Ancient Greek
ΟΜΙΛΙΑ ΛΖʹ Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-37
Not analysed yet
Εἴδετε πῶς ἅπαντα μετὰ ἀκριβείας ἐγνώρισε τῷ πατριάρχῃ, ἵνα πανταχόθεν αὐτοῦ νευρώσῃ τὴν πίστιν, καὶ ἐκ τῶν πρὸς αὐτὸν εἰρημένων ἔχῃ θαῤῥεῖν, ὅτι καὶ τὰ εἰς τοὺς ἐκγόνους πάντως ἐκβήσεται· καὶ ἐκ τῶν προειρημένων πάλιν βεβαίαν κτήσηται τὴν πίστιν, ὥστε καὶ τὰ κατ' αὐτὸν ἤδη εἰς ἔργον ἐλθεῖν ἀνάγκη. Εἶτα, ἐπειδὴ ἐπλήρωσε τὴν πρόῤῥησιν, καὶ ἐδέξατο σημεῖον ἱκανὸν τῶν πρὸς αὐτὸν γεγενημένων. Ἐπειδὴ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φησὶ, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων. Καὶ ἡ φλὸξ καὶ ὁ κλίβανος καὶ αἱ λαμπάδες ἐγίνοντο πρὸς τὸ γνωρίσαι τῷ δικαίῳ τῶν συνθηκῶν τὸ βέβαιον, καὶ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐπληρώθη ἅπαντα καὶ ἀπηρτίσθη, τοῦ πυρὸς ἀναλώσαντος τὰ προκείμενα, Διέθετο, φησὶ, Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Ἄβραμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, τοὺς Κιναίους, καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Κεδμωναίους, παὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς Ῥαφαεὶμ, καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους. Ὅρα πῶς πάλιν τῇ συνεχείᾳ βεβαιοῖ τὴν εἰς αὐτὸν ἐπαγγελίαν. Διέθετο γὰρ, φησὶ, διαθήκην, λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Εἶτα, ἵνα ἐκ τοῦ πλάτους τῆς γῆς, καὶ ἐκ τοῦ μεγέθους τῶν ὁρίων εἰδέναι ἔχῃ ὁ δίκαιος, ὅσον ἐκταθήσεται αὐτοῦ τὸ σπέρμα, φησίν· Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου τοσοῦτον ἔσται, φησὶ, τὸ σπέρμα σου. Σκόπει πῶς διὰ πάντων τοῦ πλήθους αὐτῷ τὴν ὑπερβολὴν ἐμφᾶναι βούλεται. Ἀνωτέρω γὰρ εἰπὼν, κατὰ τὸ τῶν ἄστρων πλῆθος οὕτως ἀναρίθμητον αὐτὸ ποιήσειν, ἐνταῦθα καὶ τὸ μῆκος τῶν ὁρίων δῆλον ἐποίησεν, ἵνα καὶ ἐντεῦθεν μάθῃ τοῦ μέλλοντος ἔσεσθαι πλήθους τὴν ἔκτασιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατ' εἶδος τῶν ἐθνῶν μνημονεύει, ὧν ἔμελλε τὴν κατάσχεσιν παρέξειν αὐτοῦ τῷ σπέρματι, ἵνα πολλὴν διὰ πάντων πληροφορίαν παράσχῃ τῷ δικαίῳ. Καὶ τοσούτων ἐπαγγελιῶν γεγενημένων, ἔτι ἔμενεν ἄγονος ἡ Σάρα, καὶ τὸ γῆρας αὐτοῖς ἐπετείνετο, ἵνα τῆς πίστεως αὐτῶν μέγιστον τεκμήριον ἐξενέγκαντες, τότε καὶ τῆς ἀνθρωπίνης φύσεως ἴδωσι τὴν ἀσθένειαν, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὸ μέγεθος. Ἀλλ' ἵνα μὴ πάλιν εἰς πολὺ μῆκος τὴν διδασκαλίαν ἐκτείνωμεν, μέχρι τούτου τὰ τῆς ὑποθέσεως στήσαντες καταπαύσωμεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς ζηλωτὰς γενέσθαι τοῦ πατριάρχου. Ἐννόησον γὰρ, ἀγαπητὲ, διὰ τὰ ῥήματα ἐκεῖνα, ἃ πρὸς τὸν βασιλέα Σοδόμων ἐποιήσατο, μᾶλλον δὲ καὶ διὰ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἢν διὰ πάσης ἐπεδείκνυτο τῆς ζωῆς, πόσης ἠξιώθη τῆς ἀμοιβῆς, καὶ πόσην περὶ αὐτὸν τὴν συγκατάβασιν ὁ Δεσπότης ἐπεδείξατο, δεικνὺς διὰ τῶν εἰς τὸν πατριάρχην γεγενημένων