# In Genesim (homiliae 1-67) 4.1-49

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΓʹ Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-49

Ὅρα πῶς μετὰ τὴν τούτου ἔξοδον ἐκεῖνος εὐθέως παρεγένετο, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ἵνα ἀγνοῶν προσαγάγῃ καὶ αὐτὸς τὰ ἐδέσματα, καὶ παρὰ τοῦ πατρὸς μάθῃ ἅπασαν τοῦ πράγματος τὴν ὑπόθεσιν. Εἰ γὰρ ἔφθη καταλαβεῖν τὸν ἀδελφὸν, ἴσως ἂν αὐτὸν καὶ διεχειρίσατο ἡττώμενος ὑπὸ τοῦ θυμοῦ· ὁ γὰρ μετὰ ταῦτα τοῦτο βουλευσάμενος, πολλῷ μᾶλλον ἐν ἀκμῇ τοῦ πράγματος τοῦτο ἂν εἰργάσατο. Ἀλλ' ἡ τοῦ Θεοῦ χεὶρ ἦν ἡ τὸν παῖδα διασώζουσα, καὶ τοῦτον μὲν ἄξιον τῆς εὐλογίας ἀπεργασαμένη, ἐκεῖνον δὲ ἀποστερήσασα καὶ τῆς εὐλογίας καὶ τῶν πρωτοτοκίων. Παραγενόμενος δὲ, φησὶν, ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ὅρα μοι πάλιν τὸν δίκαιον ἐν θορύβῳ γενόμενον καὶ διαταραττόμενον τὸν λογισμόν. Ἀκούσας γὰρ, φησὶν, Εἶπε· Τίς εἶ σύ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ὅρα πῶς μεγαλοφρονῶν ἐπὶ τῷ πράγματι, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, Ἐγώ εἰμι Ἡσαῦ, ἀλλὰ προσέθηκεν, Ὁ πρωτότοκος. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς οὖν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔστω; Ὅρα πῶς καὶ εἰς ἀπορίαν γεγονὼς ὁ δίκαιος, καὶ διηγούμενος αὐτῷ τὸ συμβὰν, ὅμως προσέθηκε, καιρίαν ἐκείνῳ διδοὺς τὴν πληγὴν, τὸ, Καὶ εὐλόγηκα αὐτὸν, καὶ εὐλογημένος ἔστω. Τοῦτο δὲ ἐποίει ὁ δίκαιος τῆς τοῦ Θεοῦ σοφίας ὁδηγούσης αὐτοῦ τὴν γλῶτταν, ἵνα πάντα μετὰ ἀκριβείας ἐκεῖνος μαθὼν εἰδέναι ἔχῃ, ὡς οὐδὲν αὐτῷ πλέον ἔσται οὔτε ἀπὸ τῶν πρωτοτοκίων, οὔτε ἀπὸ τῆς θήρας. Ἀκούσας δὲ, φησὶν, Ἡσαῦ ἀνεβόησε φωνὴν μεγάλην σφόδρα καὶ πικράν. Τί ἐστι, Φωνὴν μεγάλην σφόδρα καὶ πικράν; Τὸν θυμὸν ᾐνίξατο διὰ τοῦ ῥήματος, καὶ τῆς ὀργῆς, ἧς ἐπλήσθη ταῦτα μαθὼν, τὴν ὑπερβολήν. Καὶ εἶπεν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Προλαβὼν, φησὶν, ὁ ἀδελφός σου τὴν εὐλογίαν πᾶσαν ἐπεσπάσατο μετὰ πολλῆς τῆς δαψιλείας. Καὶ ἵνα γνῷς, ὅτι ἡ ἄνωθεν χάρις ἦν ἡ τὸν δίκαιον ἀπατηθῆναι συνεργήσασα, ὅρα πῶς αὐτὸς τοῦτο ὁμολογεῖ λέγων, Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, μονονουχὶ ἀπολογούμενος τῷ παιδὶ, καὶ διδάσκων αὐτὸν, ὅτι Ἀγνοῶν ἐπ' ἐκεῖνον τὰς εὐλογίας ἐποιησάμην, καὶ ὅτι Εἰς σὲ ταύτας ἕτοιμος ἤμην ποιήσασθαι· ἀλλ' ἐκεῖνος, Ἐλθὼν μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου· τὰ σοὶ παρασκευασθέντα ἐκεῖνος ἐδέξατο· οὐ παρὰ τὴν ἐμὴν δὲ αἰτίαν γέγονε. Καὶ εἶπε, φησὶν, Ἡσαῦ· Δικαίως ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἰλήφει, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Οὐ μάτην, φησὶ, τῆς προσηγορίας ταύτης ἠξιώθη· πτερνισμὸς γὰρ ἑρμηνεύεται τὸ ὄνομα αὐτοῦ, ὅπερ οὗτος εἰς ἐμὲ ἐπεδείξατο, καὶ τῶν πρωτοτοκίων ἀποστερήσας καὶ τῆς εὐλογίας. Τί οὖν ὁ Ἡσαῦ πρὸς Ἰσαάκ; Οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ; Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν αὐτῷ· Μάνθανε, φησὶν, ὅτι πάσας εἰς αὐτὸν ἐξέχεα τὰς εὐλογίας, Εἰ κύριον αὐτὸν ἐποίησά σου. Ὅρα πῶς εὐθέως ἀπὸ τούτου ἄρχεται, καὶ οὐδὲν ἕτερον λέγει, ἀλλὰ τὴν δουλείαν αὐτῷ σημαίνει καὶ τὴν ὑποταγήν· καί φησιν, Εἰ κύριον αὐτὸν ἐποίησά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον; Οὐδὲν ἕτερον λοιπὸν ὑπολέλειπται· εἰ δεσπότην αὐτὸν ἐποίησά σου, καὶ πάντας αὐτοῦ οἰκέτας τοὺς ἀδελφοὺς, καὶ τῶν ἀναγκαίων αὐτῷ τὴν ἀφθονίαν ἐπηυξάμην, τί λοιπὸν ἕτερον λείπεται; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Εὐλόγησον δὴ κἀμέ. Ἐπειδὴ ἤκουσε τοῦ πατρὸς εἰπόντος, Καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται, εἶτα καὶ τὴν εὐλογίαν αὐτῷ πᾶσαν δήλην ἐποίησε, τότε φησὶν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ· μὴ γὰρ μία σοί ἐστιν εὐλογία; Μὴ γὰρ οὐχ ἱκανὸς σὺ κἀμὲ ἀξιῶσαι τῆς παρὰ σοῦ εὐλογίας, τὸν οὕτω παρὰ σοῦ ἀγαπώμενον, τὸν πρωτότοκον, τὸν διὰ τὴν θήραν παρὰ σοῦ ἀποσταλέντα; Συνέχεε διὰ τῶν ῥημάτων τὸν πατέρα. Κατανυχθέντος γὰρ, φησὶν, Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ ἔκλαυσεν. Εἶδε τὸν πατέρα ἐν ἀμηχανίᾳ ὑπάρχοντα, καὶ οὐ δυνάμενον, οὐδὲ ἀνεχόμενον ἀνατρέψαι τὰ ἤδη γεγονότα· καὶ ὁ μὲν τῇ βοῇ καὶ κλαυθμὸν προσέθηκεν, εἰς πλείονα συμπάθειαν ἀγαγεῖν τὸν πατέρα βουλόμενος. Οἰκτείρας δὲ αὐτὸν ὁ Ἰσαὰκ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Ἐπειδὴ, φησὶ, καὶ αὐτὸς τῆς παρ' ἐμοῦ εὐλογίας ἀπολαῦσαι ἐπιθυμεῖς, μάνθανε ὅτι οὐχ οἷόν τέ με ἐναντία τῇ τοῦ Θεοῦ γνώμῃ διαπράξασθαι· ἀλλὰ καὶ σοὶ μὲν ἐπεύχομαι τὴν ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἀπόλαυσιν· ἴσθι δὲ μέλλων πολεμικὸν ἀναδέξασθαι βίον· Ἐπὶ τῇ μαχαίρᾳ γάρ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
