# In Genesim (homiliae 1-67) 4.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-18

Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ. Σκόπει πότε τοῦτο ἐγένετο. Μετὰ τὴν παρακοὴν, μετὰ τὴν ἔκπτωσιν τὴν ἐκ τοῦ παραδείσου, τότε τὰ τῆς συνουσίας ἀρχὴν λαμβάνει. Πρὸ γὰρ τῆς παρακοῆς ἀγγελικὸν ἐμιμοῦντο βίον, καὶ οὐδαμοῦ συνουσίας λόγος. Πῶς γὰρ, ὁπότε οὐδὲ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπέκειντο; Ὥστε ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ τῆς παρθενίας ἀρχὴν ἐλάμβανεν· ἀλλ' ἐπειδὴ ἐπεισῆλθε διὰ ῥᾳθυμίαν ἡ παρακοὴ, καὶ εἴσοδον ἔσχε τὰ τῆς ἁμαρτίας, ἐκείνη μὲν ἀπέπτη, ἅτε δὴ ἀναξίων αὐτῶν γενομένων τοῦ τοσούτου μεγέθους τῶν ἀγαθῶν· ἐπεισῆλθε δὲ λοιπὸν ὁ τῆς συνουσίας νόμος. Ἐννόησόν μοι τοίνυν, ἀγαπητὲ, ὅσον τῆς παρθενίας τὸ ἀξίωμα, ὅπως ὑψηλόν τί ἐστι καὶ μέγα χρῆμα, καὶ ὑπεραναβαῖνον τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ τῆς ἄνωθεν δεόμενον χειρός. Ὅτι γὰρ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυνται δυνάμεων οἱ τὴν παρθενίαν προθύμως ἑλόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος τοῖς Σαδδουκαίοις· ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κινοῦντες λόγον πυνθάνεσθαι ἐβούλοντο λέγοντες· Διδάσκαλε, ἦσαν παρ' ἡμῖν ἑπτὰ ἀδελφοὶ, καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, μὴ ἔχων τέκνα, καὶ ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· καὶ ὁ δεύτερος ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ πέμπτος, καὶ ὁ ἕκτος, καὶ ὁ ἕβδομος. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι. Εἶδες πῶς ἐν γῇ βαδίζοντες, καὶ σώματι συμπεπλεγμένοι τὴν ἀγγελικὴν μιμοῦνται διαγωγὴν οἱ τὸν τῆς παρθενίας κλῆρον ἀναδεξάμενοι διὰ τὸν τοῦ Χριστοῦ πόθον; Ὅσῳ γὰρ μέγα καὶ ὑψηλὸν τὸ πρᾶγμα, τοσούτῳ μᾶλλον δὲ καὶ πολλῷ μείζους οἱ στέφανοι, καὶ αἱ ἀντιδόσεις, καὶ τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς μετ' αὐτῆς καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν ἐπιδειξαμένοις. Ἀδὰμ δὲ, φησὶν, ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. Ἐπειδὴ ἐπῆλθεν ἡ ἁμαρτία διὰ τῆς παρακοῆς, καὶ ἡ ἀπόφασις θνητοὺς αὐτοὺς εἰργάσατο, λοιπὸν ὁ εὐμήχανος Θεὸς κατὰ τὴν ἑαυτοῦ σοφίαν τὴν διαμονὴν τοῦ τῶν ἀνθρώπων γένους οἰκονομῶν, συνεχώρησε διὰ τῆς συνουσίας αὐξηθῆναι τὸ γένος. Καὶ εἶπεν, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ὅρα πῶς τὸ γενόμενον ἐπιτίμιον σωφρονεστέραν εἰργάσατο τὴν γυναῖκα. Τὸ γὰρ τεχθὲν παιδίον οὐ τῇ φύσει, ἀλλὰ τῷ Θεῷ λογίζεται, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται. Εἶδες πῶς ἡ τιμωρία νουθεσίας ὑπόθεσις αὐτοῖς γέγονεν; Ἐκτησάμην γὰρ, φησὶν, ἄνθρωπον διὰ τοῦ Θεοῦ. Οὐχ ἡ φύσις, φησὶ, τὸ παιδίον μοι ἐχαρίσατο, ἀλλ' ἡ ἄνωθεν χάρις δεδώρηται. