# In Genesim (homiliae 1-67) 4.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-32

Σκόπει πῶς μακρότερα τὰ σκάμματα τῷ δικαίῳ ἐγίνετο. ᾨκονόμει γὰρ ὁ Δεσπότης μὴ μόνον τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον διδάσκαλον αὐτὸν γενέσθαι, καὶ τὸ φῶς τῆς οἰκείας ἀρετῆς πᾶσι κατάδηλον ποιῆσαι. Καθάπερ γὰρ φωστῆρά τινα λανθάνοντα καὶ κεκρυμμένον εἰς τὴν Χαλδαίων, ἐκεῖθεν ἀνέστησεν, ἵνα τοὺς ἐν τῷ σκότει τῆς πλάνης καθημένους χειραγωγήσῃ πρὸς τὴν τῆς ἀληθείας ὁδόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐ τοὺς ἐν τῇ Χαλδαίων χώρᾳ παρεσκεύασε δι' αὐτοῦ πρὸς τὴν εὐσέβειαν ἀναχθῆναι; Εἰκὸς μέν ἐστι καὶ τῆς ἐκείνων σωτηρίας δι' ἑτέρων γενέσθαι τὴν πρόνοιαν· ὅμως δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι. Ἵνα οὖν τὴν ἐπαγγελίαν εἰς ἔργον ἀγάγῃ τὴν αὑτοῦ, ἣν ἐποιήσατο λέγων, Καὶ μεγαλυνῶ τὸ ὄνομά σου, διὰ τοῦτο καὶ τὸν λιμὸν συγχωρεῖ γενέσθαι, καὶ διὰ τούτου ἀνάγκην εἰς τὴν Αἴγυπτον αὐτὸν ἀφικέσθαι, ἵνα μάθωσι καὶ οἱ αὐτόθι, ὅση τοῦ ἀνδρός ἐστιν ἡ ἀρετή. Καθάπερ γάρ τις δήμιος δεσμὰ περιβαλὼν, οὕτως αὐτοὺς ὁ λιμὸς ἀπὸ τῆς ἐρημίας ἀναστήσας ἐπὶ τὴν Αἴγυπτον εἷλκεν. Ἀλλ' ἴδωμεν λοιπὸν τὰ ἐντεῦθεν, καὶ ὅσῃ περιστάσει ὁ δίκαιος περιπέπτωκεν, ἵνα καὶ αὐτοῦ τὴν ἀνδρείαν μάθωμεν, καὶ τῆς γυναικὸς τὴν φιλόσοφον γνώμην. Ἐπειδὴ γὰρ πολὺ τῆς ὁδοῦ προῆλθον, καὶ γεγόνασι λοιπὸν πλησίον τῆς Αἰγύπτου, ἐναγώνιος γέγονεν ὁ δίκαιος, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς δεδοικὼς καὶ τρέμων διαλέγεται τῇ γυναικί. Ἐγένετο γὰρ, φησὶ ἡνίκα ἤγγισεν Ἄβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπε Σάρᾳ τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὅταν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Εἶδες ἐκ τῶν ῥημάτων εἰς ὅσον ἀγῶνα καὶ δειλίαν ὁ δίκαιος κατέστη· καὶ οὐδαμοῦ τὸν λογισμὸν ἐταράττετο, οὐδὲ ἐθορυβεῖτο τὴν γνώμην, οὐδὲ ἐνενόει καὶ ἔλεγε· Τί τοῦτο; ἆρα ἐγκατελείφθημεν; ἆρα ἠπατήθημεν; ἆρα μὴ ἐρήμους ἡμᾶς κατέλιπε τῆς αὑτοῦ προνοίας ὁ Δεσπότης; ὁ εἰπὼν, Μεγαλυνῶ σε, καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὕτως ἡμᾶς ἀφίησι νῦν περὶ τῶν ἐσχάτων αὐτῶν δεδοικέναι, καὶ εἰς προφανῆ κίνδυνον ἐμπεσεῖν; Οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν ὁ δίκαιος κατεδέξατο, ἀλλ' ἑνὸς νῦν ἐγίνετο μόνου, ὅπως δυνηθῇ σοφισάμενός τινα μηχανὴν, καὶ τοῦ λιμοῦ παραμυθίαν εὑρεῖν, καὶ τῶν Αἰγυπτίων τὰς χεῖρας διαφυγεῖν. Γινώσκω, φησὶν, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ὅρα