# In Genesim (homiliae 1-67) 3.1-61

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ξϛʹ Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπεν· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-61

Ἐνταῦθά μοι ὅρα τὸν δίκαιον τοὺς μὲν τοῦ σώματος ὀφθαλμοὺς ἤδη ὑπὸ τοῦ γήρως λοιπὸν ἀσθενεῖς κεκτημένον (Ἐβαρυώπησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν), τοὺς δὲ τῆς διανοίας ὀφθαλμοὺς ἐῤῥωμένους ἔχοντα, καὶ τῇ πίστει τὰ μέλλοντα ἤδη προορῶντα. Οὐδὲ γὰρ ἀνασχόμενος τοῦ Ἰωσὴφ, ἀλλὰ ἐναλλάξας τὰς χεῖρας εὐλογῶν, τὴν προεδρίαν εἰς τὸν νέον ἐποιήσατο, προτάξας τὸν Ἐφραῒμ τοῦ Μανασσῆ. Καί φησιν· Ὁ Θεὸς, ᾧ εὐηρέστησαν οἱ πατέρες μου. Σκόπει ταπεινοφροσύνην τοῦ πατριάρχου, ὅρα ψυχὴν φιλόθεον. Οὐκ ἐτόλμησεν εἰπεῖν, Ὁ Θεὸς ᾧ εὐηρέστησα· ἀλλὰ τί; ᾯ εὐηρέστησαν οἱ πατέρες μου. Εἶδες εὐγνώμονα ψυχήν; καίτοι πρὸ μικροῦ διηγούμενος ἔλεγεν, ὅτι Ἐν Λουζᾷ ὤφθη μοι, καὶ ὑπέσχετο δώσειν ἐμοὶ καὶ τῷ σπέρματί μου πᾶσαν τὴν γῆν, καὶ εἰς συναγωγὰς ἐθνῶν ποιήσειν τὸ σπέρμα μου. Καὶ οὕτως ἐναργῆ ἔχων τὰ δείγματα τῆς περὶ αὐτὸν τοῦ Θεοῦ εὐνοίας, ἔτι κατεσταλμένην εἶχε τὴν διάνοιαν, καί φησιν· Ὁ Θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ. Εἶτα πάλιν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. Σκόπει καὶ διὰ τούτου πάλιν τῆς εὐγνωμοσύνης αὐτοῦ τὴν ὑπερβολήν. Οὐ λέγει τὴν οἰκείαν ἀρετὴν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα διηγεῖται, καί φησιν· Ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης. Αὐτὸς γάρ ἐστιν ὁ ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τὰ κατ' ἐμὲ οἰκονομήσας. Οὕτω καὶ πρώην ἔλεγεν· Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, καὶ ἰδοὺ νῦν γέγονα εἰς δύο παρεμβολάς. Καὶ νῦν τὸ αὐτὸ πάλιν ἑτέροις ῥήμασί φησιν· Ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν. Εὐχαρίστου γνώμης τὰ ῥήματα, φιλοθέου ψυχῆς καὶ ἐχούσης ἐναύλους τὰς τοῦ Θεοῦ εὐεργεσίας τῇ μνήμῃ. Ἐκεῖνος, φησὶν, ᾧ οἱ πατέρες μου εὐηρέστησαν, ὁ ἐμὲ διαθρέψας ἐκ νεότητος ἕως τοῦ παρόντος, ὁ ἐξ ἀρχῆς πάντων με τῶν κακῶν ῥυσάμενος, ὁ τοσαύτην περὶ ἐμὲ κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς Εὐλογήσει τὰ παιδία ταῦτα· καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου, καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. Εἶδες ὁμοῦ καὶ σύνεσιν καὶ ταπεινοφροσύνην; Σύνεσιν μὲν, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς προορῶν τὸν Ἐφραῒμ προέταξε τοῦ Μανασσῆ· ταπεινοφροσύνην δὲ, ὅτι οὐδαμοῦ τῆς οἰκείας ἀρετῆς μνήμην ἐποιήσατο, ἀλλ' ἀπὸ τῆς τῶν πατέρων εὐαρεστήσεως, καὶ ἀπὸ τῶν εἰς αὐτὸν γεγενημένων εὐεργεσιῶν τὴν εὐχὴν καὶ τὴν εὐλογίαν αὐτοῖ, ἐπηύξατο. Ἀλλ' ὁ μὲν Ἰακὼβ προορῶν τὰ μέλλοντα, οὕτως εἰς αὐτοὺς εὐλογίαν πεποίηται. Ὁ δὲ Ἰωσὴφ ὁρῶν τὸν νεώτερον προκριθέντα τοῦ πρωτοτόκου, καὶ βαρὺ αὐτὸ λογισάμενος, εἶπε, φησὶν, Οὗτος ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ οὐκ ἠθέλησεν, ἀλλ' εἶπεν· Οἶδα, τέκνον, οἶδα. Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Μὴ νομίσῃς με, φησὶν, ἁπλῶς συντυχίᾳ τινὶ τοῦτο πεποιηκέναι, μηδὲ δι' ἄγνοιαν. Οἶδα γὰρ, καὶ προορῶν τὰ ὕστερον ἐσόμενα, οὕτω τὴν εἰς αὐτὸν εὐλογίαν ἐποιησάμην. Εἰ γὰρ καὶ ἀπὸ τῆς φύσεως ἔχει τὴν προεδρίαν ὁ Μανασσῆς, ἀλλ' Ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ εἰς πλῆθος ἐθνῶν. Τοῦτο δὲ ὅλον ἐγίνετο ἐπειδὴ ἐντεῦθεν ἔμελλεν ἡ βασιλεία ἀναδείκνυσθαι. Διὰ τοῦτο ἤδη προαναφωνῶν τὰ μέλλοντα, οὕτω τὴν εἰς αὐτὸν εὐλογίαν ἐποιήσατο. Καὶ εὐλόγησεν αὐτοὺς λέγων· Ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ, λέγοντες· Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ καὶ Μανασσῆ. Καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Οὕτως ἔσονται, φησὶ, περιφανεῖς ἀμφότεροι, ὡς πάντας εὐχῆς ἔργον ποιεῖσθαι εἰς τὴν τούτων ἐλθεῖν περιφάνειαν· ὅμως ὁ Ἐφραῒμ πρότερος ἔσται τοῦ Μανασσῆ. Ὁρᾷς πῶς ἡ τοῦ Θεοῦ χάρις προεμήνυεν αὐτῷ, καὶ προφητικῷ κινούμενος πνεύματι, οὕτω τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλόγει, τὰ μετὰ τοσοῦτον ἐσόμενα χρόνον, ὡς ἤδη παρόντα, καὶ ὑπὸ τοῖς ἀδελφοῖς ὁρώμενα, οὕτω προβλέπων; Τοιοῦτον γὰρ ἡ προφητεία. Καὶ καθάπερ οἱ τοῦ σώματος ὀφθαλμοὶ οὐδὲν πλέον τῶν ὁρωμένων φαντασθῆναι δύνανται, οὕτω καὶ οἱ τῆς πίστεως οὐ τὰ ὁρώμενα βλέπουσιν, ἀλλ' ἐκεῖνα φαντάζονται, ἃ μετὰ πολλὰς ὕστερον γενεὰς ἔσεσθαι μέλλει. Καὶ τοῦτο ἀκριβέστερον εἴσεσθε ἐκ τῶν εὐλογιῶν, ὧν εἰς τοὺς οἰκείους ποιεῖται παῖδας. Ἀλλ' ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, καὶ πολὺν ὑμῖν τὸν κόπον παρέχωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν ἑξῆς τὴν πρὸς τοὺς παῖδας εὐλογίαν ταμιευσόμεθα, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ζηλοῦν τὸν δίκαιον τοῦτον, καὶ τοιαύτας κληρονομίας τοῖς παισὶ καταλιμπάνειν τοῖς ἑαυτῶν, αἳ μηδέποτε παρά τινος βλάβην δέξασθαι δύνανται. Αἱ γὰρ τῶν χρημάτων πολλάκις καὶ ὄλεθρον ἔτεκον τοῖς διαδεξαμένοις, καὶ ἐπιβουλὰς, καὶ πολὺν τὸν κίνδυνον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαί ποτε. Θησαυρὸς γάρ ἐστι δαπανηθῆναι μὴ δυνάμενος, θησαυρός ἐστιν ἀνάλωτος, θησαυρός ἐστιν οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ λῃστῶν ἐφόδῳ, οὐκ οἰκετῶν κακουργίᾳ, οὐκ ἄλλῳ τοιούτῳ τινὶ ἐλαττωθῆναι δυνάμενος, ἀλλὰ διηνεκῶς μένει· πνευματικὸς γάρ ἐστι, καὶ οὐκ εἴκων ταῖς ἀνθρωπίναις ἐπιβουλαῖς· ἀλλ' ἐὰν οἱ δεξάμενοι νήφειν βούλωνται, καὶ εἰς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ τὰς αἰωνίους προευτρεπίζει σκηνάς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
