡς γένος ἕν. Τὰ μὲν τῆς προτάσεως εὔλογα καὶ ἀκόλουθα· ἀλλὰ μετὰ δόλου, φησὶ, διελέχθησαν. Καὶ ἐὰν μὴ βούλησθε, φησὶ, τοῦτο ποιῆσαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευσόμεθα. Ταῦτα μὲν οἱ περὶ τὸν Συμεῶνα καὶ τὸν Λευὶ τὸν κατὰ πάντων φόνον μελετῶντες προέτειναν. Ἐκεῖνοι δὲ πρὸς τὸ σπουδαζόμενον ὁρῶντες, καὶ τὴν κόρην λαβεῖν ἐπιθυμοῦντες, κατεδέξαντο τὰ εἰρημένα. καὶ ἠρέσθησαν τοῖς προταθεῖσιν. Ἤρεσε γὰρ, φησὶν, ὁ λόγος ἐναντίον αὐτῶν, καὶ οὐκ ἠμέλλησε τοῦ πληρῶσαι τὰ ῥηθέντα ὁ νεανίσκος. Ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ. Ὅλος, φησὶν, ἦν τῇ ἐπιθυμίᾳ τῆς κόρης ἐκδεδομένος. Καὶ ἐλθόντες αὐτός τε καὶ ὁ πατὴρ πρὸς τὴν πύλην, φησὶ, διελέχθησαν πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ συνεβουλεύσαντο τὴν περιτομὴν καταδέξασθαι κατὰ τὴν ἐκείνων πρότασιν, καὶ δέξασθαι αὐτοὺς πρὸς τὴν συνοίκησιν. Καὶ ἐπλήρουν ἐκεῖνοι παραχρῆμα τὰ παρὰ τοῦ Ἐμὼρ καὶ τοῦ Συχὲμ λεχθέντα· καὶ πάντες ἀθρόον τὸ σημεῖον τῆς περιτομῆς ἐπὶ τὸ σῶμα ἐδέχοντο. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ εἰς ἔργον ἀγαγεῖν ἐπείγονται τὰ ἤδη βουλευθέντα αὐτοῖς· Καὶ λαβόντες ἕκαστος τὴν μάχαιραν αὐτοῦ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς. Τί ἐστιν, Εἰς τὴν πόλιν ἀσφαλῶς; Καίτοι δύο μόνοι ὄντες, πρὸς τοσοῦτον πλῆθος παρετάττοντο· ἀλλὰ πολλὴν αὐτοῖς τὴν ἀσφάλειαν προεξένει τὸ πάντας ἐκείνους καθάπερ τραυματίας κεῖσθαι. Ἵνα γὰρ τοῦτο ἡμῖν δῆλον ποιήσῃ ἡ θεία Γραφὴ, φησίν· Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ. Τοῦτο ἐκείνοις τὴν ἀσφάλειαν κατεσκεύαζε, καὶ τοὺς δύο ἰσχυροτέρους τῶν πολλῶν εἰργάζετο. Καὶ ἀπέκτειναν, φησὶ, πᾶν ἀρσενικὸν, ἀντὶ τοῦ, πάντας τοὺς ἄνδρας τοὺς διὰ τὸ περιτετμῆσθαι κειμένους, ὡς εἰπεῖν, πρὸς τὴν σφαγὴν ἑτοίμους ὄντας· καὶ μετὰ τῶν ἄλλων καὶ τὸν νέον, τὸν εἰς τὴν ἀδελφὴν αὐτῶν ὑβρίσαντα, ἐπεξῆλθον. Καὶ οὐκ ἀρκεσθέντες τῇ τοσαύτῃ τιμωρίᾳ, καὶ τὰ πρόβατα, φησὶν, αὐτῶν καὶ πάντα τὰ κτήνη, καὶ πάντα τὰ σώματα αἰχμαλωτίσαντες, οὕτως ἐπανῆλθον, καὶ αὔτανδρον ἀνεῖλον τὴν πόλιν. Εἶδες, ἀγαπητὲ, ὅσον εἰργάσατο κακὸν ἑνὸς νέου προπέτεια; εἶδες ὅσον ἤνεγκεν ὄλεθρον πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι; Ταῦτα