# In Genesim (homiliae 1-67) 4.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-42

Εἶδες ἀρετῆς ὑπερβολήν; Οὐ μόνον οὐ παρεδέχετο αὐτὸς τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνε τὸν τοῦ ἀδελφοῦ καταλαλεῖν βουλόμενον. Ἐὰν τοίνυν βουλώμεθα καὶ ἡμεῖς ἐλαττοῦν τὰ ἑαυτοῖς ἐπταισμένα, τοῦτο μάλιστα πάντων φυλαττώμεθα, μήτε καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε τοὺς καταλαλεῖν ἐπιχειροῦντας προσίεσθαι, μᾶλλον δὲ κατὰ τὸν προφήτην ἀπελαύνειν, καὶ πάντη ἀποστρέφεσθαι. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Μωϋσῆν δηλοῦν διὰ τοῦ λέγειν, Ἀκοὴν ματαίαν μὴ παραδέξῃ. Διά τοι τοῦτο καὶ νῦν ὁ τῶν ὅλων Δεσπότης τοσαύτῃ παχύτητι λέξεως ἐχρήσατο πρὸς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν, καί φησι· Καταβὰς ὄψομαι. Τί γάρ; Οὐκ ἠπίστατο; οὐκ ᾔδει τὸ μέγεθος τῶν ἁμαρτημάτων; οὐκ ἐγίνωσκε τὸ ἀδιόρθωτον τῶν ἐπταισμένων; Ἀλλ' ὥσπερ ἀπολογίαν τινὰ συντιθεὶς τοῖς μετὰ ταῦτα ἀναισχύντως ἐγκαλεῖν βουλομένοις, καὶ δεικνὺς αὐτῶν τὸ ἀκάθεκτον, καὶ τὴν πολλὴν σπάνιν τῆς ἀρετῆς, τοσαύτῃ κέχρηται τῇ μακροθυμίᾳ. Τάχα δὲ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὥστε καὶ τῷ δικαίῳ ἀφορμὴν παρασχεῖν δεῖξαι τῆς γνώμης αὐτοῦ τὸ συμπαθὲς καὶ τὸ φιλόστοργον. Οἱ μὲν οὖν ἄγγελοι, καθάπερ ἔφθην εἰπὼν, ἀπῆλθον εἰς τὰ Σόδομα· ὁ δὲ πατριάρχης εἱστήκει ἐναντίον Κυρίου. Καὶ ἐγγίσας, φησὶν, Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; Ὢ τῆς τοῦ δικαίου παῤῥησίας, μᾶλλον δὲ, ὢ ψυχῆς συμπάθεια· ὅπως τῇ τῆς συμπαθείας μέθῃ καρωθεὶς οὐδὲ ὃ λέγει συνίησι. Καὶ δεικνύουσα ἡ θεία Γραφὴ, ὅτι μετὰ φόβου πολλοῦ καὶ τρόμου τὴν ἱκεσίαν ποιεῖται, φησίν· Ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; Τί ποιεῖς, ὦ μακάριε πατριάρχα; Τῆς παρὰ σοῦ δεῖται παρακλήσεως ὁ Δεσπότης, ὥστε μὴ τοῦτο ποιῆσαι; Ἀλλὰ μὴ τοῦτο νοήσωμεν· οὐδὲ γὰρ ὡς τοῦ Δεσπότου τοῦτο ποιεῖν μέλλοντος λέγει, ἀλλ' ἐπειδὴ ἐξ εὐθείας διὰ τὸν ἀδελφιδοῦν εἰπεῖν οὐκ ἐθάῤῥει, κοινὴν ὑπὲρ ἁπάντων ποιεῖται τὴν ἱκεσίαν, βουλόμενος μετὰ τῶν ἄλλων καὶ τοῦτον διασῶσαι, καὶ μετὰ τούτου καὶ τοὺς ἄλλους ἐξαρπάσαι· καὶ ἄρχεται τῆς παρακλήσεως, καί φησιν· Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτούς; Οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς· οὐ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. Μηδαμῶς. Ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Ὅρα πῶς καὶ ἐν τῇ ἱκεσίᾳ δείκνυσιν αὐτοῦ τῆς γνώμης τὸ φιλόθεον, καὶ κριτὴν πάσης τῆς γῆς ὁμολογεῖ, καὶ ἀξιοῖ μὴ συναπολέσαι δίκαιον μετὰ ἀσεβοῦς. Εἶτα ὁ ἥμερος καὶ φιλάνθρωπος Θεὸς ἐπινεύει τῇ αἰτήσει, καί φησι· Ποιῶ ὅπερ εἴρηκας, καὶ δέχομαί σου τὴν παράκλησιν. Ἐὰν εὑρεθῶσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, δι' ἐκείνους ἀφήσω πάντα τὸν τόπον. Χαρίζομαι, φησὶ, τοῖς πεντήκοντα δικαίοις, ἐὰν εὑρεθῶσι, τῶν λοιπῶν τὴν σωτηρίαν, καὶ τὴν αἴτησιν τὴν σὴν εἰς ἔργον ἀγάγω. Ἀλλ' ἴδωμεν τὸν δίκαιον τοῦτον, ὅπως παῤῥησίας ἐπιλαβόμενος, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν εἰδὼς, πάλιν δευτέραν αἴτησιν προσάγει, καί φησι· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Μὴ νομίσῃς, φησὶ, Δέσποτα, ἀγνοεῖν με ἐμαυτὸν, καὶ ὑπερβαίνειν με τὸ μέτρον, καὶ τοσαύτῃ κεχρῆσθαι τῇ παῤῥησίᾳ. Οἶδα γὰρ ὅτι γῆ εἰμι καὶ σποδός· ἀλλ' ὥσπερ τοῦτο οἶδα, καὶ σαφῶς ἐπίσταμαι, οὕτως οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι πολὺ τὸ μέγεθος τῆς σῆς φιλανθρωπίας, καὶ ὅτι πλούσιος εἶ ἐν ἀγαθότητι, καὶ βούλει πάντας ἀνθρώπους σωθῆναι. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν, πῶς ἄν ποτε γενομένους ἀπολέσῃς, εἰ μὴ πολλὴ τῶν ἁμαρτημάτων ἦν ἡ φορά; Δι' ὃ δέομαι πάλιν καὶ ἀξιῶ, Ἐὰν ἐλάττους τῶν πεντήκοντα εὑρεθῶσι, καὶ τεσσαράκοντα πέντε ὦσιν ἐν τῇ πόλει δίκαιοι, οὐ σώσεις τὴν πόλιν; Καὶ εἶπεν· Ἐὰν εὑρεθῶσι τεσσαράκοντα πέντε, οὐ μὴ ἀπολέσω. Τίς ἂν κατ' ἀξίαν τὸν τῶν ὅλων Θεὸν ὑμνήσειε τῆς τοσαύτης μακροθυμίας καὶ συγκαταβάσεως, ἢ τὸν δίκαιον μακαρίσειε τοσαύτης ἀπολαύσαντα παῤῥησίας; Καὶ προς έθηκε, φησὶν, ἔτι λαλῆσαι, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. Εἶτα λοιπὸν ὥσπερ αἰδεσθεὶς τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν ὁ δίκαιος, καὶ δεδιὼς μήποτε καὶ δόξῃ ὑπερβαίνειν, καὶ πέρα τοῦ μέτρου τὴν ἱκεσίαν ποιεῖσθαι, φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Ἐπειδὴ εἶδεν ἕτοιμον πρὸς φιλανθρωπίαν, οὐκ ἔτι κατὰ μικρὸν καθυφίησιν, οὐδὲ πέντε δικαίους παραλιπὼν, ἀλλὰ δέκα, οὕτω προσάγει τὴν παράκλησιν, καί φησιν· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα. Σκόπει πόση τοῦ δικαίου ἡ εὐτονία· καθάπερ αὐτὸς μέλλων ὑπεύθυνος τῇ ψήφῳ γίνεσθαι, οὕτω πολλὴν τίθεται τὴν σπουδὴν ἐξαρπάσαι τῆς μελλούσης ἐπάγεσθαι τιμωρίας τὸ τῶν Σοδομιτῶν ἔθνος. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον, Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. Πάντα λόγον ὑπερβαίνει καὶ πᾶσαν ἔννοιαν ἡ τοῦ Δεσπότου ἀγαθότης. Τίς γὰρ ἡμῶν τῶν ἐν μέσῳ μυρίων κακῶν στρεφομένων εἵλετό ποτε κατὰ τῶν ὁμογενῶν ψῆφον ἐκφέρων τοσαύτῃ χρήσασθαι συγκαταβάσει καὶ φιλανθρωπίᾳ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
