# In Genesim (homiliae 1-67) 4.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΗʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-28

Εἴδετε, ἀγαπητοὶ, πῶς μετὰ ἀκριβείας ὁρῶσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, ἐπειδὰν πρὸς τὸν Θεὸν ᾖ τεταμένη ἡ διάνοια; εἴδετε πῶς ὑπ' οὐδενὸς τῶν ὁρωμένων παραλογισθῆναι δύνανται, ἀλλὰ τὴν ὀρθὴν τῶν πραγμάτων ἔχουσι κρίσιν, οὐδεμίαν ἀπάτην ὑπομένοντες; Ἀλλ', εἰ δοκεῖ, πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὴν διδασκαλίαν, ὥστε καὶ τὴν μνήμην τῶν εἰρημένων ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐτέλεσεν ἡ θεία Γραφὴ τὴν περὶ τοῦ θείου σημείου διήγησιν, βούλεται πάλιν διδάξαι ἡμᾶς τὰ κατὰ τὸν δίκαιον καὶ τοὺς τούτου υἱοὺς, καί φησιν· Ἦσαν δὲ οἱ υἱοὶ τοῦ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν τῶν τριῶν υἱῶν τοῦ Νῶε μνημονεύσασα ἡ θεία Γραφὴ ἐπήγαγε, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Μὴ νομίσητε, παρακαλῶ, ἁπλῶς τοῦτο προσεῤῥῖφθαι· οὐδὲν γάρ ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ὃ μὴ μετά τινος εἴρηται λόγου, πολλὴν τὴν ὠφέλειαν ἐγκεκρυμμένην ἔχοντος. Τίνος οὖν ἕνεκεν ἐπεσημήνατο καὶ προσέθηκεν, ὅτι Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν; Βούλεται διὰ τούτου αἰνίξασθαι ἡμῖν τῆς ἀκρασίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲ τῆς συμφορᾶς τὸ μέγεθος συσταλῆναι αὐτὸν πεποίηκεν, οὐδὲ ἡ τοσαύτη ἐν τῇ κιβωτῷ στενοχωρίᾳ, ἀλλὰ καίτοι τοῦ πρεσβύτου οὐδέπω καὶ νῦν τεκνοποιήσαντος, οὗτος τῇ ἀκρασίᾳ ἑαυτὸν ἐκδοὺς ἐν καιρῷ τοσαύτης ἀγανακτήσεως καὶ πανωλεθρίας τὴν οἰκουμένην καταλαβούσης, περὶ συνουσίαν ἠσχολεῖτο, καὶ τὸ ἀχαλίνωτον τῆς ἐπιθυμίας οὐ κατέστελλεν, ἀλλ' ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐκείνου τῆς γνώμης αὐτοῦ τὸ μοχθηρόν. Ἐπεὶ οὖν μετ' οὐ πολὺ διὰ τὴν ὕβριν τὴν εἰς τὸν γεγεννηκότα μέλλει τὴν κατάραν δέχεσθαι ὁ Χαναὰν ὁ τούτου παῖς, διὰ τοῦτο ἤδη προλαβοῦσα ἡ θεία Γραφὴ ἐπεσημήνατο, καὶ τοῦ παιδὸς ἡμῖν τὴν προσηγορίαν δήλην ἐποίησεν, ὁμοῦ καὶ τοῦ γεγεννηκότος τὸ ἀκρατές· ἵν' ὅταν μετὰ ταῦτα ἴδῃς αὐτὸν πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξάμενον πρὸς τὸν γεγεννηκότα, εἰδέναι ἔχῃς, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ὥς γε οὐδὲ ὑπὸ τῆς συμφορᾶς συνεστάλη. Ἱκανὴ γὰρ ἡ τοσαύτη ἀθυμία πᾶσαν σβέσαι ἡδονὴν, καὶ οὐδὲν οὕτω ταύτην τὴν φλόγα καὶ τὴν μανίαν καταστεῖλαι δύναται, ὡς ἀθυμίας ἐπίτασις καὶ συμφορᾶς ὑπερβολή. Ὁ τοίνυν