# In Genesim (homiliae 1-67) 4.1-47

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΗʹ Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-47

Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον ἦν κόρην ἁπαλὴν ὑδρευομένην οὐ μόνον μὴ ἀνανεῦσαι πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ καθεῖναι τὴν ὑδρίαν ἀπὸ τῶν ὤμων, καὶ παρασχεῖν ἐμφορηθῆναι τῷ αἰτοῦντι, καὶ ταῦτα ξένῳ ὄντι καὶ οὐδαμόθεν γνωρίμῳ· καὶ οὐ μόνον τούτῳ, ἀλλὰ καὶ ταῖς καμήλοις ἁπάσαις ὑδρεύσασθαι, καὶ δεῖξαι διὰ τῶν γινομένων τῆς ἐν τῇ ψυχῇ εὐγενείας τὰ τεκμήρια. Ἢ οὐκ ἴστε ὅτι πολλοὶ καὶ ἄνδρες ὄντες ἀνανεύουσι πολλάκις πρὸς τὰς τοιαύτας αἰτήσεις; Καὶ τί λέγω πρὸς ὕδατος παροχήν; Ἐνίοτε δᾷδας κατέχοντες, καὶ ὑπὸ τῶν παριόντων παρακαλούμενοι, ὥστε παρασχεῖν βραχὺ ἀναμεῖναι, ἵνα λύχνον ἀνάψωσιν, οὐδὲ τοῦτο ποιῆσαι ἀνέχονται, καὶ ταῦτα τοῦ πυρὸς οὐδεμίαν ἐλάττωσιν ὑπομένοντος, κἂν μυρίοι ὦσιν οἱ μέλλοντες ἅπτειν. Ἐνταῦθα δὲ καὶ γυνὴ καὶ κόρη, καὶ ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσα, οὐ μόνον οὐκ ἐδυσχέρανε πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ αἰτήσει, καὶ τὸ ποτὸν παρέχει, καὶ ἐξ οἰκείας γνώμης καὶ ταῖς καμήλοις ὑδρεύσασθαι ἐπείγεται. Ὁ γὰρ φιλάνθρωπος Θεὸς ἐπινεύσας ταῖς τοῦ πατριάρχου προσευχαῖς, τὸν ἄγγελον αὐτοῦ προπέμψας, ἅπαντα ταῦτα ᾠκονόμησε γενέσθαι, καὶ καθάπερ ᾔτησεν ὁ παῖς, οὕτως ἅπαντα εἰς ἔργον ἐξῆλθεν. Εἶτα ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου, καὶ ἐπέτυχε, καθάπερ ἐπεθύμει, τῆς κόρης, καὶ εἶδεν αὐτῆς τὴν ὑπερβάλλουσαν φιλοξενίαν. Ἔσπευσε γὰρ, φησὶ, καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. Ὅρα τὴν προθυμίαν ἐπιτεταμένην. Τὸ γὰρ, Ἔσπευσε, καὶ ἐξεκένωσε τὴν ὑδρίαν, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ, δείκνυσι τῆς κόρης τὴν ἄφατον προθυμίαν· ὅτι οὔτε ὡς ξένη ἀπέφυγεν, οὔτε προφάσει τῆς σωφροσύνης ἀνένευσε πρὸς τὴν αἴτησιν, ἀλλὰ μετὰ πολλῆς ἐπιεικείας φησὶ, Πίε, κύριε. Ἐννόησόν μοι ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ σωφροσύνης ἀκρίβεια, καὶ ταπεινοφροσύνης ὑπερβολὴ, καὶ φιλοξενίας ἐπίτασις. Πόσου πλούτου γοῦν οὐκ ἂν εἴη ταῦτα τιμιώτερα; πόσων θησαυρῶν ταῦτα οὐκ ἂν προτιμότερά τις ἡγήσαιτο; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ὁρῶν τοίνυν λοιπὸν ὁ εὐγνώμων οἰκέτης ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, Κατεμάνθανεν αὐτὴν, φησὶ, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τί ἐστι, Κατεμάνθανεν αὐτήν; Αὐτὰ τὰ ῥήματα τῆς κόρης κατενόει, τὸ βλέμμα, τὴν βάδισιν, τὸ σχῆμα, τὰ ἄλλα ἅπαντα, καὶ ἀνέμενεν ἰδεῖν, Εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τὰ μὲν γὰρ ἤδη γεγενημένα, φησὶ, πολλὴν δείκνυσι τῆς κόρης καὶ ὑπερβάλλουσαν τὴν ἀρετήν. Δι' ὃ καὶ ἀμειβόμενος αὐτὴν τῆς ὑπακοῆς καὶ τῆς τοῦ ὕδατος παροχῆς, περιτίθησιν αὐτῇ, φησὶν, ἐνώτια χρυσᾶ καὶ δύο ψέλλια, καὶ περιειργάζετο μετὰ ἀκριβείας τὰ κατ' αὐτὴν, καὶ ἠρώτα, Τίνος θυγάτηρ εἶ; καὶ, Εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι; Σκόπει καὶ ἐνταῦθα τῆς κόρης τὴν ἀπόκρισιν. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος οὐ μόνον τὸ αἰτηθὲν παρέσχεν, ἀλλὰ μετὰ τὸ πιεῖν αὐτὸν καὶ ταῖς καμήλοις ὑδρεύσατο· οὕτω καὶ ἐνταῦθα πυθομένου τοῦ παιδὸς, εἰ ἔστι μόνον τόπος, καὶ τίνος ἦν θυγάτηρ, φησὶν ἡ κόρη· Θυγάτηρ εἰμὶ Βαθουὴλ τοῦ Μελχᾶς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Λέγει καὶ τὸν πατέρα καὶ τὸν πάππον, ἵνα γνωρίσας ἐκεῖνος προθυμότερος γένηται. Ὅρα εὐγνωμοσύνην τῆς παιδός. Περὶ τοῦ πατρὸς ἐρωτηθεῖσα οὐ μόνον τοῦτο καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα. Καὶ πυθομένου, εἰ ἔστι τόπος μόνον καταλῦσαι, φησίν· Οὐ μόνον τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν. Ταῦτα ἀκούσας ὁ οἰκέτης, καὶ θαυμάσας τὴν παῖδα τῆς δαψιλοῦς φιλοξενίας, καὶ μαθὼν ὡς οὐ πρὸς ἀγνῶτάς τινας παραγέγονεν, ἀλλ' εἰς τὴν οἰκίαν τοῦ Ναχὼρ, ὃς ἀδελφὸς ἦν τοῦ πατριάρχου, Εὐδοκήσας, φησὶν, ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ. Ἡσθεὶς ἐπὶ τοῖς γνωσθεῖσιν, ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, Προσεκύνησε τῷ Κυρίῳ, τὴν εὐχαριστίαν ἀνήνεγκε τῷ Δεσπότῃ τῷ διὰ τὴν πρὸς τὸν πατέρα εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κηδεμονίαν, καὶ οὕτω πάντα μετ' εὐκολίας αὐτῷ κατευοδώσαντι· καί φησιν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου. Ἐπειδὴ εἶδε τῆς παιδὸς τὴν εὐγνωμοσύνην, καὶ ἔμαθεν ἅπαντα σαφῶς παρ' αὐτῆς, λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ, ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη Ἡ παῖς μετὰ πολλῆς τῆς περιχαρείας δραμοῦσα, φησίν. Ὅρα πῶς δι' ἑκάστου τῶν παρ' αὐτῆς γινομένων δείκνυσι τὸ πρόθυμον τὸ περὶ τὴν φιλοξενίαν, διὰ τοῦ δρόμου, διὰ τῶν ῥημάτων, διὰ τῆς ἐπιεικείας. Ἔδραμε γὰρ, φησὶ, καὶ ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. Πάντα ἅπερ ἤκουσε παρὰ τοῦ παιδὸς ἐγνώρισε τοῖς γονεῦσι. Καὶ ἔδραμε, φησὶ, Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. Ὅρα καὶ τοῦτον διὰ τοῦ δρόμου δεικνύντα τὸν πόθον. Καὶ ἰδὼν τὸν ἄνθρωπον ἑστῶτα ἐπὶ τῆς πηγῆς μετὰ τῶν καμήλων, Εἶπεν αὐτῷ· Δεῦρο, εἴσελθε· εὐλογητὸς Κύριος· ἵνα τί ἕστηκας ἔξω; Ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Ὅρα καὶ τοῦτον εὐλογοῦντα τὸν Κύριον ἐπὶ τῇ παρουσίᾳ τοῦ ξένου, καὶ πρὸ τῆς διὰ τῶν ἔργων φιλοξενίας πολλὴν τὴν προτροπὴν ἐπιδεικνύμενον. Δεῦρο, φησὶν, εἴσελθε· προλαβὼν Ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, φησίν· Ἀπέσαξε τὰς καμήλους, καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
