# In Genesim (homiliae 1-67) 4.1-38

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΗʹ Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-38

Ὅρα πόση τὸ παλαιὸν ἐπολιτεύετο παρ' αὐτοῖς ἡ φιλοσοφία· πῶς καὶ οἱ ἄνδρες ἦσαν ἐγκρατεῖς, καὶ τῆς σωφροσύνης πολὺν ποιούμενοι λόγον, καὶ αἱ γυναῖκες ζηλοτυπίας ἐκτὸς ἐτύγχανον. Ἐπίτηδες γὰρ ἡ Γραφὴ συνεχῶς λέγει, Καὶ λαβοῦσα Σάρα Ἅγαρ τὴν παιδίσκην· καὶ πάλιν, Ἔδωκεν αὐτὴν εἰς γυναῖκα· ἵνα μάθῃς ὅπως ἀπαθῶς τὸ πρᾶγμα μετεχείριζε, καὶ πόση παρ' αὐτοῖς ἦν ἡ φιλοσοφία. Καὶ εἰσῆλθε, φησὶ, πρὸς Ἅγαρ, καὶ συνέλαβεν. Ὅρα πῶς μανθάνει ἡ Σάρα, ὅτι οὐ παρὰ τὸν δίκαιον ἐν ἀπαιδίᾳ ἐτύγχανεν, ἀλλὰ παρὰ τὴν στείρωσιν τὴν ἑαυτῆς· εὐθέως γὰρ ἡ συνουσία τὴν σύλληψιν εἰργάσατο. Ἀλλ' ὅρα πάλιν τῆς παιδίσκης τὴν ἀγνωμοσύνην, καὶ τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν, ἵνα μάθῃς καὶ ἐντεῦθεν τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν. Καὶ εἶδε, φησὶν, ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἦθος· ἂν μικρᾶς εὐπραγίας ἐπιλάβωνται, οὐκ ἀνέχονται μένειν εἴσω τῶν οἰκείων ὅρων, ἀλλ' εὐθέως ἐπιλανθάνονται τῆς οἰκείας τάξεως, καὶ πρὸς ἀγνωμοσύνην ἐπείγονται· ὅπερ καὶ αὐτὴ ἡ παιδίσκη πέπονθεν. Ἐπειδὴ γὰρ εἶδε τῆς γαστρὸς τὸν ὄγκον, οὐκ ἐννοοῦσα οὐ τῆς δεσποίνης τὴν ἄφατον φιλοσοφίαν, οὐ τῆς οἰκείας ἀξίας τὴν εὐτέλειαν, ἀλλ' ἐπαρθεῖσα καὶ μέγα φρονήσασα ὑπερορᾷ τῆς δεσποίνης τῆς τοσαύτην περὶ αὐτὴν ἐπιδειξαμένης τὴν κηδεμονίαν, ὡς καὶ ἐπὶ τὴν εὐνὴν αὐτὴν ἀγαγεῖν τοῦ ἀνδρός. Τί οὖν ἡ Σάρα; Εἶπε, φησὶ, πρὸς Ἄβραμ· Ἀδικοῦμαι ἐκ σοῦ. Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐνταῦθά μοι σκόπει τοῦ δικαίου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν αἰδὼ ἣν περὶ τὴν Σάραν ἐπιδείκνυται, συγγνώμην αὐτὴν αἰτῶν τῆς ἀλόγου ταύτης αἰτίας. Ἡ γὰρ ταῖς χερσὶ παραδοῦσα τὴν παιδίσκην τῷ ἀνδρὶ, ἡ εἰποῦσα, Εἴσελθε πρὸς τὴν παιδίσκην μου· ἡ οἴκοθεν καὶ ἀφ' ἑαυτῆς πρὸς τὴν συνουσίαν αὐτὸν προτρεψαμένη, αὕτη νῦν μεταβαλλομένη φησὶν, Ἀδικοῦμαι