# In Genesim (homiliae 1-67) 4.1-44

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΔʹ Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-44

Ταύτην δὲ πᾶσαν τὴν ἱστορίαν εἰς μέσον παραγαγεῖν ἠναγκάσθημεν, ἵνα μάθωμεν, ὅτι οὐχ οὕτω δι' ἑτέρων παρακαλοῦντες ἀνύομεν, ὡς αὐτοὶ δι' ἑαυτῶν, ἐπειδὰν μετὰ θερμότητος προσίωμεν καὶ διεγηγερμένης διανοίας. Ἰδοὺ γὰρ αὕτη καὶ τοὺς μαθητὰς ἔχουσα ὑπὲρ αὐτῆς ἱκετεύοντας οὐδὲν πλέον ἀνύσαι ἠδυνήθη, μέχρις ὅτε αὐτὴ δι' ἑαυτῆς παραμείνασα τὴν φιλανθρωπίαν ἐπεσπάσατο τοῦ Δεσπότου. Καὶ ἡ παραβολὴ δὲ ἐκείνη τοῦ φίλου τοῦ ἀωρὶ τῆς νυκτὸς παραγενομένου, καὶ τοὺς τρεῖς ἄρτους αἰτήσαντος, τὸ αὐτὸ αἰνίττεται. Εἰ γὰρ καὶ μὴ διὰ τὸ φίλος αὐτοῦ εἶναι, φησὶν, ὑπακούσει αὐτῷ, διὰ γοῦν τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει. Εἰδότες τοίνυν τὴν ἄφατον φιλανθρωπίαν τοῦ ἡμετέρου Δεσπότου, προσίωμεν αὐτῷ, δεικνύντες, καὶ μονονουχὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων προτιθέντες κατ' εἶδος ἕκαστον τῶν ἡμῖν πεπλημμελημένων, καὶ τὴν ὑπὲρ τῶν παρελθόντων συγχώρησιν αἰτοῦντες, ἵνα καὶ εἰς τὸ ἑξῆς πολλὴν τὴν ἀκρίβειαν ἐπιδειξάμενοι, πλείονα τὴν παρ' αὐτοῦ εὔνοιαν ἐπισπασώμεθα. Ἀλλ' ἐπανέλθωμεν, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τοῦ ἀναγνώσματος. Ἀνέβη δὲ, φησὶ, Λὼτ εἰς Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ· ἐφοβήθησαν γὰρ οἰκῆσαι ἐν Σηγώρ· καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ. Ἐνακμάζοντα ἔχων ἔτι τὸν φόβον τῆς τιμωρίας τῆς ἐπαχθείσης τοῖς κατὰ τὰ Σόδομα, πόῤῥωθεν ἄπεισιν ὁ δίκαιος, καὶ εἰς τὸ ὄρος, φησὶ, κατοικεῖ μετὰ τῶν θυγατέρων, καὶ ἐν ἐρημίᾳ ἐσχάτῃ καὶ μονώσει λοιπὸν ἐτύγχανε μετὰ τῶν δύο θυγατέρων ἐν τῷ ὄρει κατοικῶν. Εἶπε δὲ, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Δεῦρο, καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον, καὶ κοιμηθῶμεν μετ' αὐτοῦ, καὶ ἐξαναστήσωμεν σπέρμα ἐκ τοῦ πατρὸς ἡμῶν. Μετ' εὐλαβείας καὶ φόβου πολλοῦ ἀκούωμεν, ἀγαπητοὶ, τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων· οὐδὲν γὰρ ἁπλῶς καὶ εἰκῆ γέγραπται, ἀλλὰ πάντα συμφερόντως καὶ πρὸς ὠφέλειαν ἡμετέραν, κἂν ἡμεῖς ἔνια ἀγνοῶμεν. Οὐ γὰρ ἅπαντα δυνάμεθα μετὰ ἀκριβείας εἰδέναι, ἀλλ' εἰ καὶ αἰτίας πειρώμεθά τινων ἀποδιδόναι κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀλλ' ὅμως