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Ἐπειδὴ εὐγνώμων γέγονεν ἐπὶ τῷ τεχθέντι, καὶ ἐπέγνω τὴν προτέραν εὐεργεσίαν, ἐπέτυχε καὶ τῆς δευτέρας. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἐπὶ τοῖς προλαβοῦσι τὴν ἑαυτῶν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὸν εὐεργέτην ἐπιγνῶμεν, ἐπιδαψιλεύεται τὰς ἑαυτοῦ δωρεάς. Καὶ αὕτη τοίνυν ἐπειδὴ τῷ Θεῷ τὸν τόκον ἐλογίσατο, διὰ τοῦτο καὶ ἕτερον λαμβάνει παιδίον. Μεγίστη γὰρ ἦν λοιπὸν παραμυθία τῆς θνητότητος ἐπεισελθούσης ἡ τῶν παίδων διαδοχή. Διά τοι τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς εὐθέως καὶ ἐξ ἀρχῆς τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως ὑποτεμνόμενος, καὶ τοῦ θανάτου τὸ φοβερὸν προσωπεῖον περιαιρῶν, τὴν τῶν παίδων διαδοχὴν ἐχαρίσατο, ὡς ἂν εἴποι τις, εἰκόνα ἀναστάσεως ἐντεῦθεν ὑποφαίνων, καὶ ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι οἰκονομῶν. Καὶ ἐγένετο, φησὶν, Ἄβελ ποιμὴν προβάτων· Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἑκάστου τῶν τεχθέντων τὰ ἐπιτηδεύματα· καὶ ὅτι ὁ μὲν τὴν ποιμαντικὴν εἵλετο, ὁ δὲ τὴν γῆν εἰργάζετο. Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Σκόπει πῶς τῷ συνειδότι τὴν γνῶσιν ἐναπέθετο τῆς φύσεως ὁ Δημιουργός. Τίς γὰρ, εἰπέ μοι, τοῦτον ὡδήγησε πρὸς τὴν τοιαύτην ἔννοιαν; Οὐδεὶς ἕτερος, ἀλλ' ἡ ἐν τῷ συνειδότι γνῶσις. Ἤνεγκε, φησὶν, ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. ᾜδει γὰρ καὶ ἠπίστατο, ὅτι προσήκει καθάπερ Δεσπότῃ ἐκ τῶν οἰκείων κτημάτων προσάγειν τι τῶν γενῶν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτων δεῖται, ἀλλ' ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται αὐτὸς τῆς τοιαύτης εὐεργεσίας ἀπολαύων. Ἀνενδεὴς γὰρ ὁ Θεὸς καὶ οὐδενὸς χρῄζει τῶν παρ' ἡμῖν· διὰ δὲ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγκαταβαίνων ἡμῖν, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν ἀνέχεται ταῦτα γίνεσθαι, ἵνα διδασκαλεῖον ἀρετῆς εἴη τῇ τῶν ἀνθρώπων φύσει ἡ ἐπίγνωσις τοῦ Δεσπότου. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ προοιμιαζόμενος ἐν ἀρχῇ τοῦ λόγου ἐδίδασκον ὑμῶν τὴν ἀγάπην, ὅτι διαφορὰν προσώπων οὐκ οἶδεν ὁ Δεσπότης ὁ ἡμέτερος, ἀλλὰ ἐκ προαιρέσεως ἐξετάζων τὴν γνώμην στεφανοῖ. Ἰδοὺ γοῦν καὶ νῦν τοῦτο σκόπει γεγενημένον. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας, ἀγαπητοὶ, τῷ εἰρημένῳ, καὶ ἴδωμεν τί μὲν περὶ τοῦ Κάϊν διηγεῖται ἡ Γραφὴ, τί δὲ περὶ τοῦ Ἄβελ, καὶ μὴ ἁπλῶς παραδράμωμεν. Οὐδὲν γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν φθέγγεται ἡ θεία Γραφὴ, ἀλλὰ κἂν συλλαβὴ τυγχάνῃ, κἂν κεραία μία, ἔχει τινὰ ἐγκεκρυμμένον θησαυρόν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. Τί οὖν φησι; Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
