# In Genesim (homiliae 1-67) 4.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ιʹ Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-10

Καὶ μὴ ξενίσῃ σε, ἀγαπητὲ, τὸ εἰρημένον. Τοιοῦτον γὰρ ἔθος ἅπασι τοῖς προφήταις, περὶ τῶν μηδέπω γεγενημένων ὡς γεγενημένων διαλέγεσθαι. Ἐπειδὴ γὰρ τοῖς πνευματικοῖς ἑώρων ὀφθαλμοῖς τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν μέλλοντα γίνεσθαι, διὰ τοῦτο ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν κείμενα κατοπτεύοντες τὰ πράγματα, οὕτως ἅπαντα διελέγοντο. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ μακαρίου Δαυῒδ λέγοντος, καὶ πρὸ τοσούτων γενεῶν τὰ κατὰ τὸν σταυρὸν τοῦ Χριστοῦ προφητεύοντος καὶ βοῶντος· Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· καὶ πάλιν, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Ὁρᾷς πῶς τὰ μέλλοντα μετὰ χρόνον πολὺν ἔσεσθαι ὡς ἤδη γεγενημένα προανεφώνει; Οὕτω καὶ ὁ μακάριος οὗτος προφήτης ἤδη αἰνιττόμενος ἡμῖν τὴν τῆς γυναικὸς διάπλασιν αἰνιγματωδῶς φησι, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Εἶτα προϊὼν πάλιν σαφέστερόν φησι, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Σκόπει πόσῃ κέχρηται τῇ ἀκριβείᾳ, καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγων, ἵνα δυνηθῇ ἐναποτεθῆναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὰ λεγόμενα. Εἰ γὰρ μὴ τοῦτο ἦν αὐτῷ τὸ σπουδαζόμενον, ἤρκει εἰπεῖν, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἀλλὰ πάλιν προστίθησι· Κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς διὰ τῶν προλαβόντων, κατὰ τί εἴρηται τὸ, Κατ' εἰκόνα, διὰ τοῦτο πάλιν ἐνταῦθα τὸν αὐτὸν ἐπαναλαμβάνων λόγον, φησὶ, Κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἵνα μηδὲ ἀναίσχυντον καταλίπῃ ἀπολογίας πρόφασιν τοῖς μάχεσθαι βουλομένοις τοῖς τῆς Ἐκκλησίας δόγμασι, κατὰ μικρὸν προϊὼν διδάσκει τὰ αὐτὰ πάλιν, ὅτι κατὰ τὸ ἄρχειν καὶ ὑποτεταγμένα ἔχειν ἅπαντα τὰ δημιουργήματα, κατὰ τοῦτο τῷ τῆς εἰκόνος ὀνόματι ἐχρήσατο. Τέως δὲ ἴδωμεν τί φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὅπερ ἀνωτέρω ᾐνίξατο, εἰπὼν, Καὶ ἀρχέτωσαν, καὶ ἐνταῦθα σαφέστερον εἶπε· καὶ αὐτὸ δὲ ὅμως κεκρυμμένως ἡμᾶς ἐδίδαξεν· οὐδέπω γὰρ περὶ τῆς διαπλάσεως ἡμᾶς διδάξας, οὐδὲ εἰπὼν, πόθεν ἡ γυνὴ παρήχθη, φησίν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἶδεσ πῶς τὸ μηδέπω γεγονὸς ὡς γεγονὸς διηγήσατο; Τοιοῦτον γὰρ οἱ πνευματικοὶ ὀφθαλμοί· οὐδὲ γὰρ οὕτως οἱ σωματικοὶ οὗτοι ὀφθαλμοὶ τὰ ὁρώμενα βλέπειν δύνανται, ὡς οἱ τοῦ πνεύματος ὀφθαλμοὶ τὰ μὴ ὁρώμεναι, μηδὲ τὰ ὑφεστῶτα. Εἰπὼν τοίνυν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, ὡς πρὸς ἀμφοτέρους τὴν εὐλογίαν ποιεῖται, καί φησι· Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε, τῶν ἰχθύων τῆς θαλάσσης. Ἰδοὺ τὸ ἐξαίρετον τῆς εὐλογίας. Τὸ γὰρ, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ ἐπὶ τῶν ἀλόγων ζώων, καὶ ἐπὶ τῶν ἑρπετῶν ἴδοι τις ἂν εἰρημένον· τὸ δὲ, Κατακυριεύσατε, καὶ ἄρχετε, ἐπὶ τοῦ ἀνθρώπου καὶ τῆς γυναικός. Ὅρα φιλανθρωπίαν Δεσπότου· καὶ πρὶν ἢ παραγαγεῖν αὐτὴν, κοινωνὸν αὐτὴν τῆς ἀρχῆς ἀπεργάζεται, καὶ τῆς εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ ἄρχετε, φησὶ, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