καὶ οὕτως ἔχει ἐγκεκρυμμένον τινὰ θησαυρὸν πολὺ ἀπόκρυφόν τε καὶ δυσερμήνευτον. Σκόπει τοίνυν, πῶς ἡ Γραφὴ πάντα σαφῶς διηγησαμένη, καὶ τὸν σκοπὸν ἡμῖν γνωρίσασα τῶν τοῦ δικαίου θυγατέρων, νῦν μὲν ὑπὲρ αὐτῶν ἀρκοῦσαν ἀπολογίαν ποιεῖται, νῦν δὲ ὑπὲρ τοῦ δικαίου, ἵνα μηδεὶς ἀφορῶν πρὸς τὸ γεγονὸς, μήτε τοῦ δικαίου καταγνοίη, μήτε τῶν αὐτοῦ θυγατέρων, ὡς δι' ἀσέλγειαν τῆς μίξεως ταύτης γεγενημένης. Πῶς οὖν ὑπὲρ τῶν θυγατέρων τοῦ δικαίου ἀπολογεῖται; Εἶπε, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Ὅρα τὸν σκοπὸν μετὰ ἀκριβείας, καὶ παντὸς αὐτὰς ἀπαλλάξεις ἐγκλήματος. Ἐνόμισαν γὰρ πανωλεθρίαν γεγενῆσθαι, καὶ μηδένα ἔτι καταλειφθῆναι· εἶτα καὶ τοῦ πατρὸς ἑώρων τὸ γῆρας. Ἵνα οὖν, φησὶ, μὴ ἀφανισθῇ τὸ γένος, καὶ ἀνώνυμοι γενώμεθα (τοῦτο γὰρ ἦν τὸ παλαιοῖς περισπούδαστον, ὥστε διὰ τῆς τῶν ἐκγόνων διαδοχῆς ἐκτείνεσθαι αὐτῶν τὸ γένος)· ἵνα οὖν, φησὶ, μὴ παντελῆ καὶ ἡμεῖς ἀφανισμὸν ὑπομείνωμεν, τοῦ μὲν πατρὸς πρὸς γῆρας ἐλάσαντος, οὐδενὸς δὲ εὑρισκομένου ἀνδρὸς, ᾧ συγγενόμεναι δυνησόμεθα ἐκταθῆναι, καὶ καταλιπεῖν τοῦ σπέρματος διαδοχὴν, Δεῦρο, φησὶν, ἵνα μὴ τοῦτο γένηται, ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον. Ἐπειδὴ οὐκ ἄν ποτε, φησὶν, ἀνάσχοιτο οὐδὲ ἀκοῇ τοῦτο παραδέξασθαι ὁ πατὴρ, διὰ τοῦ οἴνου τὴν ἀπάτην ἐργασώμεθα. Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι. Εἶδες πῶς καὶ ὑπὲρ τοῦ δικαίου ἀπελογήσατο ἡ θεία Γραφὴ, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον; Πρότερον μὲν γὰρ ἐξ ὧν αἱ θυγατέρες τὴν διὰ τοῦ οἴνου ἀπάτην εἰργάσαντο, ἔδειξεν ὡς οὐκ ἂν ἑτέρως ἠδυνήθησαν πεῖσαι τὸν πατέρα τοῦτο καταδέξασθαι· νυνὶ δὲ λοιπὸν οἶμαι καὶ οἰκονομίας εἶναι τῆς ἄνωθεν τὸ γεγονὸς, ὥστε τοσοῦτον αὐτῷ κάρον ἐγγενέσθαι, ὡς πάντη ἀγνοῆσαι, ἵνα ἀνεύθυνος γένηται τῶν ἐγκλημάτων. Τὰ γὰρ ἁμαρτήματα ἐκεῖνα ἡμᾶς κατακρίνει καὶ καταδικάζει, ἅπερ ἂν εἰδότες καὶ ἑκόντες ἁμάρτωμεν. Ὁρᾷς δὲ τὴν Γραφὴν μαρτυροῦσαν τῷ δικαίῳ, ὅτι ὅλως οὐκ ᾔδει τὸ γεγονός; Ἀλλὰ πάλιν ἕτερον ἀνακύπτει ζήτημα τὸ τῆς μέθης. Δεῖ γὰρ πάντα διερευνᾶσθαι, ὥστε μηδεμίαν καταλιπεῖν τοῖς ἀγνώμοσι καὶ ἀναισχύντοις ἀφορμήν. Τί οὖν καὶ περὶ τούτου εἴπωμεν; Ὅτι οὐ τοσοῦτον ἐξ ἀκρασίας τὰ τῆς μέθης αὐτῷ γέγονεν, ὅσον ἀπὸ ἀθυμίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
