# In Genesim (homiliae 1-67) 3.1-60

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΕʹ Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-60

Ὅρα σύνεσιν, οἵαν συμβουλὴν πρὸς αὐτοὺς ποιεῖται, οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα εἰσηγούμενος, ἀλλ' ὁμοῦ βουλόμενος καὶ ἐν πλείονι ἀδείᾳ αὐτοὺς καταστῆσαι, καὶ μὴ συγχωρεῖν συναναμίγνυσθαι τοῖς Αἰγυπτίοις. Ἐπειδὴ γὰρ ἐκεῖνοι ἐβδελύττοντο καὶ ἐξευτέλιζον τοὺς τὴν ποιμαντικὴν ἠσκηκότας, ἅτε δὴ αὐτοὶ περὶ τὴν σοφίαν τὴν Αἰγυπτιακὴν ἐσχολακότες, διὰ τοῦτο παραινεῖ τὸ ἐπιτήδευμα αὐτῶν προβαλέσθαι, ἵνα μετὰ προφάσεως εὐλόγου τὴν καλλιστεύουσαν αὐτοῖς γῆν ἀφορίσας παρασκευάσῃ μετὰ πολλῆς διάγειν τῆς ἀδείας. Καὶ παραλαβὼν πέντε τῶν ἀδελφῶν αὐτοῦ εἰσήγαγεν αὐτοὺς πρὸς Φαραώ. Καὶ ἐπηρώτησεν αὐτούς· Τί τὸ ἔργον ὑμῶν; Καὶ εἶπαν· Κτηνοτρόφοι ἐσμέν. Νῦν οὖν κατοικήσομεν ἐν γῇ Γεσέμ. Εἶπε δὲ Φαραώ· Κατοικείτωσαν. Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Καθάπερ συνεβούλευσεν ὁ Ἰωσὴφ, τὴν ἀπόκρισιν ποιησάμενοι οἱ ἀδελφοὶ τῷ Φαραὼ, ἐπετράπησαν κατοικεῖν τὴν Γεσέμ. Ἀλλὰ τὴν περὶ τὸν Ἰωσὴφ δεικνὺς ὁ Φαραὼ εὔνοιαν, φησίν· Εἰ οἶδάς τινας ἐν αὐτοῖς δυνατοὺς, καὶ τῶν ἐμῶν κτηνῶν ἄρχοντας κατάστησον. Εἰσήγαγε δὲ καὶ τὸν πατέρα πρὸς τὸν Φαραώ. Καὶ εἶπε Φαραὼ τῷ Ἰακώβ· Πόσα ἔτη τῶν ἡμερῶν τῆς ζωῆς σου; Ἐπειδὴ εἶδε τὸν πρεσβύτην ἐν βαθυτάτῃ πολιᾷ τυγχάνοντα, πυνθάνεται τῶν ἐτῶν τὸν ἀριθμόν. Καί φησιν ὁ Ἰακώβ· Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ. Ὅρα πῶς ἕκαστος τῶν δικαίων, ὡς ἐν ξένῃ διάγων, ἐν τῷ βίῳ τούτῳ, οὕτω διέκειτο Ἀκούσῃ γὰρ καὶ τοῦ Δαυῒδ μετὰ ταῦτα λέγοντος· Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος· καὶ οὗτός φησιν· Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε περὶ τῶν δικαίων τούτων, ὅτι ὡμολόγουν, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Αἱ ἡμέραι, φησὶ, τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη, μικραὶ καὶ πονηραὶ γεγόνασι, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου. Ἃς ἡμέρας παρῴκησα, φησὶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν. Αἰνίττεται ἐνταῦθα τὰ ἔτη τῆς δουλείας, ἧς ὑπέμεινε παρὰ τῷ Λάβαν, διὰ τὴν φυγὴν, ἣν διὰ τὸν ἀδελφὸν ἐποιήσατο· εἶτα μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τὸ πένθος τὸ ἐν τοσούτῳ χρόνῳ, ὃ ἔσχε διά τε τὸν τοῦ Ἰωσὴφ θάνατον, καὶ τὰς ἄλλας τὰς ἐν τῷ μέσῳ ταλαιπωρίας. Πόσον γὰρ οἴει τὸν φόβον αὐτὸν ἐσχηκέναι, ἡνίκα διὰ τὴν ἀδελφὴν οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευῒ αὔτανδρον πόλιν ἀνεῖλον, καὶ πάντας τοὺς ἐν Σηκίμοις αἰχμαλώτους ἔλαβον; Ἔλεγε γὰρ καὶ τότε, δεικνὺς τὴν ἀγωνίαν ἐν ᾗ κατέστη· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι ἐν τοῖς κατοικοῦσι τὴν γῆν. Ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ. Καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου. Διὰ τοῦτό φησι· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου. Καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου, ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ. Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα. Τοῦτο ἦν ὅπερ ἔλεγε τοῖς ἀδελφοῖς, ὅτι Ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὥστε ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς· καὶ, ὅτι Εἰς ζωὴν ἐξαπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Ἐσιτομέτρει, φησὶν, αὐτοῖς κατὰ σῶμα. Τί ἐστι, Κατὰ σῶμα; Τὸ ἀρκοῦν ἑκάστῳ. Ἔθος γὰρ τῇ Γραφῇ ποτὲ μὲν ἀπὸ τῆς ψυχῆς τὸν πάντα ἄνθρωπον καλεῖν, ποτὲ δὲ ἀπὸ τοῦ σώματος. Καὶ καθάπερ ἀνωτέρω ἔλεγεν, Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, ἵνα εἴπῃ ἑβδομήκοντα πέντε ἄνδρας καὶ γυναῖκας· οὕτω καὶ ἐνταῦθα, Κατὰ σῶμα, ἀντὶ τοῦ, καθ' ἕκαστον ἄνθρωπον. Καὶ πάσης τῆς Αἰγύπτου καὶ Χαναὰν λιμῷ διαφθειρομένης, οὗτοι ἐν εὐετηρίᾳ ἐτύγχανον, καθάπερ ἐκ πηγῶν ἔχοντες ἐπιῤῥέοντα τὸν σῖτον. Σῖτος γὰρ, φησὶν, οὐκ ἦν ἐν πάσῃ τῇ γῇ. Ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα. Ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
