# In Genesim (homiliae 1-67) 4.1-45

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΕʹ Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-45

Ὅρα πῶς κήρυξ γίνεται λοιπὸν ὁ βασιλεὺς τῆς τοῦ δικαίου ἀρετῆς, καὶ πᾶσιν αὐτὸν κατάδηλον ποιεῖ. Καλέσας γὰρ, φησὶ, πάντας τοὺς παῖδας αὐτοῦ, διηγήσατο πάντα τὰ πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ δηλωθέντα, ἵνα πάντες γνῶσι καὶ τοῦ Θεοῦ πρὸς αὐτὸν τὴν εὔνοιαν, καὶ τῆς προνοίας ἧς ἀξιοῦται παρὰ τοῦ Δεσπότου διὰ τὴν τῶν τρόπων ἀρετήν. Ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. Εἶδες πῶς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὰς μεταναστάσεις ἐποιεῖτο ὁ δίκαιος; Εἰ γὰρ ἐπὶ τῆς σκηνῆς τῆς προτέρας ἔμενε, πόθεν εἶχον ἅπαντες οἱ ἐν Γεράροις γνῶναι, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ προνοίας; Ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. Πολὺς αὐτῶν φόβος κατεσκεδάσθη, περὶ τοῦ παντὸς ἠγωνίασαν. Εἶτα, Ἐκάλεσε, φησὶν, Ἀβιμέλεχ τὸν Ἀβραάμ. Ἐννόει μοι μεθ' ὅσης λοιπὸν τῆς περιφανείας ὁ δίκαιος εἰσάγεται πρὸς τὸν βασιλέα, ὁ πρὸ μικροῦ παρ' αὐτοῖς εὐκαταφρόνητος νομιζόμενος, καὶ καθάπερ ἀλήτης καὶ ξένος. Ἀθρόον πάντων συνδραμόντων καλεῖται ὁ πατριάρχης οὐδὲν τούτων εἰδὼς τέως, καὶ ἐμάνθανε λοιπὸν παρ' αὐτοῦ τοῦ βασιλέως τὰ παρὰ τοῦ Θεοῦ δι' αὐτὸν εἰς ἐκεῖνον γεγενημένα. Εἶπε γὰρ αὐτῷ· Τί τοῦτο ἐποίησας ἡμῖν; τί ἡμάρτομεν εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Ἔργον, ὃ οὐδεὶς ποιήσει, ἐποίησας ἡμῖν. Τί ἐνιδὼν ἐποίησας τοῦτο; Διὰ τί, φησὶ, τοσαύτῃ με περιβαλεῖν ἁμαρτίᾳ ἠβουλήθης; τίνος ἕνεκεν, καὶ τί ἐννοήσας τοῦτο πεποίηκας; Ὅρα πῶς διὰ τῶν οἰκείων ῥημάτων δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ ἀπειλὴν τὴν εἰς αὐτὸν γεγενημένην. Ἐπειδὴ γὰρ εἶπεν αὐτῷ, ὅτι Εἰ μὴ ἀποδίδως, ἀποθανῇ σὺ καὶ πάντα τὰ σὰ, τοῦτο αὐτὸ ἑρμηνεύων ὁ Ἀβιμέλεχ φησί· Τί ἥμαρτον εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Μὴ γὰρ μέχρις ἐμοῦ εἶχε στῆναι τὰ τῆς τιμωρίας; Πᾶσά μου ἡ βασιλεία ἄρδην ἔμελλεν ἀφανίζεσθαι ἐκ τῆς ἀπάτης τῆς παρὰ σοῦ γεγενημένης. Τί οὖν ἐνιδὼν ἐποίησας τοῦτο; Σκόπει ἐνταῦθα, ἀγαπητὲ, τοῦ δικαίου τὸ φρόνημα, ὅπως ἐν τάξει ἀπολογίας διδασκαλίαν αὐτοῖς θεογνωσίας εἰσάγει. Εἶπα γὰρ, φησὶ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου; Ἐναγώνιος, φησὶ, γέγονα, μήποτε διὰ τὸ ἔτι τῇ πλάνῃ ὑμᾶς κατέχεσθαι οὐδεμίαν τοῦ δικαίου πρόνοιαν ποιῆσθε, καὶ διὰ τοῦτο ὑμῶν φειδόμενος, μὴ μαθόντες αὐτὴν γυναῖκά μου γεγενῆσθαι διὰ τὴν περὶ ταύτην ἐπιθυμίαν ἐμὲ ἀνελεῖν ἐπιχειρήσητε, τοῦτο ἐποίησα. Ὅρα πῶς διὰ τῶν ὀλίγων τούτων ῥημάτων ὁμοῦ καὶ καθήψατο αὐτῶν, καὶ ἐδίδαξεν ὅτι δεῖ τὸν ἐπὶ πάντων Θεὸν ἐν νῷ λαμβάνοντα μηδὲν τῶν παρανόμων διαπράττεσθαι, ἀλλὰ τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν δεδοικέναι, καὶ διὰ τὴν ἐκεῖθεν ἐπηρτημένην