δὴ μανθάνοντες ἀναχαιτίζωμεν τῶν ἡμετέρων παίδων τὰς ὁρμὰς, καὶ πολὺν τῇ νεότητι τὸν χαλινὸν κατασκευάζωμεν, τὸν ἀπὸ τοῦ φόβου, τὸν ἀπὸ τῆς νουθεσίας· καὶ ἐπιμελώμεθα τῆς αὐτῶν σωφροσύνης, καὶ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε τὴν ἡλικίαν τῆς νεότητος δυνηθῆναι διαφυγεῖν τὰς ἀτόπους ἐπιθυμίας. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἡμῶν Δεσπότης ἰδὼν τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, τὸν γάμον ἐνομοθέτησεν, ὥστε τῆς παρανόμου ἡμᾶς μίξεως ἀπαγαγεῖν. Μὴ τοίνυν ἀμελῶμεν τῶν νέων, ἀλλ' ἰδόντες τῆς καμίνου τὴν πυρὰν, πρὶν ἢ εἰς ἀσέλγειαν ἐγκυλισθῆναι, σπουδάζωμεν κατὰ τὸν τοῦ Θεοῦ νόμον αὐτοὺς συνάπτειν πρὸς γάμον, ἵνα καὶ τὰ τῆς σωφροσύνης αὐτοῖς διατηρῆται, καὶ μηδεμίαν λύμην δέξωνται ἐξ ἀκολασίας, ἔχοντες ἀρκοῦσαν παραμυθίαν, καὶ δυνάμενοι τῆς σαρκὸς τὰ σκιρτήματα καταστέλλειν, καὶ κολάσεως ἐκτὸς εἶναι. Ἀλλ' ἴδωμεν ὅπως τὰ παρὰ τῶν παίδων γεγενημένα διέθηκε τὸν πρεσβύτην. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Συμεὼν καὶ Λευὶ, μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν. Τίνος ἕνεκεν, φησὶ, τοσαύτην ἐπεδείξασθε τὴν ἄμυναν; Τὰ γὰρ παρ' ὑμῶν γεγενημένα μῖσος ἐμοὶ μέγιστον προξενήσει παρὰ πάντων τῶν κατοικούντων τὴν γῆν. Εἶτα δεικνὺς τὴν δειλίαν, ἐν ᾗ κατέστη, φησὶν, Ἐγὼ δέ εἰμι ὀλιγοστὸς, καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι· μονονουχὶ λέγων· Οὐκ ἴστε ὅτι ὀλίγοι ὄντες εὐκόλως τὰ αὐτὰ καὶ ἡμεῖς πεισόμεθα, ὥσπερ ὑμεῖς τούτους διαθεῖναι ἠβουλήθητε. Καὶ καθάπερ ὁ Συχὲμ τῷ πατρὶ καὶ πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι τούτου τοῦ ὀλέθρου γέγονεν αἴτιος, οὕτω καὶ ὑμεῖς ἐμοί. Διὰ γὰρ ὑμᾶς καὶ αὐτὸς μισητὸς ἔσομαι, καὶ οὐδὲν τὸ κωλύον ἐκτριβῆναί με διὰ τὴν ὑμετέραν τόλμαν. Οἱ δὲ, φησὶν, εἶπαν· Ἀλλ' ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν; Ὅρα τοὺς παῖδας σωφροσύνης ἕνεκεν τὴν ἄμυναν ἐπιδειξαμένους· ἀπολογοῦνται γὰρ τῷ πατρὶ, καί φασι· Κατῄσχυναν ἡμᾶς, ὡς εἰπεῖν, ὡσεὶ πόρνῃ ἐχρήσαντο τῇ ἀδελφῇ ἡμῶν· καὶ διὰ τοῦτο τοῦτο ποιῆσαι κατηναγκάσθημεν, ἵνα καὶ τοῖς εἰς τὸ ἑξῆς διδασκαλία γένηται, μὴ τοιαῦτα τολμᾷν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
