# In Genesim (homiliae 1-67) 4.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΘʹ Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-29

Τὸ τῆς μέθης ὄνομα, ἀγαπητὲ, ἐπὶ τῆς ἁγίας Γραφῆς οὐ πανταχοῦ ἐπὶ τούτου εἴρηται, ἀλλὰ καὶ ἐπὶ πλησμονῆς. Τοῦτο οὖν ἄν τις εἴποι περὶ τοῦ δικαίου τούτου, ὅτι οὐ δι' ἀκρασίαν εἰς τὴν μέθην κατέπεσεν, ἀλλ' ἡ πλησμονὴ τοῦτο αὐτῷ εἰργάσατο. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, ἀντὶ τοῦ, πλησθήσονται. Ἄλλως δὲ οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες οὐδέποτε κόρον λαμβάνουσιν, ἀλλ' ὅσῳ ἂν ἐγχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα γίνεται τοῦ δίψους· καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ' αὐτῆς αἰχμαλώτους γεγενημένους. Καὶ ἐφύτευσε, φησὶν, ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἕξω που τοῦτο πάσχοντα, ἀλλὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ ὅτι Ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα ἐκ τῶν ἐπαγομένων τὴν ἐπίτασιν ἴδῃς τῆς πονηρίας τοῦ τὴν γύμνωσιν ἐκπομπεύσαντος. Καὶ εἶδε, φησὶ, Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Τάχα εἰ καί τινες ἕτεροι ἦσαν, κἀκείνοις ἂν ἐμήνυσε τὴν τοῦ πατρὸς ἀσχημοσύνην· τοσαύτη ἦν τοῦ παιδὸς ἡ μοχθηρία. Διὰ γὰρ τοῦτο, ἵνα μάθῃς ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς διεφθαρμένος ἦν τὴν γνώμην, οὐχ ἁπλῶς εἶπεν ἡ Γραφὴ, ὅτι εἶδε Χὰμ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τί; Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναάν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ ἐνταῦθα τοῦ υἱοῦ λέγει τὴν προσηγορίαν; Ἵνα μάθῃς ὅτι ἀκρατής τις ἦν καὶ ἀκόλαστος, καὶ ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐν τοσαύτῃ καταστάσει παιδοποιεῖν ἠνέσχετο, ἀπὸ τῆς αὐτῆς καὶ νῦν εἰς τὸν γεγεννηκότα ἐξύβρισε. Καὶ ἐξελθὼν, φησὶν, ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς οὐκ ἐν τῇ φύσει τὰ τῆς κακίας ἔγκειται, ἀλλ' ἐν τῇ γνώμῃ καὶ ἐν τῇ προαιρέσει. Ἰδοὺ γὰρ ἀμφότεροι τῆς αὐτῆς φύσεως, καὶ ἀδελφοὶ, τὸν αὐτὸν ἔσχον πατέρα, τῶν αὐτῶν ἀπήλαυσαν ὠδίνων, τῆς αὐτῆς ἐπιμελείας ἔτυχον, ἀλλ' οὐ τὴν αὐτὴν προαίρεσιν ἐπεδείξαντο· ἀλλ' ὁ μὲν πρὸς τὴν κακίαν ἐξώλισθεν, οἱ δὲ τὴν ὀφειλομένην τῷ πατρὶ τιμὴν ἀπένειμαν. Ἴσως δὲ καὶ ἐπεμβαίνων τῇ τοῦ πατρὸς ἀσχημοσύνῃ καὶ κωμῳδῶν τὸ γεγονὸς ἐξήγγειλε, καὶ οὐκ ἤκουσε σοφοῦ τινος λέγοντος· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἀλλ' οἱ ἀδελφοὶ οὐχ οὕτως· ἀλλὰ τί; Ταῦτα ἀκούσαντες, Λαβόντες, φησὶ, Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὑτῶν