# In Genesim (homiliae 1-67) 4.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΓʹ Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-23

Καὶ ἵνα μάθῃς, ὅτι ἔθος τῇ Γραφῇ τοὺς τὴν κακίαν μετιόντας καὶ τῆς ἀρετῆς ἀμελοῦντας μηδὲ τῆς τοῦ ἀνθρώπου προσηγορίας ἀξιοῦν, ἄκουε τοῦ Θεοῦ λέγοντος, καθάπερ χθὲς ἐλέγομεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἐγὼ γὰρ, φησὶ, μετὰ τῆς σαρκὸς καὶ τῆς ψυχῆς τὴν ἐξουσίαν ἐδωρησάμην· αὐτοὶ δὲ ὡς σάρκα μόνον περικείμενοι, οὕτω τῆς κατὰ τὴν ψυχὴν ἀρετῆς ἀμελοῦντες ὅλοι τῆς σαρκὸς λοιπὸν γεγόνασιν. Εἶδες πῶς διὰ τὴν κακίαν σάρκα αὐτοὺς καλεῖ, καὶ οὐκ ἀνθρώπους; Καὶ πάλιν προϊοῦσα, ὡς αὐτίκα μάλα εἴσεσθε, γῆν αὐτοὺς ὀνομάζει ἡ θεία Γραφὴ, διὰ τὸ τοῖς γηΐνοις φρονήμασι καταδεδαπανῆσθαι· φησὶ γὰρ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· οὐ περὶ τῆς γῆς τῆς αἰσθητῆς λέγουσα, ἀλλὰ τοὺς ἐνοικοῦντας γῆν ὀνομάζουσα. Ἀλλαχοῦ δὲ οὔτε σάρκα, οὔτε γῆν ὀνομάζει, οὐδὲ εἶναι αὐτοὺς ἡγεῖται ἐν τῷ παρόντι βίῳ, διὰ τὸ τῆς ἀρετῆς ἐρήμους εἶναι. Ἄκουε γὰρ τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐν μέσῃ τῇ μητροπόλει τῶν Ἱεροσολύμων, ὅπου μυριάδες τοσαῦται, ὅπου ἄπειρα πλήθη· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· οὐκ ἐπειδὴ μὴ παρῆσαν, ἀλλ' ἐπειδὴ παρόντες τῶν μὴ παρόντων οὐδὲν ἄμεινον διέκειντο. Καὶ πάλιν ἑτέρωθι, Περιδράμετε, φησὶ, καὶ ἴδετε, εἰ ἔστιν εἷς ποιῶν κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι. Εἶδες πῶς ἐκεῖνον μόνον οἶδε καλεῖν ἄνθρωπον ἡ ἁγία Γραφὴ τὸν τὴν ἀρετὴν μετιόντα, τοὺς δὲ λοιποὺς οὐδὲ εἶναι νομίζει, ἀλλὰ ποτὲ μὲν σάρκας ὀνομάζει, ποτὲ δὲ γῆν; Διὰ τοῦτο καὶ νῦν τὴν γενεαλογίαν τοῦ δικαίου διηγεῖσθαι ἐπαγγελλομένη ἡ θεία Γραφή φησι· Νῶε ἄνθρωπος· οὗτος γὰρ μόνος ἄνθρωπος, οἱ δὲ λοιποὶ οὐκ ἄνθρωποι, ἀλλὰ μορφὴν μὲν ἔχοντες ἀνθρώπων, τῇ δὲ πονηρίᾳ τῆς προαιρέσεως τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότες, καὶ ἀντὶ ἀνθρώπων πρὸς τὴν τῶν θηρίων ἀλογίαν ἐκπεσόντες. Ὅτι γὰρ καὶ ἀνθρώποις τοῖς λογικοῖς, ἐπειδὰν πρὸς κακίαν ἀποκλίνωσι, καὶ τῶν ἀλόγων παθῶν αἰχμάλωτοι γένωνται, τῶν θηρίων τὰς προσηγορίας ἐπιτίθησιν αὐτοῖς ἡ θεία Γραφὴ, ἄκουε ποτε μὲν αὐτῆς λεγούσης, Ἵπποι θηλυμανεῖς ἐγένοντο. Ὅρα πῶς διὰ τὴν ἄμετρον λαγνείαν τὴν τοῦ ἀλόγου προσηγορίαν ἐπιτίθησιν. Ἄλλοτε δὲ, Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ἐνταῦθα τοὺς τοῦ θηρίου τὸ ὕπουλον καὶ δολερὸν μιμουμένους ἐμφαίνει. Καὶ πάλιν κύνας ἐνεοὺς ἑτέρους καλεῖ. Καὶ πάλιν, Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, τοὺς πρὸς