# In Genesim (homiliae 1-67) 4.1-25

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-25

Σκόπει καὶ ἐνταῦθα λέξεως συγκατάβασιν. Ἔκλεισεν ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτὸν, ἵνα διδάξῃ ἡμᾶς ὅτι ἐν ἀσφαλείᾳ πολλῇ κατέστησε τὸν δίκαιον. Τὸ δὲ, Ἔκλεισε, διὰ τοῦτο προσέθηκε, καὶ Ἔξωθεν, ὥστε μὴ ἐξεῖναι τῷ δικαίῳ ὁρᾷν τὴν πανωλεθρίαν γινομένην, καὶ πλείονα καὶ αὐτὸν τὴν συντριβὴν ὑπομένειν. Εἰ γὰρ καὶ ἀναλογιζόμενος ἐν διανοίᾳ τὸ χαλεπὸν ἐκεῖνο κλυδώνιον, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἀπώλειαν τοῦ τῶν ἀνθρώπων γένους, τῶν ἀλόγων ἁπάντων τὴν κοινὴν τελευτὴν, καὶ ἀνθρώπων, καὶ κτηνῶν, καὶ αὐτῆς τῆς γῆς, ὡς εἰπεῖν, τὸν ἀφανισμὸν, συνεχεῖτο καὶ διεταράττετο. Εἰ γὰρ καὶ πονηροὶ ἦσαν οἱ ἀπολλύμενοι, ἀλλ' αἱ τῶν δικαίων ψυχαὶ πολλὴν εἰώθασι τὴν συμπάθειαν ἐπιδείκνυσθαι, ἐπειδὰν ἴδωσι τιμωρουμένους τοὺς ἀνθρώπους· καὶ εὑρήσεις ἕκαστον τῶν δικαίων καὶ τῶν προφητῶν πολλὴν ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν τιθεμένους, καθάπερ ὁ πατριάρχης πεποίηκεν ἐπὶ τῶν Σοδόμων, καθάπερ οἱ προφῆται πάντες ποιοῦντες διετέλεσαν. Καὶ γὰρ ὁ μὲν ἔλεγεν· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; ἕτερος δέ φησι· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον; Ἐπεὶ οὖν καὶ ἄνευ τούτου ὁ δίκαιος οὗτος διεταράττετο τὸν λογισμὸν, καὶ συνεχεῖτο τὴν διάνοιαν, ἵνα μὴ καὶ ἡ ὄψις καὶ ἡ θέα εἰς πλείονα αὐτὸν ἐμβάλῃ συντριβὴν, καθάπερ ἐν δεσμωτηρίῳ κατακλείει αὐτὸν ἐν τῇ κιβωτῷ, ὥστε μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν τὰ γινόμενα, μηδὲ εἰς δειλίαν καταστῆναι. Εἰκὸς γὰρ ἦν αὐτὸν ὁρῶντα τῶν ὑδάτων τὴν πλημμύραν ἀγωνιᾶσαι μὴ καὶ αὐτὸς ὑποβρύχιος γένηται. Κηδόμενος τοίνυν αὐτοῦ ὁ φιλάνθρωπος Θεὸς, οὐ συγχωρεῖ οὐδὲ θεάσασθαι τῶν ὑδάτων τὴν φορὰν, οὔτε ἰδεῖν τὴν γινομένην ἀπώλειαν, καὶ τὴν τῆς οἰκουμένης πανωλεθρίαν. Ἐγὼ δὲ ὅταν λογίσωμαι τὴν ἐν τῇ κιβωτῷ τοῦ δικαίου τούτου