ἐκ σοῦ. Μὴ γὰρ αὐτὸς ἐπέδραμεν, ὦ γύναι, τῇ τῆς παιδίσκης συνουσίᾳ; μὴ γὰρ ἐξ ἀσελγείας ὁρμηθεὶς τῷ πράγματι ἐπεπήδησε; Σοὶ πειθόμενος καὶ τῷ σῷ ἐπιτάγματι τοῦτο πεποίηκε. Τί οὖν ἠδίκησαι παρὰ τοῦ ἀνδρός; Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου. Εἰ τοίνυν ὁμολογεῖς ὅτι αὐτὴ δέδωκας, καὶ οὐκ ἀφ' ἑαυτοῦ ταύτην ἔλαβε, τίνος ἕνεκεν ἀδικίαν ἐγκαλεῖς; Ναὶ, φησίν· εἰ γὰρ καὶ ἐγὼ δέδωκα, ἀλλ' ὁρῶν αὐτῆς τὴν προπέτειαν ὤφειλες ἐπισχεῖν αὐτῆς τὴν ἀκόλαστον γνώμην. Ἰδοῦσα γὰρ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Γυναικὸς ἀληθῶς ταῦτα τὰ ῥήματα καὶ τῆς ἀσθενείας ταύτης τῆς φύσεως· μονονουχὶ γὰρ ταῦτά φησι πρὸς αὐτόν· Ἐγὼ μὲν τὴν ἀπαιδίαν βουλομένη παραμυθήσασθαι τὴν σὴν, τοσαύτην ἐπεδειξάμην τὴν κηδεμονίαν, ὡς καὶ τὴν ἐμὴν παιδίσκην καὶ ταῖς ἐμαυτῆς σοι χερσὶ παραδοῦναι, καὶ πρὸς τὴν συνουσίαν προτρέψασθαι· ὁρῶν δὲ αὐτὸς ἐντεῦθεν αὐτὴν γενομένην προπετεστέραν διὰ τὸν τῆς γαστρὸς ὄγκον, καὶ φρονήματος ἐμπεπλησμένην, δέον ἀναστεῖλαι καὶ ἐκδικῆσαί σε τὰς ὕβρεις τὰς εἰς ἐμὲ γινομένας, οὐκ ἐποίησας· ἀλλ' ὡσανεὶ πάντων τῶν προτέρων ἐπιλαθόμενος, περιορᾶσθαι ἐμὲ καταδέχῃ, τὴν ἐν τοσούτοις ἔτεσι συνοικήσασαν, ὑπὸ τῆς Αἰγυπτίας τῆς παιδίσκης τῆς ἐμῆς ἀτιμαζομένην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα. Καὶ εἰ μὴ φιλόσοφός τις ἦν ὁ πατριάρχης, καὶ πολλὴν τὴν αἰδὼ περὶ τὴν Σάραν ἐπεδείκνυτο, καὶ ἐδυσχέρανεν ἂν πρὸς τὰ ῥήματα, καὶ ἤλγησεν ἐπὶ τῇ βαρύτητι τῶν λεχθέντων. Ἀλλ' ὁ θαυμάσιος οὗτος πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ἀφορῶν, πᾶσαν ἔδωκεν αὐτῇ συγγνώμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐννόησον, φησὶ, πόσον πρᾶγμα κατεδεξάμην διὰ τὴν σὴν παραμυθίαν, βουλομένη σε κἂν γοῦν ἐν γήρᾳ πατέρα κληθῆναι, καὶ τὴν παιδίσκην τὴν ἐμὴν εἰς τὴν ἀξίαν τὴν ἐμαυτῆς ἀνήγαγον· σὺ δὲ ὁρῶν ἀγνωμόνως αὐτὴν ἐντεῦθεν διατεθεῖσαν, οὐκ ἤμυνας, οὐκ ἠμείψω με τῆς γνώμης, ἣν περὶ σὲ ἐπεδειξάμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος, φησὶν, ὁ τὰ ἀπόῤῥητα