# In Genesim (homiliae 1-67) 4.1-46

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΖʹ Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-46

Εἶδες τῆς ἀληθείας τὴν ὑπεροχήν; εἶδες τί μὲν ἡ σκιὰ, τί δὲ ἡ ἀλήθεια; Καὶ ἐκάλεσε, φησὶν, Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσι σήμερον, Ἐν τῷ ὄρει Κύριος ὤφθη. Ὅρα τοῦ δικαίου τὴν φιλόθεον γνώμην, πῶς ἑκάστοτε ἐκ τῶν συμβαινόντων τὰς προσηγορίας τοῖς τόποις ἐπιτίθησι. Τὴν γὰρ παρὰ τοῦ Θεοῦ γενομένην ἐπίσκεψιν βουλόμενος, καθάπερ ἐν στήλῃ χαλκῇ, ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας, φησὶ, Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Κύριος εἶδεν. Ἤρκει μὲν οὖν πρὸς ἀμοιβὴν τῷ δικαίῳ καὶ τὸ ζῶντα ἐπαναγαγεῖν τὸν Ἰσαὰκ, καὶ τὸ ἀξιωθῆναι τοῦ ἐγκωμίου τοῦ μεγάλου, τοῦ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· ἀλλ' ὁ φιλότιμος ταῖς δωρεαῖς ἀεὶ νικῶν καὶ ταῖς εὐεργεσίαις τὴν ἔννοιαν τὴν ἡμετέραν, ἐπιδαψιλεύεται καὶ νῦν τοῦ δικαίου τὴν γνώμην, καὶ ἀμειβόμενός φησι πάλιν πρὸς αὐτόν· Καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμὲ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ἐπειδὴ ἐπλήρωσας, φησὶ, τὸ ἐπίταγμα τὸ ἐμὸν, καὶ τὴν οἰκείαν ὑπακοὴν διὰ πάντων ἐπεδείξω, διὰ τοῦτο ἄκουε, ὅτι Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος. Ὅρα Θεοῦ συγκατάβασιν· Κατ' ἐμαυτοῦ, φησὶν, ὤμοσα, ἵνα θαῤῥεῖν ἔχῃς, ὅτι πάντως ἔσται τὰ παρ' ἐμοῦ εἰρημένα. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι, ἐπὰν δὴ ὅρκον ἐπιθῶσι τοῖς ἐπαγγελθεῖσι, τότε ὡς βεβαίαν τὴν ὑπόσχεσιν δεξάμενοι, οὕτω διάκεινται οἱ τὴν ἐπαγγελίαν ἐσχηκότες· διὰ τοῦτο καὶ ὁ Δεσπότης τῇ ἀνθρωπίνῃ συνηθείᾳ χρησάμενός φησι· Κατ' ἐμαυτοῦ ὤμοσα, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Σκόπει μοι φιλανθρωπίαν Δεσπότου. Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ μὴν ζῶντα αὐτὸν ἐπανάγει. Μὴ τὸ τέλος ἴδῃς, ἀγαπητὲ, ἀλλὰ τὴν γνώμην μάθε, μεθ' ἧς ἀσυλλογίστως τὰ προσταττόμενα ἐπλήρου. Ὅσον γὰρ εἰς προαίρεσιν, ᾕμαξε τὴν δεξιὰν ὁ πατριάρχης, καὶ κατὰ τῆς δέῤῥας τοῦ παιδὸς ἐπαφῆκε τὸ ξίφος, καὶ ἀπηρτισμένην ἀπειργάσατο τὴν θυσίαν· δι' ὃ καὶ ὁ Δεσπότης, ὡς εἰς ἔργον τῆς θυσίας ἐνεχθείσης, οὕτω τὸν ἔπαινον τοῦ δικαίου συντίθησι, καί φησιν, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Σὺ μὲν οὐκ ἐφείσω διὰ τὸ ἐμὸν πρόσταγμα· ἐγὼ δὲ ἐφεισάμην διὰ τὴν σὴν ὑπακοήν. Ἕνεκεν οὖν τῆς ὑπακοῆς ταύτης ἀμειβόμενός σε, Εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Ὅρα εὐλογίας ἐπίτασιν, ἀντὶ τοῦ, Ἐπὶ πλέον πληθυνῶ τὸ σπέρμα σου. Οὗτος γὰρ ὁ τῇ γνώμῃ σου σφαγιασθεὶς, οὕτως εἰς πλῆθος ἐκτεινόμενον ἕξει τὸ σπέρμα, ὡς τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι, Καὶ πάντα τὰ ἔθνη ἐνευλογηθῆναι ἐν τῷ σπέρματί σου, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ταῦτα δέ σοι, φησὶν, ἅπαντα ἔσται διὰ τὴν πολλὴν ὑπακοήν. Ἆρα τῶν μυρίων ἡμῖν ἀγαθῶν πρόξενον γίνεται τὸ ὑπακούειν τῷ Δεσπότῃ, καὶ πείθεσθαι αὐτοῦ τοῖς προστάγμασι, καὶ ὁμοίως τῷ πατριάρχῃ τούτῳ μὴ περιεργάζεσθαι τὰ παρ' αὐτοῦ ἐπιταττόμενα· ἀλλὰ καθάπερ εὐγνώμονας οἰκέτας πληροῦν τὰ διατεταγμένα, καὶ τὸν ὑπὲρ τούτων λόγον παραχωρεῖν τῷ Δεσπότῃ; Ἐὰν οὖν οὕτω παιδεύσωμεν ἑαυτοὺς, δυνησόμεθα καὶ τὴν αὐτὴν ὑπακοὴν τῷ δικαίῳ ἐπιδείξασθαι, καὶ τῶν αὐτῶν στεφάνων ἐπιτυχεῖν. Πῶς δὲ ὑπακούσομεν; Ἐὰν τὰς ἐντολὰς αὐτοῦ διὰ τῶν ἔργων πληρώσωμεν. Οὐ γὰρ οἱ ἀκροαταὶ, φησὶ, τοῦ νόμου δικαιωθήσονται, ἀλλ' οἱ ποιηταί. Τί γὰρ ὄφελος, ἐὰν καθ' ἑκάστην μὲν ἀκούωμεν, ἀμελῶμεν δὲ τῆς τούτων ἐργασίας; Διὸ παρακαλῶ, ἐπὶ τὴν ἐργασίαν αὐτῶν τῶν ἔργων σπεύσωμεν· οὐδὲ γὰρ ἄλλως σωθῆναι δυνατόν· ἵνα καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ τῆς παρ' αὐτοῦ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