ἅπασιν ἡμῖν τῆς φιλοτιμίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι, κἂν βραχύ τι προλαβόντες ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲ τὸ τυχὸν ὑπερθέμενος, μεγάλαις ἡμᾶς ἀμείβεται ταῖς δωρεαῖς, μόνον ἐὰν εἰλικρινῆ τὴν πίστιν ἐπιδειξώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ μηδέποτε σαλευώμεθα τὸν λογισμὸν, ἀλλ' ἐρηρεισμένην ἔχωμεν τὴν γνώμην Ἐντεῦθεν γὰρ καὶ οὗτος εὐδοκίμησεν. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου ἀνακηρύττοντος αὐτοῦ τὴν πίστιν, ἣν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπεδείξατο· φησὶ γὰρ, Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται· ἐκεῖνο ἡμῖν αἰνιττόμενος τὸ παρὰ τοῦ Θεοῦ εἰρημένον· Ἔξελ θε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἶδες πίστιν βεβαίαν; εἶδες γνώμην εἰλικρινῆ; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα καὶ ἐξέλθωμεν τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ ἐκ τῶν τοῦ παρόντος βίου πραγμάτων, καὶ ὁδεύσωμεν εἰς τὸν οὐρανόν. Δυνατὸν γὰρ, ἐὰν ἐθέλωμεν, καὶ ἐνταῦθα διάγοντες τῆς ἐκεῖ ὁδοῦ ἔχεσθαι, ὅταν ἄξια τῶν οὐρανῶν διαπραττώμεθα, ὅταν μὴ περὶ τὰ τοῦ κόσμου ὦμεν ἐπτοημένοι, ὅταν μὴ τὴν δόξαν τὴν κενὴν τοῦ βίου τούτου ἐπιζητῶμεν, ἀλλὰ ταύτης ὑπερορῶντες, ἐκείνης ἐφίεσθαι σπουδάζωμεν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης· ὅταν μὴ περὶ τὴν τῆς ἐσθῆτος πολυτέλειαν ἀπασχολώμεθα, μηδὲ τὸ σῶμα καλλωπίζειν σπουδάζωμεν, ἀλλὰ πάντα τοῦτον τὸν ἔξωθεν κόσμον μετάγωμεν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ μὴ ἀνεχώμεθα γυμνὴν αὐτὴν καὶ ἔρημον ταύτης τῆς ἀρετῆς τῶν ἐνδυμάτων περιορᾷν· ὅταν καταγελῶμεν τρυφῆς, ὅταν γαστριμαργίαν φεύγωμεν, ὅταν μὴ τὰ συμπόσια καὶ τὰ δεῖπνα μεταδιώκωμεν, ἀλλὰ τῆς αὐταρκείας ἐχώμεθα, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν περιττῶν, καὶ τοῦ τὴν γαστέρα διαῤῥήγνυσθαι ὑπὸ τῆς πολλῆς ἀδδηφαγίας, ἢ τοῦ λογισμοῦ τὸ κριτήριον ἡμῖν διαφθείρεσθαι ἀπὸ τῆς ἀμέτρου οἰνοποσίας; ἢ οὐχὶ ἐντεῦθεν καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πάντα τίκτεται τὰ κακά; Πόθεν γὰρ αἱ νόσοι αἱ παντοδαπαὶ, καὶ τῶν μελῶν αἱ διαστροφαί; Οὐχὶ ἐντεῦθεν ἀπὸ τοῦ τὴν χρείαν ὑμᾶς ὑπερβαίνοντας βαρὺ φορτίον ἐπιτιθέναι τῇ γαστρί; Πόθεν δὲ αἱ μοιχεῖαι, αἱ πορνεῖαι, αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, οἱ φόνοι, αἱ λῃστεῖαι, καὶ πᾶσα τῆς ψυχῆς ἡ διαφθορά; Οὐ διὰ τὸ τοῦ πλείονος ἐφίεσθαι τῆς συμμετρίας; Ὥσπερ γὰρ ῥίζαν τῶν κακῶν ἁπάντων τὴν φιλαργυρίαν ὁ Παῦλος ἐκάλεσεν, οὕτως οὐκ ἄν τις ἁμάρτοι πηγὴν τῶν κακῶν ἁπάντων προσκαλῶν τὴν ἀμετρίαν, καὶ τὸ τὴν χρείαν ἐφ' ἑκάστου βούλεσθαι ἡμᾶς ὑπερβαίνειν. Εἰ γὰρ ἐβουλόμεθα καὶ ἐν τῇ τροφῇ, καὶ ἐν τοῖς ἐνδύμασι, καὶ ἐν τοῖς οἰκήμασι, καὶ ἐν ταῖς χρείαις ταῖς ἄλλαις ταῖς σωματικαῖς μὴ αὐτῶν ἐφίεσθαι, ἀλλὰ τὰ ἀναγκαῖα μόνον ἐπιζητεῖν, πολλῆς ἂν λύμης ἀπήλλακτο τὸ τῶν ἀνθρώπων γένος.