ἑκάστου ἐπιστάμενος τῆς διανοίας, αὐτὸς ἔσται κριτὴς μεταξὺ ἡμῶν, καὶ πῶς ἐγὼ μὲν παντὸς πάθους ἀνωτέρα γενομένη προετίμησα ἐμαυτῆς τὴν παραμυθίαν τὴν σὴν, καὶ εἰς τὴν εὐνὴν τὴν ἐμὴν τὴν παιδίσκην ἀνήγαγον· αὐτὸς δὲ οὐδὲν τῶν παρ' ἐμοῦ γενομένων ἐν διανοίᾳ λαβὼν, συγχωρεῖς ἐκείνην κατεξανίστασθαι τῆς ἐμῆς ἐπιεικείας, οὐκ ἀναστέλλεις τὴν τόλμαν, οὐδὲ σωφρονίζεις τὴν ἀγνώμονα. Τί οὖν ὁ ἀδάμας, ὁ γενναῖος ἀθλητὴς τοῦ Θεοῦ, ὁ πανταχόθεν ἑαυτῷ πλέκων τοὺς στεφάνους; Δεικνὺς καὶ διὰ τοῦτο τὴν οἰκείαν ἀρετὴν, ὅρα τί φησι πρὸς αὐτήν· Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία, πολλὴ τῆς μακροθυμίας ἡ ὑπερβολή. Οὐ μόνον γὰρ οὐκ ἐδυσχέρανε πρὸς τὰ παρὰ τῆς Σάρας εἰρημένα, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησιν· Ὑποπτεύεις με αἴτιον γεγενῆσθαι τῶν εἰς σὲ ὕβρεων, καὶ νομίζεις με ἥδεσθαι τοῖς παρὰ τῆς παιδίσκης γινομένοις, ἐπειδὴ ἅπαξ ἐκοινώνησέ μοι τῆς εὐνῆς· μάνθανε ὅτι καὶ πρότερον, εἰ μή σοι ὑπακοῦσαι βουλόμενος τοῦτο κατεδεξάμην, οὐκ ἄν ποτε ἠνεσχόμην τὴν παιδίσκην εἰς τὴν εὐνὴν ἀγαγεῖν τὴν σήν· καὶ νῦν ἵνα διὰ τῶν πραγμάτων πληροφορηθῇς, ἰδοὺ ὑπὸ τὰς χεῖράς σού ἐστι· Χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μὴ γὰρ ὑπετέμετό σού τις τὴν ἐξουσίαν; μὴ γὰρ ἀφῃρέθης αὐτῆς τὴν δεσποτείαν; Εἰ γὰρ καὶ τὴν πρὸς αὐτὴν συνουσίαν κατεδεξάμην, ἀλλ' ἔχεις αὐτῆς τὴν ἐξουσίαν, καὶ ὑπὸ τὰς χεῖράς σού ἐστι· κόλαζε, σωφρόνιζε, ἐπιτίμα· ὃ βούλει καὶ ὡς ἀρέσκει σοι, οὕτω διαπράττου τὰ εἰς αὐτήν· μόνον μὴ δυσχέραινε, μόνον μὴ ἐμοὶ ἐπίγραφε τὰ παρ' αὐτῆς προπετῶς γεγενημένα. Οὐδὲ γὰρ ἀπὸ πάθους οἰκείου κινούμενος τῆς πρὸς αὐτὴν ἠνεσχόμην συνουσίας, ἵνα καὶ προσπαθῶς ἐντεῦθεν κινούμενος ἄλογον αὐτῇ προστασίαν δῶ. Οἶδα τὴν ὀφειλομένην σοι τιμήν· οὐκ ἀγνοῶ τῶν οἰκετῶν τὴν ἀγνωμοσύνην. Οὐδείς μοι ταύτης λόγος, οὐδεμία φροντίς· ἕν ἐστί μοι μόνον τὸ σπουδαζόμενον, τὸ σὲ ἄλυπον, ἀτάραχον, ἐν τιμῇ πάσῃ καθεστάναι παντὸς ἀπηλλαγμένην λυπηροῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