τὴν διδασκαλίαν τῆς ἀρετῆς τὰς ἀκοὰς ἀποφράττοντας αἰνιττομένη. Καὶ πολλὰ εὕροι τις ἂν ὀνόματα ἐπιτιθέμενα παρὰ τῆς θείας Γραφῆς τοῖς διὰ ῥᾳθυμίαν πρὸς τὰ τῶν ἀλόγων καταφερομένοις πάθη. Καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος τοῖς Ἰουδαίοις, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἶδες πῶς καὶ ἐνταῦθα τῆς γνώμης αὐτῶν τὸ δολερὸν ἀπὸ τῆς τοῦ θηρίου προσηγορίας ᾐνίξατο; Τί οὖν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ διὰ τοῦτο πλείονα τὴν τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν ἑκόντες ὑποσυρέντες καὶ πρὸς τὴν κακίαν αὐτομολοῦντες, Ἐπεὶ οὖν οἱ τότε πάντες ἀναξίους ἑαυτοὺς τῆς προσηγορίας κατέστησαν καὶ τοῦ ὀνομάζεσθαι ἄνθρωποι, ὁ δὲ δίκαιος οὗτος ἐν τοσούτῳ ἀρετῆς αὐχμῷ τοσαύτην ἐπεδείξατο τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολὴν, ἀρξαμένη διηγεῖσθαι ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν γενεαλογίαν φησί· Νῶε δὲ ἄνθρωπος. Ἔστι καὶ ἐπ' ἄλλου δικαίου ταύτην εὑρεῖν τὴν προσηγορίαν ἀντὶ μεγίστου ἐγκωμίου ἐγκειμένην, καὶ πρὸ τῶν ἄλλων ἁπασῶν ἀπὸ ταύτης τῆς προσηγορίας ἀνακηρυττόμενον, τὸν τὴν ἀρετὴν μετὰ ἀκριβείας ἐπιδεικνύμενον. Τίς οὖν ἐστιν; Ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ὁ μόνος τὰ ἀνήκεστα ἐκεῖνα ὑπομείνας, καὶ τὰ μυρία βέλη δεξάμενος παρὰ τοῦ πονηροῦ δαίμονος ἐκείνου, καὶ ἄτρωτος διαμείνας, καὶ καθάπερ ἀδάμας τις οὕτω πάσας τὰς προσβολὰς ἐνεγκεῖν δυνηθεὶς, καὶ οὐ μόνον οὐ καταβαπτισθεὶς ὑπὸ τῶν τοσούτων κυμάτων, ἀλλὰ καὶ ἀνώτερος τῶν κυμάτων γενόμενος· καὶ τὰ τῆς οἰκουμένης πάθη ἐν τῷ οἰκείῳ σώματι δεξάμενος, ταύτῃ μᾶλλον λαμπρότερος ἀνεδείκνυτο. Οὐ μόνον γὰρ οὐ κατέπτηξεν αὐτὸν ἡ συνέχεια τῆς τῶν δεινῶν ἐμβολῆς, ἀλλὰ καὶ εἰς μείζονα εὐχαριστίαν αὐτὸν διήγειρε, καὶ δι' ἁπάντων τὴν οἰκείαν εὐγνωμοσύνην ἐπεδείκνυτο, καιρίαν τῷ διαβόλῳ διδοὺς τὴν πληγὴν, καὶ δεικνὺς ὡς ἀνηνύτοις ἐπιχειρεῖ καὶ πρὸς κέντρα λακτίζει. Τοῦτον τοίνυν τὸν ἅγιον καὶ πρὸ τῶν ἄθλων καὶ πρὸ τῶν ἀγώνων τῶν τοσούτων ἐπαινῶν ὁ φιλάνθρωπος Θεὸς καὶ ἀνακηρύττων, φησὶ πρὸς τὸν διάβολον· Προσέσχες τῇ διανοίᾳ σου τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἶδες καὶ τοῦτον ἀπὸ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος πρότερον ἀνακηρυττόμενον; Προσέσχες, φησὶ, τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος; Καὶ μὴν ἅπαντες ὅμοιοι, ἀλλ' οὐχὶ κατὰ τὴν ἀρετὴν, ἀλλὰ κατὰ τὸν τῆς μορφῆς λόγον· οὐ τοῦτο δὲ ἄνθρωπος, ἀλλ' ὅταν τις κακίας ἀπεχόμενος τὴν ἀρετὴν μετίῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
