# In Genesim (homiliae 1-67) 4.1-43

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-43

Ἀλλ' ἴδωμεν λοιπὸν τοῦ δικαίου τῆς ἀρετῆς τὸ μέγεθος. Ἐξελθὼν, φησὶ, πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν μὲν θύραν προσέῳξεν, εἶπε δὲ πρὸς αὐτούς. Ὅρα πῶς δέδοικεν ὁ δίκαιος καὶ τρέμει ὑπὲρ τῆς τῶν ξένων ἀσφαλείας. Οὐδὲ γὰρ ἁπλῶς τὴν θύραν προσέῳξεν ὀπίσω αὐτοῦ, ἀλλ' εἰδὼς αὐτῶν τὴν μανίαν καὶ τὸ τολμηρὸν, καὶ ὑφορώμενος αὐτῶν τὴν προπέτειαν, εἶτά φησι πρὸς αὐτούς· Μηδαμῶς, ἀδελφοί. Ὢ τῆς τοῦ δικαίου μακροθυμίας, ὢ ταπεινοφροσύνης ὑπερβολή. Τοῦτο ἀληθῶς ἀρετὴ, τὸ μετ' ἐπιεικείας τοῖς τοιούτοις προσφέρεσθαι. Οὐδεὶς γὰρ τὸν νοσοῦντα θεραπεῦσαι βουλόμενος, καὶ τὸν μαινόμενον σωφρονίσαι, μετὰ θυμοῦ καὶ αὐστηρίας τοῦτο ποιεῖ. Σκόπει γὰρ, πῶς τοὺς τὰ τοιαῦτα παρανομεῖν βουλομένους ἀδελφοὺς καλεῖ, ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ καθικέσθαι αὐτῶν τῆς συνειδήσεως, καὶ ἀποστῆσαι αὐτοὺς τῆς ἐπιχειρήσεως τῆς μιαρᾶς. Μηδαμῶς, φησὶν, ἀδελφοί· μὴ πονηρεύσησθε. Μηδὲν, φησὶ, τοιοῦτον λογίσησθε, μὴ τὴν πονηρὰν ταύτην πρᾶξιν ἐννοήσητε, μηδὲ τὴν φύσιν αὐτὴν παραδειγματίσητε, μηδὲ ἀθέσμους ἐπινοήσητε μίξεις· ἀλλ' εἰ καὶ βούλεσθε τῆς μανίας ὑμῶν τὸν οἶστρον παραμυθήσασθαι, ἐγὼ τοῦτο παρέξω, ὥστε κουφότερον ὑμῶν γενέσθαι τὸ τόλμημα. Εἰσί μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρας. Ἔτι, φησὶν, ἄπειροί εἰσι γαμικῆς συνουσίας, ἀνέπαφοι τυγχάνουσιν, ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας εἰσὶ, λάμπουσαι τῇ ὥρᾳ· ταύτας πᾶσιν ἐκδότους δίδωμι, καὶ χρᾶσθε αὐταῖς ὡς ἀρέσκει ὑμῖν. Λαβόντες αὐτὰς, φησὶ, πληρώσατε ὑμῶν εἰς αὐτὰς τὴν ἀσέλγειαν, καὶ ἐμφορήθητε τῆς ἐπιθυμίας ὑμῶν τῆς πονηρᾶς. Μόνον εἰς τοὺς ἄνδρας τούτους μηδὲν ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου. Ἐπειδὴ ἐβιασάμην, φησὶν, αὐτοὺς, καὶ εἰσήγαγον ὑπὸ τὰς δοκούς μου, ἵνα μὴ ἐμοὶ ἐπιγραφῇ ἡ εἰς αὐτοὺς γινομένη παρανομία, καὶ ἐγὼ αὐτοῖς αἴτιος τῆς ὕβρεως ταύτης γένωμαι, διὰ τοῦτο ὑπὲρ αὐτῶν τὰς δύο μου θυγατέρας δίδωμι, ὥστε τούτους ἐλευθερῶσαι τῶν ὑμετέρων χειρῶν. Πόση τοῦ δικαίου ἡ ἀρετή; πᾶσαν ἀρετὴν φιλοξενίας ἐνίκησε. Τί γὰρ ἄν τις εἴποι κατ' ἀξίαν τῆς τοῦ δικαίου τούτου φιλοφροσύνης, ὃς οὐδὲ τῶν θυγατέρων φείσασθαι ἠνέσχετο, ἵνα τὴν εἰς τοὺς ξένους τιμὴν ἐπιδείξηται, καὶ ἐλευθερώσῃ τῆς παρανομίας τῶν Σοδομιτῶν; Καὶ οὗτος μὲν καὶ τὰς θυγατέρας τὰς ἑαυτοῦ ἐκδίδωσιν, ἵνα τοὺς ξένους, τοὺς ὁδίτας (πάλιν γὰρ τὰ αὐτὰ λέγω), τοὺς μηδαμόθεν αὐτῷ γνωρίμους ἐξαρπάσῃ τῆς τῶν παρανόμων ὕβρεως· ἡμεῖς δὲ ὁρῶντες πολλάκις τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους εἰς αὐτὸ τῆς ἀσεβείας τὸ βάραθρον, καὶ σχεδὸν εἰπεῖν, ὑπὸ τὴν φάρυγγα τοῦ διαβόλου γινομένους, οὐδὲ λόγου