οὐκ εἶδον. Εἶδες εὐγνωμοσύνην παίδων; Ὁ μὲν καὶ ἐξεπόμπευσεν, οἱ δὲ οὐδὲ ἰδεῖν ἀνέχονται, ἀλλ' ὀπισθοφανῶς βαδίζουσιν, ἵνα ὀρθῶς βαδίσαντες συγκαλύψωσι τοῦ πατρὸς τὴν γύμνωσιν. Καὶ ὅρα αὐτῶν μετὰ τῆς πολλῆς εὐγνωμοσύνης καὶ τὴν ἐπιείκειαν. Οὔτε γὰρ ἐπιτιμῶσιν, οὔτε ἐπιπλήττουσι τῷ ἀδελφῷ, ἀλλ' ἀκούσαντες, ἑνὸς μόνου γίνονται, τοῦ τὴν διόρθωσιν ταχεῖαν ποιήσασθαι, καὶ τὰ εἰς τιμὴν τοῦ γεγεννηκότος συντείνοντα ἐπιδείξασθαι. Καὶ τὸ πρόσωπον αὐτῶν, φησὶν, ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Πολλὴ τῶν παίδων ἡ εὐλάβεια, καὶ ταύτην ἡμῖν δείκνυσιν οὐ τὸ σκεπάσαι μόνον, ἀλλὰ καὶ μὴ ἀνασχέσθαι ἰδεῖν. Παιδευθῶμεν τοίνυν καὶ ἐντεῦθεν, καὶ ἐξ ἀμφοτέρων κερδάνωμεν, καὶ τούτους μὲν μιμώμεθα, ἐκείνου δὲ τὸν ζῆλον φεύγωμεν. Εἰ γὰρ γύμνωσιν αἰσθητὴν ὁ ἐκπομπεύσας, κατάρας ἑαυτὸν ὑπεύθυνον κατέστησε, καὶ τῆς ὁμοτιμίας τῶν ἀδελφῶν ἐκπεσὼν, δουλεύειν αὐτοῖς κατεδικάσθη, εἰ καὶ μὴ αὐτὸς ἐκεῖνος, ἀλλ' οἱ ἐξ αὐτοῦ πάντες· τί πείσονται οἱ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν ἐκπομπεύοντες, καὶ οὐ μόνον οὐ περιστέλλοντες, ἀλλὰ καὶ μειζόνως αὐτὰ ποιοῦντες κατάδηλα, καὶ πολλὰ ἐκ τούτου ἐργαζόμενοι τὰ ἁμαρτήματα; Ὅταν γὰρ δημοσιεύσῃς τοῦ ἀδελφοῦ τὸ πταῖσμα, οὐ μόνον ἐκεῖνον ἀναισχυντότερον καὶ ὀκνηρότερον εἰργάσω ἴσως πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς, ἀλλὰ καὶ τοὺς ἀκούοντας ῥᾳθυμοτέρους κατέστησας, καὶ πρὸς ἀπόνοιαν ἤλειψας· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ βλασφημεῖσθαι τὸν Θεὸν παρεσκεύασας. Τοῦτο δὲ ὅσην προξενεῖ τὴν κόλασιν τοῖς τὴν αἰτίαν παρέχουσιν, οὐδεὶς ἀγνοεῖ. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ Χὰμ τὸν ζῆλον, μιμησώμεθα δὲ τῶν εὐγνωμόνων τούτων παίδων τὴν αἰδῶ, ἣν περὶ τὴν γύμνωσιν τοῦ πατρὸς ἐπεδείξαντο· καὶ οὕτω τὰ τῶν ἀδελφῶν συσκιάζωμεν ἁμαρτήματα, οὐχ ἵνα εἰς ῥᾳθυμίαν αὐτοὺς παιδοτριβήσωμεν, ἀλλ' ἵνα ταύτῃ μάλιστα πλείονα αὐτοῖς ἀφορμὴν παράσχωμεν τοῦ ταχέως τῆς λύμης ἐκείνης ἀπαλλαγῆναι, καὶ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐπανελθεῖν. Ὥσπερ γὰρ τὸ μὴ πολλοὺς ἔχειν μάρτυρας τῶν οἰκείων πλημμελημάτων εὐκολωτέραν κατασκευάζει τῷ νήφοντι τὴν ἐπάνοδον· οὕτως, ἐπειδὰν ἀπερυθριάσῃ ψυχὴ, καὶ ἴδῃ ὅτι οὐδένα λέληθε τὰ πονηρὰ διαπραττομένη, οὐκ εὐκόλως ἀποστῆναι ἀνέχεται, ἀλλὰ καθάπερ εἰς ὕλην τινὰ καὶ βυθὸν ἐμπεσοῦσα, καὶ ὑπὸ μυρίων κυμάτων κάτω παρελκομένη δυσκόλως ἀνανεῦσαι δυνήσεται, εἰς ἀπόγνωσιν λοιπὸν ἐμπεσοῦσα καὶ πρὸς τὴν ἐπάνοδον ἀπαγορεύουσα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