ἐν τοσούτῳ μεγέθει τῶν κακῶν τοσαύτην ἐπιδειξάμενος τὴν λύτταν καὶ μανίαν περὶ τὴν παιδοποιίαν, ποίας ἂν εἴη συγγνώμης ἄξιος; Ἀλλ' ἐντεῦθεν ἡμῖν πάλιν ἕτερον τίκτεται ζήτημα, τὸ πολυθρύλλητον ἐκεῖνο καὶ πανταχοῦ περιφερόμενον, τίνος ἕνεκεν τοῦ πατρὸς ἁμαρτόντος ὁ υἱὸς τὴν κατάραν δέχεται; Ἀλλ' ἵνα μὴ νῦν μακρὸν ποιῶμεν τὸν λόγον, τοῦτο ταμιευσόμεθα πρὸς τὸ παρὸν, ἵν' ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον ἀφικώμεθα, τότε καὶ τὴν λύσιν ἐπαγάγωμεν, ἣν ἂν ὁ Θεὸς παράσχῃ. Οὐδὲν γὰρ, καθάπερ ἔφθην εἰπὼν, τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἄνευ λόγου τινὸς καὶ αἰτίας ἐστὶν εὑρεῖν ἐγγεγραμμένον. Τέως οὖν τοῦτο ἔγνωμεν, ὅτι οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, τῆς προσηγορίας τοῦ υἱοῦ ἐμνημόνευσεν ὁ Μωϋσῆς εἰπὼν, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς εἰσιν οὗτοι υἱοὶ, φησὶ, Νῶε, καὶ ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, μηδὲ τὸ νῦν ῥηθὲν, ἀλλ' ἐννοήσωμεν καὶ ἐξ αὐτοῦ τούτου τῆς δυνάμεως τοῦ Θεοῦ τὸ μέγεθος. Τρεῖς, φησὶν, ἦσαν οὗτοι υἱοὶ Νῶε, καὶ ἐκ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Πῶς ἀπὸ τῶν τριῶν τοσοῦτον πλῆθος ἐπέδωκε; πῶς ἠδυνήθησαν διαρκέσαι; πῶς ἐκ τῶν ὀλίγων τούτων ἅπας ὁ κόσμος συνέστη; πῶς αὐτοῖς τὰ σώματα διέμεινεν; Οὐκ ἰατρὸς ἦν ὁ θεραπείαν προσάγων, οὐκ ἄλλη τις ἐπιμέλεια. Οὐδέπω γὰρ οὐδὲ πόλεις ἦσαν δειμάμενοι, ἀλλὰ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν, καὶ τὴν ἐν τῇ κιβωτῷ διαγωγὴν, ὡς τεταριχευμένοι καὶ κατειργασμένοι ἐξῆλθον, καὶ ἐν τοσαύτῃ μονώσει τυγχάνοντες καὶ ἐρημίᾳ ἀφάτῳ πῶς οὐ διεφθάρησαν; πῶς οὐκ ἀπώλοντο; Ὁ γὰρ φόβος, εἰπέ μοι, καὶ ἡ ἀγωνία οὐ κατέσειεν αὐτῶν τὴν διάνοιαν, καὶ διετάρασσε τὸν λογισμόν; Μὴ ξενισθῇς, ἀγαπητέ· Θεὸς γὰρ ἦν ὁ πάντα ἐργαζόμενος, καὶ ὁ τῆς φύσεως δημιουργὸς ἦν ὁ πάντα ταῦτα τὰ κωλύματα ἀναιρῶν, καὶ τὸ πρόσταγμα αὐτοῦ ἐκεῖνο τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, αὐτοῖς καὶ τὴν ἐπίδοσιν ἐχαρίσατο. Ἐπεὶ καὶ οἱ Ἰσραηλῖται ἡνίκα εἰς Αἴγυπτον τῇ πλινθείᾳ καὶ τῷ πηλῷ κατειργάσθησαν, ταύτῃ πολλῷ μᾶλλον εἰς πλῆθος ἐπέδωκαν, καὶ οὔτε τὸ ἀνηλεὲς ἐκεῖνο καὶ ὠμὸν ἐπίταγμα τοῦ Φαραῶ, τὸ κελεῦον τὰ ἄῤῥενα εἰς τὸν ποταμὸν ῥίπτεσθαι, οὐδὲ ἡ λοιπὴ κακουχία, ἣν ὑπὸ τῶν ἐργοδιωκτῶν ὑπέμενον, ἴσχυσεν ἐλαττῶσαι αὐτῶν τὸ πλῆθος, ἀλλὰ καὶ μᾶλλον εἰς πλῆθος ἐπεδίδουν. Ἡ γὰρ ἄνωθεν ῥοπὴ ἦν ἡ διὰ τῶν ἐναντίων ἅπαντα ἐργαζομένη.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
