# In Genesim (homiliae 1-67) 4.1-48

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΒʹ Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-48

Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅση τῆς ἀρετῆς ἡ δύναμις. Οἱ γὰρ πρώην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν ξένον, πρὸς τὸν ἀπόλιδα, πρὸς τὸν ἀλήτην, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν ἤδη γεγενημένων, καὶ συγγνώμην αἰτοῦσιν ὑπὲρ τῶν ἡμαρτημένων, ἀλλὰ καὶ ἀνακηρύττουσι τὸν δίκαιον, καὶ δεικνύουσι τὸν ἐπιτεθέντα αὐτοῖς φόβον, καὶ ὁμολογοῦσι καὶ τὴν οἰκείαν ἀσθένειαν, καὶ τῷ δικαίῳ μεγάλην μαρτυροῦσι τὴν δύναμιν. Τί γὰρ ἂν εἴη τούτου ἰσχυρότερον τοῦ μεθ' ἑαυτοῦ τὸν Θεὸν ἔχοντος; Ἰδόντες, φησὶν, ὅτι Κύριος μετὰ σοῦ. Πόθεν ὑμῖν ἡ τοιαύτη γνῶσις; Ναὶ, φησὶν, αὐτὰ ἡμῖν τὰ πράγματα ἀντὶ διδασκαλίας γέγονεν. Εἴδομεν γὰρ ὅτι ἐλαυνόμενος τῶν ἐλαυνόντων ἰσχυρότερος γέγονας, καὶ ἐπηρεαζόμενος τῶν ἐπηρεαζόντων περιγέγονας, καὶ ἐκ τῆς τῶν πραγμάτων ἀκολουθίας συνείδομεν, ὅτι πολλῆς ἀπολαύεις τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο δὲ καὶ τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, τὸ τὴν διάνοιαν αὐτῶν ποιῆσαι καταπλαγῆναι τὸν δίκαιον, καὶ γνῶσιν αὐτοῖς ἐνθεῖναι τοιαύτην. Ἐπεὶ οὖν, φησὶν, ἔγνωμεν ὅτι Κύριος μετὰ σοῦ, Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν. Ὅρα πῶς ὑπὸ τοῦ συνειδότος ὠθούμενοι, καὶ οὐδενὸς ἑτέρου καταναγκάζοντος, οὐδὲ τὰ γεγενημένα ἐξαγγέλλοντος, αὐτοὶ ἑαυτοὺς ἐλέγχειν ἐπείγονται. Εἰ γὰρ μὴ ἠδικήσατε, φησὶ, τίνος ἕνεκεν καὶ συνθήκας ἀπαιτεῖτε παρὰ τοῦ δικαίου; Ἀλλὰ τοιοῦτόν ἐστιν ἡ ἀδικία· καθ' ἑκάστην ἡμέραν καταξαίνει τὸ συνειδὸς, καὶ σιγῶντος τοῦ ἠδικημένου, οἱ τὴν ἀδικίαν ἐργασάμενοι τὴν δίκην ἐφεστάναι νομίζοντες, ἐφ' ἑκάστης ἡμέρας ἐναγώνιοι γίνονται, καὶ μονονουχὶ ὑπογράφουσιν ἑαυτοῖς τὴν ἐκδίκησιν τῶν ἡμαρτημένων. Ὃ δὴ καὶ οὗτοι μαθόντες, Γενέσθω, φησὶν, ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ. Εἶτα λέγουσιν, ὁποίαν βούλονται γενέσθαι τὴν ἀράν. Καὶ διαθησόμεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ' ἡμῶν κακὸν, διότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε. Ὅρα πῶς ἐναντία ἑαυτοῖς ὑπὸ τοῦ θορύβου καὶ τῆς ἀγωνίας φθέγγονται· Μὴ ποιήσειν μεθ' ἡμῶν κακόν. Τίνος ἕνεκεν οὕτω φοβεῖσθε τὸν δίκαιον, ὁρῶντες καὶ πρὸς τοὺς ἐπηρεάζοντας τοσαύτην τὴν ἐπιείκειαν ἐπιδεικνύμενον; Ἀλλ' ὁ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς, αὐτοὺς διήγειρε, καὶ εἰς ἔννοιαν ἤρχοντο, ὅσην περὶ τὸν δίκαιον τὴν ἀγνωμοσύνην ἐπεδείξαντο, καὶ διὰ τοῦτο ὑπὸ τοῦ φόβου καὶ τῆς δειλίας οὐ συνορῶσιν, ὅπως ἐναντία λέγουσι. Μὴ ποιήσειν, φησὶ, κακὸν μεθ' ἡμῶν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα. Τίνος οὖν ἕνεκεν ἀπηλάσατε; Ἀλλ' ὁ δίκαιος οὐκ ἀπαιτεῖ εὐθύνας, οὐδὲ ἐλέγχει τὰ παρ' αὐτῶν εἰρημένα. Καὶ ὃν τρόπον, φησὶν, ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης, καὶ νῦν σὺ εὐλογημένος ὑπὸ Κυρίου. Ὁρᾷς ὅτι τὴν ἄνωθεν δίκην ἐδεδίεσαν. ᾜδεισαν γὰρ ὅτι κἂν αὐτὸς δι' ἐπιείκειαν μὴ ἀμύνηται τὰ εἰς αὐτὸν γεγενημένα, ἀλλὰ ὁ τοσαύτην περὶ αὐτὸν πρόνοιαν ἐπιδεικνύμενος, εὐθύνας αὐτοὺς ἀπαιτήσει τῶν εἰς τὸν δίκαιον γεγενημένων. Διὰ τοῦτο ἐξευμενίζοντες τὸν δίκαιον, καὶ συνθήκας ἀπαιτεῖν ἐπείγονται, ὁμοῦ καὶ ὑπὲρ τῶν ἤδη γεγενημένων ἀπολογούμενοι, καὶ ὑπὲρ τῶν ἑξῆς τὴν ἀσφάλειαν ἑαυτοῖς περιποιούμενοι. Καὶ ἐποίησεν αὐτοῖς, φησὶ, δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀναστάντες τῷ πρωῒ, ὤμοσεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαὰκ, καὶ ἀπῴχοντο ἀπ' αὐτοῦ μετὰ σωτηρίας. Ὅρα τοῦ δικαίου τὴν φιλοφροσύνην, πῶς ἀμνησικάκως αὐτοῖς διελέχθη, καὶ οὐ μόνον λήθην ἐποιήσατο τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ πολλὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείκνυται. Ἐποίησε γὰρ, φησὶν, αὐτοῖς δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον. Διὰ τῆς ἑστιάσεως πληροφορῆσαι αὐτοὺς βούλεται, ὡς οὐδεμίαν μνήμην ποιεῖται τῶν εἰς αὐτὸν εἰργασμένων παρὰ αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς, φησὶ, καὶ ἀπῴχοντο μετὰ σωτηρίας. ᾘνίξατο διὰ τούτου ἡ θεία Γραφὴ, ὅτι μετὰ πολλοῦ τοῦ φόβου τὸν κίνδυνον προσδοκῶντες παρεγένοντο, καὶ περὶ τοῦ παντὸς, ὡς εἰπεῖν, ἀγωνιῶντες τὴν πρὸς τὸν δίκαιον ἀπολογίαν ἔσπευσαν ποιήσασθαι. Εἶδες πῶς οὐδὲν ἰσχυρότερον ἀρετῆς, οὐδὲ δυνατώτερον; πῶς οὐδὲν ἀσφαλέστερον τοῦ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντος; Εἶτα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, ἀπελθόντες οἱ παῖδες τοῦ Ἰσαὰκ ὤρυξαν φρέαρ, καὶ εἶπαν, Οὐχ εὕρομεν ὕδωρ. Καὶ ἐκάλεσεν αὐτὸ, Ὅρκον. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει, Φρέαρ ὅρκου, ἕως τῆς σήμερον ἡμέρας. Ὅρα καὶ ἐνταῦθα ἐκ τῶν γεγενημένων τὴν προσηγορίαν αὐτὸν ἐπιτιθέντα τῷ τόπῳ. Ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ φρέαρ ὀρύξαντες οὐδὲν εὗρον, ἐν ᾗ τοὺς ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους, Φρέαρ ὅρκου ἐπέθηκεν ὄνομα τῷ τόπῳ, ἵνα ὑπόμνησις ᾖ τῶν γεγενημένων. Εἶδες πῶς οὔτε τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν ἔχων ὁ δίκαιος οὗτος, οὔτε πρὸς ἕτερόν τινα ἰδεῖν ἔχων, ἀλλὰ τῷ πατρὶ κατακολουθήσας, καὶ ἀπὸ τοῦ τῇ φύσει τῇ ἀνθρωπίνῃ ἐγκειμένου τῷ συνειδότι διδασκάλου ὁδηγούμενος, τοσαύτην φιλοσοφίαν ἐπεδείκνυτο; Τὰ γὰρ γεγενημένα οὐ μόνον τὴν ἐπιείκειαν ἐδείκνυ τοῦ δικαίου τούτου· ἀλλὰ καὶ τὰ τοῦ Χριστοῦ παραγγέλματα δι' αὐτῶν τῶν ἔργων αὐτὸν πληροῦν ἀπέφηνε. Καὶ ὅπερ ὁ Χριστὸς ἔλεγε διαταττόμενος τοῖς μαθηταῖς καὶ παραινῶν, οὐ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν, ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐπιδείκνυσθαι, τοῦτο οὗτος ἄνωθεν ἐπλήρου, καὶ πρὸς τοὺς τοσοῦτον μῖσος περὶ αὐτὸν ἐσχηκότας τοσαύτην ἐπεδείκνυτο τὴν φιλοξενίαν, καὶ τὸ τῆς μνησικακίας πάθος ἐξώριζε τῆς ἑαυτοῦ ψυχῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