δίκην πολλὴν τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν. Εἶτα βουλόμενος τὴν ὑπὲρ ἑαυτοῦ ἀπολογίαν ποιῆσαι, φησί· Μὴ νομίσητέ με καὶ οὕτως ἐψεῦσθαι. Καὶ γὰρ ἀδελφή μου ἐστὶν ἐκ πατρὸς, ἀλλ' οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα. Τὸν αὐτόν μοι, φησὶ, πατέρα ἐπιγράφεται, δι' ὃ καὶ ἀδελφὴν αὐτὴν ἐκάλεσα. Μὴ τοίνυν καταγνῶτέ μου. Εἰ γὰρ καὶ ὁ φόβος τοῦ θανάτου εἰς τὴν ἀνάγκην με ταύτην κατέστησε, καὶ τὸ δεδοικέναι μήποτε διὰ ταύτην ἐμὲ μὲν ἀποκτείνητε, ταύτην δὲ περιποιήσησθε· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐστὶ ψεῦδος τὸ παρ' ἐμοῦ εἰρημένον. Ὅρα πόσην ποιεῖται τὴν σπουδὴν ὁ δίκαιος, ὥστε δεῖξαι μηδὲ ἐν τούτῳ ἑαυτὸν ψευσάμενον. Καὶ ἵνα πάντα μετὰ ἀκριβείας μάθητε παρ' ἐμοῦ, ἀκούσατε καὶ τὴν βουλὴν, ἣν μεταξὺ ἀλλήλων ἐσχήκαμεν, Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Θέα μοι ἐνταῦθα τὴν πολλὴν τοῦ δικαίου σοφίαν, πῶς ἐν τάξει διηγήσεως διδάσκει αὐτοὺς, ὡς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τῶν ᾠκειωμένων ἐστὶ τῷ Θεῷ, καὶ ὅτι αὐτὸς καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ ἐκεῖσε ἤγαγεν, ἵνα μάθῃ ὁ βασιλεὺς, ὅτι τῶν πολλὴν ἐχόντων ἐστὶ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἡνίκα, φησὶν, ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ' ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὲ, ὅτι Ἀδελφός μου ἐστίν. Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν· Εἶπα γὰρ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ· καὶ ἐδόκει πολὺ αὐτῶν καθάπτεσθαι, βουλόμενος τὸ σφοδρὸν τοῦ ῥήματος ὑπεκλῦσαι, ἐνταῦθά φησιν, ὅτι Μὴ νομίσητε, ὅτι ὑμῶν ἕνεκεν μόνον τοῦτο πεποιηκέναι ἐπέγνωμεν. Εὐθέως γὰρ Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμὲ εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν. Περὶ πάντων τῶν τὴν γῆν, φησὶν, ταύτην οἰκούντων τὴν παραγγελίαν πρὸς αὐτὴν ἐποιησάμην· καὶ ἐδίδαξε ὅτι καὶ οὕτως ἐκτὸς ψεύδους ἐστὶν ἡ ὑπόκρισις. Ὁ γὰρ τοῦ θανάτου φόβος εἰς τοῦτο ἡμᾶς ἐλθεῖν κατηνάγκασε. Ταῦτα εἰπὼν ὁ δίκαιος, καὶ τὸν θυμὸν αὐτῶν κατεμάλαξε, καὶ τὴν οἰκείαν ἀρετὴν ἐξεκάλυψε, καὶ ἀρκοῦσαν αὐτοῖς διδασκαλίαν ἐνέθηκε θεοσεβείας. Αἰδεσθεὶς τοίνυν ὁ βασιλεὺς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, τῇ οἰκείᾳ φιλοτιμίᾳ ἀμείβεται τὸν πατριάρχην. Ἔλαβε γὰρ, φησὶν, Ἀβιμέλεχ χίλια δίδραχμα, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας, καὶ παιδίσκας, καὶ ἀπο δέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες, ἀγαπητὲ, τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν; Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς, καὶ πάντα ποιῶν ὥστε δυνηθῆναι τοῦτον διαφυγεῖν, οὐ μόνον τὸν θάνατον διέφυγεν, ἀλλὰ καὶ πολλῆς ἀξιοῦται παῤῥησίας, καὶ περιφανὴς ἀθρόον γίνεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
