# In Genesim (homiliae 1-67) 3.1-59

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-59

Καὶ ταῦτα μὲν πρὸς ἀλλήλους διελέγοντο, νομίζοντες μηδενὸς τούτων ἐπακούειν τὸν Ἰωσήφ. Ὡς γὰρ ἀγνοῶν καὶ οὐκ εἰδὼς αὐτῶν τὴν γλῶτταν, παρεσκεύασεν ἑρμηνέα μεταξὺ ἀμφοτέρων ἑστάναι, καὶ τὰ παρ' αὐτοῦ διασαφεῖν ἐκείνοις, καὶ τὰ παρ' ἐκείνων αὐτῷ ἑρμηνεύειν. Ταῦτα δὲ ἀκούων ὁ Ῥουβὴν εἶπε πρὸς αὐτούς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; Καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Οὐ συνεβούλευσα, φησὶ, τότε, οὐ παρεκάλεσα, ὥστε μηδεμίαν ἀδικίαν περὶ αὐτὸν ἐπιδείξασθαι; Διὰ τοῦτο νῦν Τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Τῇ γὰρ γνώμῃ αὐτὸν ἀνείλετε· εἰ γὰρ καὶ μὴ διὰ τοῦ λαιμοῦ τὸ ξίφος ὤσατε, ἀλλὰ βαρβάροις ἀνδράσιν αὐτὸν πεπράκατε, καὶ χαλεπωτέραν θανάτου δουλείαν αὐτῷ ἐπενοήσατε· διὰ τοῦτο, Τὸ αἷμα αὐτοῦ ἐκζητεῖται νῦν. Ἐννόησον ὅσον ἐστὶν ὑπὸ τοῦ συνειδότος κατηγορεῖσθαι, καὶ τοῦτον τὸν κατήγορον διηνεκῶς ἔχειν ἐπικείμενον, καταβοῶντα καὶ τὴν παρανομίαν ὑπομιμνήσκοντα. Καὶ ταῦτα ἤκουε μὲν Ἰωσήφ· αὐτοὶ δὲ οὐκ ᾔδεισαν, διὰ τὸ τὸν ἑρμηνέα μεταξὺ ἑστάναι· ἀλλ' οὐκ ἔτι λοιπὸν φέρειν ἠδύνατο, τῆς φύσεως τῆς ἀδελφικῆς καὶ τῆς συμπαθείας αὐτὸν ἐλεγχούσης. Καὶ ἀποστραφεὶς, φησὶν, ἀπ' αὐτῶν, ἔκλαυσεν, ὥστε μὴ κατάδηλος αὐτοῖς γενέσθαι. Καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς, καὶ εἶπεν αὐτοῖς. Καὶ ἔλαβε τὸν Συμεῶνα, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν. Ὅρα πῶς πάντα ποιεῖ, ὥστε εἰς φόβον αὐτοὺς ἐμβαλεῖν, ἵνα ὁρῶντες τὰ δεσμὰ τοῦ Συμεὼν, δήλους ἑαυτοὺς ποιήσωσιν, εἴ τινα περὶ τὸν ἀδελφὸν συμπάθειαν ἐπιδείκνυνται. Πάντα γὰρ ταῦτα ποιεῖ βασανίζων αὐτῶν τὴν γνώμην, καὶ γνῶναι βουλόμενος, εἰ μὴ καὶ πρὸς τὸν Βενιαμὶν τοιοῦτοι γεγόνασι. Διὰ τοῦτο καὶ τὸν Συμεῶνα ἐναντίον αὐτῶν δεσμεῖσθαι κελεύει, ἵνα βασανίσῃ αὐτοὺς μετὰ ἀκριβείας, καὶ ἴδῃ εἴ τινα φιλοστοργίαν περὶ αὐτὸν ἐνδείκνυνται. Ἡ γὰρ περὶ τοῦτον φειδὼ παρεσκεύαζεν ἐπιταχῦναι τὴν τοῦ Βενιαμὶν παρουσίαν, ὅπερ ἐβούλετο γενέσθαι, ὥστε πληροφορίαν λαβεῖν ἐκ τῆς τοῦ ἀδελφοῦ παρουσίας. Καὶ ἐνετείλατο, φησὶν, ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. Καὶ ἐπιθέντες τοῖς ὄνοις αὐτῶν ἀπῆλθον. Ὅρα πόσην φιλοτιμίαν ἐπιδείκνυται· καὶ ἄκοντας