διαγωγὴν, ἐκπλήττομαι καὶ θαυμάζω, καὶ πάλιν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τὸ πᾶν λογίζομαι. Εἰ μὴ γὰρ ἐκείνη ἦν ἡ νευροῦσα αὐτοῦ τὸν λογισμὸν, καὶ τὰ δύσκολα εὔκολα ἐργαζομένη, πῶς ἂν, εἰπέ μοι, ἐνεγκεῖν ἠδυνήθη καθάπερ ἐν εἱρκτῇ τινι καὶ δεσμωτηρίῳ χαλεπῷ οὕτως αὐτόθι ἐγκεκλεισμένος; πῶς δὲ ἴσχυσεν, εἰπέ μοι, ἀντισχεῖν πρὸς τὸν τοσοῦτον πάταγον τῶν κυμάτων; Εἰ γὰρ ἐν πλοίῳ τυγχάνοντες οἱ ἄνθρωποι, καὶ ἱστίῳ κεχρημένοι. καὶ τὸν κυβερνήτην ὁρῶντες ἐπὶ τῶν οἰάκων καθήμενον, καὶ τῇ οἰκείᾳ τέχνῃ πρὸς τὴν τῶν ἀνέμων ῥύμην ἱστάμενον, ἐπειδὰν ἴδωσι κυμάτων σφοδρότητα, ἀποθνήσκουσι τῷ δέει, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, σωτηρίας δεδοίκασι· τί ἂν εἴποι τις περὶ τοῦ δικαίου τούτου; Καθάπερ γὰρ ἐν δεσμωτηρίῳ, ὡς ἔφθην εἰπὼν, τυγχάνων ἐν τῇ κιβωτῷ, ὧδε κἀκεῖσε περιεφέρετο, οὐ τὸν οὐρανὸν ἰδεῖν δυνάμενος, οὐχ ἑτέρωθί που τοὺς ὀφθαλμοὺς ἀνατεῖναι, ἀλλ' ἔνδον συνεχόμενος καὶ οὐδὲν ὅλως ἰδεῖν ἔχων ὃ παραμυθίαν αὐτῷ τινα φέρειν ἠδύνατο. Ἐπὶ μὲν γὰρ τῶν τὴν θάλατταν πλεόντων, κἂν τὰ κύματα κορυφωθῇ, ἔξεστι καὶ εἰς τὸν οὐρανὸν ἀναβλέποντα πολλάκις, καὶ κορυφὴν ὅρους θεασάμενον, καὶ πόλιν μακρὰν κατοπτεύσαντα μικράν τινα παραψυχὴν λαβεῖν· εἰ δὲ πολὺς καὶ ἀφόρητος ὁ χειμὼν γένοιτο, ἐν δέκα ἢ ὀλίγῳ πλείοσιν ἡμέραις, καὶ μετὰ τοὺς πολλοὺς χειμῶνας ἐκείνους καὶ τοὺς κινδύνους, εἰς τὴν γῆν ἐκριφέντες, καὶ μικρὸν ἀνέντες, πάντων ἐκείνων τῶν λυπηρῶν λήθην λαμβάνουσιν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτο, ἀλλ' ἐπὶ ἐνιαυτὸν ὁλόκληρον τὸ καινὸν καὶ ξένον ᾤκει δεσμωτήριον, οὐδὲ τὸν ἀέρα ἀναπνεῦσαι δυνάμενος. Πῶς γὰρ, πανταχόθεν ἠσφαλισμένης τῆς κιβωτοῦ; Πῶς ἀντέσχεν, εἰπέ μοι; πῶς διήρκεσεν; Εἰ γὰρ ἀπὸ σιδήρου καὶ ἀδάμαντος αὐτοῖς συνειστήκει τὰ σώματα, πῶς ἂν ἠδυνήθησαν μήτε ἀέρος ἀπολαύοντες μήτε ἀνέμου, οἳ τοῦ ἀέρος οὐκ ἔλαττον τὰ σώματα ἡμέτερα ἀνακτήσασθαι πεφύκασι, μήτε τοὺς ὀφθαλμοὺς ἑστιᾶσαι ἔχοντες