# In Genesim (homiliae 1-67) 3.1-62

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΖʹ Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/3.1-62

Ὅρα πῶς ἅπαν ἡμῖν τὸ μυστήριον ἐνταῦθα ᾐνίξατο. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ· στολὴν, οἶμαι, τὸ σῶμα λέγων, ὃ διὰ τὴν οἰκονομίαν φορέσαι κατηξίωσεν. Εἶτα ἵνα μάθῃς ἀκριβῶς οἶνον τί προσηγόρευσεν, ἐπήγαγε· Καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ὅρα πῶς τῷ τοῦ αἵματος ὀνόματι τὴν σφαγὴν ἡμῖν καὶ τὸν σταυρὸν ᾐνίξατο, καὶ πᾶσαν τῶν μυστηρίων τὴν οἰκονομίαν. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ἐνταῦθα τὸ φαιδρὸν ἡμῖν ἐνδείξασθαι βούλεται διὰ τῆς μεταφορᾶς τοῦ οἴνου καὶ τῶν ὀφθαλμῶν. Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα· τὸ δίκαιον καὶ τὸ λαμπρὸν τοῦ κριτοῦ. Διὰ γὰρ τῶν ὀδόντων καὶ τοῦ γάλακτος οὐδὲν ἕτερον ἡμῖν σημαίνειν ἠβουλήθη, ἢ ὅτι οὕτως ἔσται λευκὸν καὶ περιφανὲς τὸ κριτήριον, καθάπερ ἡ τοῦ γάλακτος καὶ τῶν ὀδόντων ποιότης. Ζαβουλὼν, φησὶ, παράλιος κατοικήσει, καὶ αὐτὸς παρ' ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Ὅρα πῶς καὶ τούτῳ προμηνύει ἔνθα τὴν οἴκησιν ἕξει, καὶ ὅτι μέχρι Σιδῶνος ἐκταθήσεται. Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγένετο ἀνὴρ γεωργός. Ἐπαινεῖ τοῦτον, ὡς τὴν τῆς γῆς ἐργασίαν ἑλόμενον, καὶ τὸ περὶ τὴν γῆν πονεῖσθαι πάντων προτετιμηκότα. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. Καὶ γενηθήτω Δὰν ὄφις ἐφ' ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσθια, τὴν σωτηρίαν περιμένων Κυρίου. Θαυμάσαι ἄξιον καὶ ἐκπλαγῆναι τὸν δίκαιον τοῦτον, ὅπως τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ἅπαντα προορῶν τοῖς παισὶ περιεσήμαινε, καὶ τὰ ἑκάστῳ συμβησόμενα προέλεγε· τὰ γὰρ μετὰ πολὺν ἐσόμενα χρόνον ἤδη προαναφωνεῖ. Γὰδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. Ἀσὴρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσι. Νεφθαλεὶμ, στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος. Καὶ ἐπειδὴ ἐν συντόμῳ παρέδραμε τούτους, ἔρχεται λοιπὸν ἐπὶ τὸν Ἰωσὴφ, καί φησιν· Ἰωσὴφ υἱὸς ηὐξημένος, ζηλωτός· Ἰωσὴφ υἱὸς ηὐξημένος, υἱός μου νεώτερος. Ἐπίφθονος γέγονας, φησὶν, ἐξ αὐτῶν τῶν προοιμίων. Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν. Τῶν ἀδελφῶν τὴν κατ' αὐτοῦ συμφωνίαν αἰνίττεται. Καὶ ὅπερ ἀνωτέρω ἔλεγεν ἡ Γραφὴ, ὅτι ψόγον πονηρὸν κατήνεγκαν Ἰωσὴφ πρὸς τὸν πατέρα αὐτοῦ, τοῦτο οὗτος ἐνταῦθά φησιν· Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων· τὴν φονικὴν αὐτῶν αἰνιττόμενος γνώμην. Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν. Ὅρα πῶς, ἐπειδὴ εἶπε τὰ παρ' αὐτῶν κατὰ τοῦ Ἰωσὴφ τολμηθέντα, λέγει καὶ τὰ αὐτοῖς συμβεβηκότα. Συνετρίβη γὰρ, φησὶ, τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν. Αὐτοὶ μὲν ἀνελεῖν ἐπεχείρησαν, καὶ τό γε ἧκον εἰς αὐτοὺς, εἰς ἔργον τὴν γνώμην ἐξήγαγον· ἀλλὰ καὶ τὰ τόξα αὐτῶν συνετρίβη, καὶ ἐξελύθη αὐτῶν τὰ νεῦρα. Πῶς γὰρ οὐχὶ τοῦτο πεπόνθασιν, ὅτε ἤκουον τοῦ Ἰωσὴφ λέγοντος· Ἐγώ εἰμι ὁ ἀδελφὸς ὑμῶν Ἰωσὴφ, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον; Τότε γὰρ μάλιστα, τότε ἐξελύθη αὐτῶν τὰ νεῦρα, Διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. Ὁ δὲ ἐκλύσας αὐτῶν τὰ νεῦρα, φησὶν, ὁ δυνάστης ἐστίν. Αὐτὸς γὰρ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. Ὅρα τοῦ δικαίου τὸ γνήσιον περὶ τὸν Δεσπότην φίλτρον, ὅπως τὸν τῆς οἰκουμένης Δεσπότην αὐτοῦ μόνου λέγει εἶναι Θεὸν, οὐχὶ συγκλείων αὐτοῦ τὴν δεσποτείαν, οὐδὲ ἀποστερῶν αὐτὸν τῆς ἐξουσίας τῆς οἰκουμένης, ἀλλὰ τὸν οἰκεῖον ἐμφαίνων πόθον. Καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν. Οὐ μόνον, φησὶν, ἐβοήθησεν, ἀλλὰ καὶ Εὐλόγησέ σε εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου. Ὑπερίσχυσεν ἐπ' εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπιθυμίαις θινῶν αἰωνίων. Τὴν δόξαν καὶ τὴν περιφάνειαν ἐνταῦθα αἰνίττεται καὶ τὴν βασιλείαν τῆς Αἰγύπτου, διὰ τῶν ὀρέων καὶ τῶν θινῶν τὸ ὑψηλόν τε καὶ ἰσχυρὸν ἐμφαίνων, ὡς καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω κορυφὴν τῆς ἀρχῆς ἀνενεχθῆναι. Αὗται, φησὶν, αἱ εὐλογίαι ἐπὶ τὴν κεφαλὴν ἔσονται Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν. Αὗται, φησὶν, αἱ εὐλογίαι ἐπὶ τὴν κεφαλὴν ἔσονται τὴν σήν. Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Καὶ ἐνταῦθα προμηνύει αὐτῷ τὰ μετὰ μικρὸν ἐσόμενα χρόνον, καὶ ὅτι, καθάπερ λύκος, οὗτος ἐπιβήσεται ἁρπάζων, ἀναιρῶν, καὶ μυρία κακὰ διατιθείς. Ἐπειδὴ δὲ πᾶσι τοῖς υἱοῖς καταλλήλους τὰς εὐλογίας προεμήνυσε, Καὶ εὐλόγησε, φησὶν, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ, ἣν εὐλόγησεν αὐτούς· ἀντὶ τοῦ, ἃπερ ἐχρῆν ἑκάστῳ προεμήνυσε, καὶ τὰ ἐφ' ἑκάστης φυλῆς συμβησόμενα προανεφώνησεν· ἐπειδὴ διετάξατο τὰ ὑπὸ τοῦ Πνεύματος αὐτῷ προμηνυθέντα, φησὶ πρὸς αὐτούς· Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαὸν, καὶ θάψετέ με μετὰ τῶν πατέρων μου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