πόση τῆς γυναικὸς ἦν ἡ εὐμορφία, ὅτι καὶ εἰς γῆρας αὐτῶν ἐλασάντων λοιπὸν, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἔτι ἔμενεν ἀκμάζουσα, τοῦ κάλλους τὴν ὥραν ἐπὶ τῆς ὄψεως φέρουσα, καὶ ταῦτα μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ κακουχίαν, ἣν κατὰ τὰς ὁδοὺς ὑπέμενεν ἀπὸ τόπων εἰς τόπους μετανισταμένη, καὶ ἀπὸ μὲν τῆς Χαλδαίων χώρας εἰς τὴν Χαῤῥὰν μετανισταμένη, κἀκεῖθεν εἰς τὴν Χαναὰν, καὶ πάλιν ἐντεῦθεν ἐκεῖ ἐν τῇ Χαναναίᾳ, κἀκεῖθεν ὧδε, καὶ νῦν πάλιν εἰς τὴν Αἴγυπτον. Τίνα οὖν οὐκ ἂν καὶ τῶν σφριγώντων ἀνδρῶν αἱ οὕτω συνεχεῖς ἀποδημίαι κατειργάσαντο; Ἀλλ' ἡ θαυμασία αὕτη, καὶ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν ἔτι λάμπουσα τῷ τῆς ὄψεως κάλλει, πολὺ καὶ σφοδρὸν τὸ δέος ἐνεποίει τῷ δικαίῳ· διὸ καὶ ἔλεγε· Γινώσκω ἐγὼ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Σκόπει πῶς ἐθάῤῥει τῷ τρόπῳ τῆς γυναικὸς, καὶ οὐκ ἔδεισε μή ποτε τοῖς ἐπαίνοις χαυνωθῇ, ἀλλὰ καὶ τοιαύτην εἰσάγει τὴν συμβουλὴν λέγων· Ἵνα μὴ ἐμὲ μὲν ἀποκτείνωσι, σὲ δὲ περιποιήσωνται, Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Ἐπειδὴ οὐ τὸ τυχὸν ἦν ὅπερ ἐπέταττε, διὰ τοῦτο διὰ τῶν ἐπαγομένων ῥημάτων ἐφελκύσασθαι αὐτὴν ἠβουλήθη, ὥστε καὶ εἰς οἶκτον αὐτὴν ἐπικάμψαι, καὶ πεῖσαι μετὰ προθυμίας ὑποκρίνασθαι τὸ δρᾶμα. Ἔσται οὖν, φησὶν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Οὐκ εἶπε, Σὲ καθυβρίσουσι· τέως οὐ βούλεται αὐτὴν καταπλῆξαι διὰ τῶν ῥημάτων, ἄλλως τε καὶ δέδοικεν ὑπὲρ τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Διὰ τοῦτό φησι, Σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἐννόει μοι ἐν οἵᾳ καταστάσει τυγχάνειν εἰκὸς ἦν τοῦ δικαίου τὴν διάνοιαν, ἡνίκα ταῦτα συνεβούλευε τῇ γυναικί. Ἴστε γὰρ, ἴστε πῶς οὐδὲν τούτου βαρύτερόν ἐστι τοῖς ἀνδράσιν, εἰς τὸ κἂν εἰς ὑποψίαν τοιαύτην τὴν γαμετὴν ἐλθεῖν. Ὁ μέντοι δίκαιος καὶ σπουδάζει καὶ πάντα ποιεῖ, ὥστε εἰς ἔργον τὴν μοιχείαν ἐκβῆναι. Ἀλλὰ μὴ ἁπλῶς, ἀγαπητὲ, καταψηφίσῃ τοῦ δικαίου, ἀλλὰ καὶ ἐκ τούτου μάλιστα κατάμαθε αὐτοῦ καὶ τὴν σύνεσιν τὴν πολλὴν καὶ τὴν ἀνδρείαν· τὴν ἀνδρείαν μὲν, ὅτι οὕτω γενναίως ἀντεῖχε καὶ περιεγένετο τῆς τῶν λογισμῶν ταραχῆς, ὡς καὶ τοιαῦτα συμβουλεῦσαι. Ὅτι γὰρ οὐδέν ἐστι τούτου ἀφορητότερον, ἄκουε τοῦ Σολομῶντος λέγοντος· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται πολλῶν δώρων τὴν ἔχθραν· καὶ πάλιν· Σκληρὸς ὡς ᾅδης ζῆλος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