αὐτοὺς εὐεργετεῖ, οὐ τὸν σῖτον μόνον δεδωκὼς, ἀλλὰ καὶ τὰ ἀργύρια. Λύσας δὲ εἷς ἐξ αὐτῶν τὸν μάρσιππον αὐτοῦ, ὥστε δοῦναι χορτάσματα τοῖς ὄνοις, ὁρᾷ τὸ ἀργύριον, καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ. Ἐπὶ τούτῳ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν εἰς ἀλλήλους λέγοντες· Τί τοῦτο ἐποίησεν ἡμῖν ὁ Θεός; Ἐναγώνιοι πάλιν γεγόνασιν, ὑφορώμενοι μὴ καὶ τοῦτο προσθήκη ἐγκλημάτων αὐτοῖς γένηται, καὶ τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες κατηγορίαν, πάντα ἐπέγραφον τῇ ἁμαρτίᾳ τῇ εἰς τὸν Ἰωσὴφ ὑπ' αὐτῶν γεγενημένῃ. Παραγενόμενοι δὲ πρὸς τὸν πατέρα, καὶ ἅπαντα μετὰ ἀκριβείας αὐτῷ ἀπαγγείλαντες, διηγήσαντο τὴν ἀγανάκτησιν τὴν κατ' αὐτῶν γεγενημένην παρὰ τοῦ ἄρχοντος τῆς Αἰγύπτου, καὶ ὅτι ἔθετο αὐτοὺς ἐν φυλακῇ, ὡς κατασκόπους. Εἴπαμεν δὲ αὐτῷ, φασὶν, ὅτι εἰρηνικοί ἐσμεν, καὶ ὅτι δώδεκά ἐσμεν ἀδελφοί· καὶ ὁ μὲν εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν. Εἶπε δὲ ἡμῖν· Ἐν τούτῳ φανεῖσθε, ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε, καὶ ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐκ ἐστὲ κατάσκοποι. Ταῦτα πάλιν ἀνέξαινε τοῦ δικαίου τὰς ἀθυμίας. Μετὰ γὰρ τῆς διηγήσεως ταύτης τῆς λυπηρᾶς καὶ τοὺς ἑαυτῶν μαρσίππους κενώσαντες, ηὕρισκεν ἕκαστος τὸ ἀργύριον, καὶ ἐφοβήθησαν αὐτοί τε καὶ ὁ πατὴρ αὐτῶν. Ἀλλ' ὅρα μοι πάλιν ἐνταῦθα τὸν πρεσβύτην ἀποδυρόμενον. Τί γάρ φησι πρὸς αὐτούς; Ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; Ἐπ' ἐμὲ ἐγένοντο ταῦτα πάντα. Οὐκ ἤρκει μοι, φησὶ, τὸ πένθος τοῦ Ἰωσὴφ, ἀλλὰ προσεθήκατε τούτῳ καὶ τὸν Συμεών· καὶ οὐδὲ μέχρι τούτου ἵσταταί μοι τὰ δεινὰ, ἀλλὰ καὶ τὸν Βενιαμὶν λαβεῖν βούλεσθε. Ἐπ' ἐμὲ ἐγένοντο ταῦτα πάντα. Ἱκανὰ τὰ ῥήματα δεῖξαι τοῦ πατρὸς διακοπτόμενα τὰ σπλάγχνα. Καὶ γὰρ ὥσπερ τὰ κατὰ τὸν Ἰωσὴφ αὐτῷ ἀπηγόρευτο (ἐνόμιζε γὰρ θηρῶν κατάβρωμα γεγενῆσθαι), οὕτω καὶ τὰ κατὰ τὸν Συμεῶνα ἀπηγόρευσε· λοιπὸν δὲ καὶ περὶ τοῦ Βενιαμὶν ἐδεδοίκει. Ἀλλ' ὅμως ἀντεῖχεν ἔτι, καὶ οὐκ ἐδίδου τὸν παῖδα. Εἶπε δὲ αὐτῷ Ῥουβὴν ὁ πρωτότοκος αὐτοῦ· Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ. Δὸς αὐτὸν εἰς τὰς χεῖράς μου, κἀγὼ ἄξω αὐτὸν πρὸς σέ. Ἐμοὶ αὐτὸν, φησὶ, πίστευσον, ἐμοὶ παράδος· ἐγώ σοι αὐτὸν ἐπανάξω.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