πρὸς τὴν τοῦ οὐρανοῦ θέαν, ἢ πρὸς τὴν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς ποικιλίαν; Πῶς δὲ οὐχὶ καὶ ἀπετυφλώθησαν τὰς ὄψεις ἐπὶ τοσοῦτον οὕτω διάγοντες; Καὶ εἰ ἀνθρωπίνοις λογισμοῖς ταῦτα βουληθείημεν καταμαθεῖν, κἀκεῖνο δεῖ ἐννοῆσαι, πόθεν ὕδατος ποτίμου χορηγίαν ἔσχον ἐν τῇ κιβωτῷ διάγοντες. Καὶ ἵνα ταῦτα παρῶ, πῶς ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ τῶν υἱῶν καὶ τῶν γυναικῶν τὴν μετὰ τῶν ἀλόγων καὶ τῶν θηρίων καὶ τῶν λοιπῶν πτηνῶν ἀνασχέσθαι διαγωγήν; πῶς ἤνεγκε τὴν δυσωδίαν; πῶς ἠνέσχετο τὴν σὺν αὐτοῖς οἴκησιν; Καὶ τί ταῦτα λέγω; Πῶς αὐτὰ τὰ ἄλογα ἠδυνήθη ἀντισχεῖν, καὶ μὴ διαφθαρῆναι ἐν τοσούτῳ μήκει χρόνου, μήτε ἀέρος σπάσαι δυνάμενα, μήτε κινούμενα, ἀλλ' ἐν ἑνὶ τόπῳ καθειργμένα; Ἴστε γὰρ, ἴστε, ὅτι καὶ ἐπὶ τῆς ἡμετέρας φύσεως καὶ ἐπὶ τῆς τῶν ἀλόγων, κἂν ἀέρος ἀπολαύωμεν, κἂν τῶν ἄλλων ἁπάντων, διηνεκῶς δὲ ἑνὶ τόπῳ ὦμεν συγκεκλεισμένοι, οὐδὲν τὸ κωλύον ἀπολέσθαι καὶ διαφθαρῆναι. Πόθεν οὖν ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ πάντων τῶν ἐν τῇ κιβωτῷ τοσοῦτον διαρκέσαι χρόνον; Οὐδαμόθεν ἑτέρωθεν ἢ ἀπὸ τῆς ἄνωθεν ῥοπῆς τῆς πάντα δυναμένης. Αὐτὸ γὰρ τὸ τὴν κιβωτὸν ὧδε κἀκεῖσε περιφερομένην μὴ καταποντισθῆναι ὑπὸ τῆς τοσαύτης τῶν ὑδάτων φορᾶς, οὐδενὸς ὄντος τοῦ κυβερνῶντος, οὐ τῆς ἄνωθεν γέγονε ῥοπῆς; Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἐν πλοίου σχήματι ἦν, ὡς δύνασθαι τέχνῃ τινὶ ἡνιοχεῖν αὐτῆς τὴν πορείαν. Κιβωτὸς ἦν πάντοθεν πεφραγμένη· καὶ διὰ τὸ πρόσταγμα τοῦ δημιουργοῦ, οὐ μόνον οὐδὲν αὐτὴν ἐλυμήνατο ἡ τῶν ὑδάτων φορὰ, ἀλλὰ καὶ ὑψηλοτέρα γενομένη ἐν πολλῇ ἀσφαλείᾳ καθίστη τοὺς ἐνοικοῦντας. Ὅταν οὖν ὁ Θεὸς ἐργάσηταί τι, ἀγαπητὲ, μὴ βούλου λογισμοῖς ἀνθρωπίνοις ἐξετάζειν τὰ παρ' αὐτοῦ γινόμενα· ὑπερβαίνει γὰρ τὴν ἔννοιαν τὴν ἡμετέραν, καὶ οὐκ ἄν ποτε δυνηθείη ἀνθρωπίνη διάνοια ἐφικέσθαι καὶ καταλαβεῖν τὸν λόγον τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