μεταδοῦναι ἀνεχόμεθα, οὐδὲ συμβουλεῦσαι, καὶ τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσενεγκεῖν, καὶ ἐξαρπάσαι τῆς κακίας, καὶ πρὸς τὴν ἀρετὴν χειραγωγῆσαι. Ποίαν οὖν σχοίημεν ἀπολογίαν, τοῦ μὲν δικαίου μηδὲ τῶν θυγατέρων φεισαμένου διὰ τὴν εἰς τοὺς ξένους κηδεμονίαν· ἡμῶν δὲ οὕτως ἀνηλεῶς περὶ τοὺς ἡμετέρους διακειμένων, καὶ πολλάκις τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀλογίας γέμοντα ῥήματα προϊεμένων; Τί γὰρ κοινὸν ἔχω, φησὶ, πρὸς αὐτόν; οὐδέν μοι μέλει, οὐδὲν πρᾶγμα ἔχω μετ' αὐτοῦ. Τί λέγεις, ἄνθρωπε; Οὐδὲν κοινὸν ἔχεις πρὸς αὐτόν; Ἀδελφός σού ἐστι, τῆς αὐτῆς σοὶ μετέχει φύσεως, ὑπὸ τὸν αὐτόν ἐστε Δεσπότην, πολλάκις δὲ καὶ τῆς αὐτῆς μετέχετε τραπέζης, τῆς πνευματικῆς λέγω καὶ φρικτῆς, καὶ λέγεις, Οὐδὲν κοινὸν ἔχω πρὸς αὐτὸν, καὶ ἀνηλεῶς παρατρέχεις, καὶ οὐκ ὀρέγεις χεῖρα κειμένῳ; Καὶ Ἰουδαίοις μὲν ὁ νόμος προσέταττε, μηδὲ τῶν ἐχθρῶν τὰ ὑποζύγια παρορᾷν πεπτωκότα· σὺ δὲ τὸν ἀδελφὸν ὑπὸ τοῦ διαβόλου πολλάκις τετρωμένον καὶ κείμενον ὁρῶν, οὐκ ἐπὶ τῆς γῆς, ἀλλ' εἰς τὸ τῆς ἁμαρτίας βάραθρον, οὐκ ἀνασπᾷς διὰ τῆς παραινέσεως, οὐδὲ νουθεσίαν εἰσάγεις τὴν παρὰ σαυτοῦ, οὐδὲ σπουδάζεις καὶ ἑτέρους, εἰ οἷόν τε, εἰς συμμαχίαν λαβεῖν, ἵνα τῆς φάρυγγος τοῦ θηρίου τὸ μέλος τὸ σὸν ἐλευθερῶσαι δυνηθῇς, καὶ πρὸς τὴν οἰκείαν ἐπαναγαγεῖν εὐγένειαν, ἵνα καὶ αὐτὸς, εἴ ποτε περιπέσῃς, ὃ μὴ γένοιτο, τοῖς δικτύοις τοῦ πονηροῦ δαίμονος ἐκείνου, δυνηθῇς ἔχειν τοὺς ἀμῦναι δυναμένους, καὶ ἐλευθερῶσαι τῶν τοῦ διαβόλου χειρῶν; Οὕτω καὶ Παῦλος διεγεῖραι βουλόμενος Γαλάτας εἰς τὴν τῶν οἰκείων μελῶν πρόνοιαν, φησί· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· μονονουχὶ λέγων, Ἐὰν ἀσυμπαθῶς καὶ ἀνηλεῶς παραδράμῃς τὸν ἀδελφὸν, ἴσως καὶ σὲ περιπεπτωκότα ἕτερος οὕτω παραδραμεῖται. Εἰ τοίνυν βούλει μὴ παροφθῆναι, εἴποτε περιπέσοις, μήτε αὐτὸς παρίδοις, ἀλλὰ πολλὴν ἐπίδειξαι τὴν φιλοστοργίαν, καὶ θησαυρὸν ἡγοῦ μέγιστον τὸ δυνηθῆναι διασῶσαι τὸν ἀδελφόν. Οὐδὲν γὰρ τούτου ἴσον γένοιτ' ἄν ποτε εἰς ἀρετῆς λόγον. Ἐὰν γὰρ ἐννοήσῃς μόνον, ὅτι οὗτος, ὃν παρορᾷς καὶ παρατρέχεις, ὑπὸ τοῦ Δεσπότου σου τοσαύτης ἠξίωται τῆς τιμῆς, ὡς δι' αὐτὸν μὴ παραιτήσασθαι καὶ τὸ αἷμα ἐκχέειν τὸ ἑαυτοῦ (καθὼς καὶ Παῦλός φησι· Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανε)· πῶς οὐχὶ τῇ γῇ σεαυτὸν κατορύξεις; Εἰ τοίνυν δι' αὐτὸν ὁ Χριστὸς καὶ τὸ αἷμα ἐξέχεε, τί μέγα ποιήσεις, ἐὰν τὴν παρὰ σαυτοῦ φιλοστοργίαν ἐπιδείξῃ, καὶ τῇ διὰ τῶν λόγων προτροπῇ διαναστήσῃς κείμενον, καὶ τὴν αὐτοῦ ψυχὴν βεβαπτισμένην ἴσως καὶ ὑποβρύχιον γεγενημένην ἀνενέγκῃς ἐκ τοῦ τῆς κακίας βυθοῦ, καὶ παρασκευάσῃς ἰδεῖν τῆς ἀρετῆς τὸ φῶς, καὶ μὴ παλινδρομῆσαι ἐπὶ τὸν τῆς κακίας ζόφον;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
