# In Genesim (homiliae 1-67) 4.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-27

Πολὺς τῆς εὐεργεσίας ὁ ὄγκος, καὶ πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, καὶ ἄφατος τῆς ἀνεξικακίας ἡ ὑπερβολή. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς. Τὸ, Διανοηθεὶς, πάλιν ἀνθρωπίνως, καὶ ὡς πρὸς τὴν ἡμετέραν φύσιν. Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου κατηράσατο εἰπὼν, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ· καὶ ἐπὶ τοῦ Κάϊν πάλιν ὁμοίως. Ἐπεὶ οὖν καὶ νῦν τὴν τοσαύτην πανωλεθρίαν ἐπήγαγεν, ἵνα παραμυθήσηται τὸν δίκαιον, καὶ θαῤῥεῖν παρασκευάσῃ, καὶ μὴ μέλλῃ λογίζεσθαι καθ' ἑαυτὸν, τί τὸ κέρδος τῆς γεγενημένης εὐλογίας; καὶ τοῦ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, εἰ μέλλοιμεν πάλιν εἰς πλῆθος ἐπιδιδόντες ἀπόλλυσθαι; Καὶ γὰρ καὶ ἤδη εἶπεν ἐπὶ τοῦ Ἀδὰμ, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ ἐπήγαγε κατακλυσμόν. Ἵνα οὖν μὴ ταῦτα λογιζόμενος καὶ στρέφων ἐν τῇ διανοίᾳ διηνεκῶς τὴν ἀγωνίαν ἔχῃ, ὅρα φιλανθρωπίαν Δεσπότου. Οὐ προσθήσω, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Ὅρα πῶς ἐπεσημήνατο, ὅτι διὰ τὴν τούτων μοχθηρίαν τὴν κατάραν ἐπήγαγε τῇ γῇ. Εἶτα ἵνα μὴ νομίσωμεν, ὅτι ἐπειδὴ ἐπὶ τὸ βέλτιον μετεβάλοντο, διὰ τοῦτο αὐτὸς ταύτην ἐποιήσατο τὴν ὑπόσχεσιν, φησίν· Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ξένον φιλανθρωπίας εἶδος. Ἐπειδὴ ἔγκειται, φησὶν, ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, διὰ τοῦτο, Οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ παρ' ἐμαυτοῦ καὶ ἅπαξ καὶ δεύτερον ἐπεδειξάμην· ἐπειδὴ δὲ ὁρῶ τὴν κακίαν αὐξανομένην, ἐπαγγέλλομαι μηκέτι καταράσασθαι τὴν γῆν. Εἶτα δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἐπήγαγεν· Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας. Ὅρα μοι πῶς διὰ πάντων μεγίστην χαρίζεται τῷ δικαίῳ τὴν παραμυθίαν· μᾶλλον δὲ οὐ τῷ δικαίῳ, ἀλλὰ διὰ τὴν οἰκείαν ἀγαθότητα καὶ πάσῃ τῇ μελλούσῃ συνίστασθαι τῶν ἀνθρώπων φύσει. Τὸ γὰρ, Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν, καὶ τὸ, Καθὼς ἐποίησα, καὶ τὸ, Πάσας τὰς ἡμέρας, τοῦτό ἐστιν ἐνδεικνυμένου, ὅτι οὐκέτι τοιοῦτον ἔσται κλυδώνιον, οὔτε τοσαύτη πανωλεθρία καταλήψεται τὴν οἰκουμένην. Εἶτα καὶ τῆς εὐεργεσίας αὐτοῦ τὸ διηνεκές· Ἐν πάσαις, φησὶ, ταῖς ἡμέραις, τοῦτ' ἔστι, πάντα τὸν αἰῶνα ἐπαγγέλλομαι μηκέτι τοσαύτην ἐπιδείξασθαι τὴν ἀγανάκτησιν, οὐδὲ οὕτω σύγχυσιν ἐργάσασθαι τῆς τῶν ὡρῶν κράσεως, καὶ τῆς τῶν στοιχείων θέσεως. Διὸ καὶ ἐπήγαγε, Σπέρμα καὶ θερισμὸς, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν. Ἀκίνητος, φησὶν, ἔσται αὕτη ἡ διάταξις, καὶ οὔτε ἡ γῆ διαλείψει ποτὲ τὰ παρ' ἑαυτῆς τῷ τῶν ἀνθρώπων γένει χορηγοῦσα, καὶ τῶν καμάτων καὶ τῆς γεωργίας ἀποδιδοῦσα τὰς ἀμοιβὰς, οὔτε αἱ τροπαὶ μετακινηθήσονται, ἀλλὰ ψῦχος καὶ καῦμα, καὶ θέρος καὶ ἔαρ καθ' ἕκαστον τοῦ ἐνιαυτοῦ κύκλον ἔσται. Ἐπειδὴ γὰρ κατὰ τὸν τοῦ κατακλυσμοῦ καιρὸν ταύτης ὅλης τῆς διατάξεως σύγχυσίς τις γέγονε, καὶ καθάπερ ἐν μιᾷ νυκτὶ, οὕτως ἐν παντὶ τῷ χρόνῳ ἐν τῇ κιβωτῷ διῆγεν ὁ δίκαιος οὗτος, διὰ τοῦτό φησι· νῦν οὔτε ἡ ἡμέρα, οὔτε ἡ νὺξ τὸν οἰκεῖον ἐλλείψει δρόμον, ἀλλὰ μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀκίνητος ἔσται τούτων ἡ λειτουργία. Εἶδες παράκλησιν ἀρκοῦσαν καὶ δυναμένην ἀναστῆσαι τοῦ δικαίου τὸ φρόνημα; εἶδες τῆς εὐγνωμοσύνης οἵαν δέχεται τὴν ἀμοιβήν; Ἄκουε καὶ ἐκ τῶν ἐπαγομένων πάλιν τὴν ἄφατον φιλοτιμίαν. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν πάντα δέδωκα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἄξιον ἐνταῦθα θαυμάσαι τοῦ Δεσπότου τὴν ὑπερβάλλουσαν ἀγαθότητα. Ὅρα γάρ μοι πάλιν τὸν δίκαιον τοῦτον τῆς αὐτῆς εὐλογίας ἀξιούμενον τῷ Ἀδὰμ, καὶ τὴν ἀφαιρεθεῖσαν ἀρχὴν ἀνακαλεσάμενον διὰ τῆς οἰκείας ἀρετῆς, μᾶλλον δὲ διὰ τὴν ἄφατον τοῦ Δεσπότου φιλανθρωπίαν. Ὥσπερ γὰρ ἐπ' ἐκείνου ἔλεγεν, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων τῆς γῆς· οὕτω νῦν φησι· Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ὅρα τὸν αὐτὸν κανόνα ἑτέρως διασωζόμενον, τὸν ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ μετὰ τὸ πάντων ἐγχειρίσαι τὴν ἀρχὴν, καὶ τῶν ἐν τῷ παραδείσῳ παρασχεῖν τὴν ἀπόλαυσιν, ἑνὸς ξύλου μόνον ἀπέχεσθαι ἐκέλευσεν· οὕτω δὴ καὶ ἐνταῦθα μετὰ τὴν εὐλογίαν, καὶ τὸ φοβερὸν αὐτὸν καταστῆσαι τοῖς θηρίοις, καὶ πάντα τὰ πετεινὰ καὶ τὰ ὄρνεα ὑπὸ χεῖρα ποιῆσαι, φησί· Πᾶν ἑρπετὸν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ὑμῖν δέδωκα τὰ πάντα. Ἐντεῦθεν ἀρχὴ κρεωφαγίας γίνεται, οὐχ ἵνα εἰς γαστριμαργίαν αὐτοὺς ἀλείψῃ, ἀλλ' ἐπειδὴ ἤμελλον ἐξ αὐτῶν θυσίας ἀναφέρειν οἱ ἄνθρωποι, καὶ εὐχαριστίας ποιεῖσθαι τῷ Δεσπότῃ, ἵνα μὴ δόξωσιν ὡς ἀφιερωμένων ἀπέχεσθαι, διὰ τοῦτο τῆς βρώσεως τὴν ἐξουσίαν χαρίζεται, καὶ πολλὴν τὴν ἄδειαν παρέχει. Ὡς λάχανα χόρτου, φησὶ, δέδωκα ὑμῖν τὰ πάντα. Εἶτα καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τοῦ ἑνὸς ξύλου ἐνετείλατο μετὰ τὴν πάντων ἀπόλαυσιν ἀπέχεσθαι, οὕτω καὶ ἐνταῦθα, μετὰ τὸ πάντων ἀδεῶς ἐπιτρέψαι τὴν ἑστίασιν, φησί· Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Τί οὖν βούλεται τὸ εἰρημένον; τί ἐστι, Κρέας ἐν αἵματι ψυχῆς; Τοῦτ' ἔστι, πνικτόν. Τοῦ γὰρ ἀλόγου ἡ ψυχὴ τὸ αἷμα τυγχάνει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
