Ancient Greek
ΟΜΙΛΙΑ Νϛʹ Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-52
Not analysed yet
Εἶδες πῶς οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ τὰς ὀνομασίας τοῖς τικτομένοις ἐπετίθει; Ἐκάλεσε γὰρ αὐτὸν Συμεὼν, ἐπειδὴ ἤκουσε Κύριος. Τοῦτο γὰρ ἑρμηνεύεται τὸ ὄνομα τῇ Ἑβραϊκῇ διαλέκτῳ, ὅτι ἠκούσθη. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν· Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Λευΐ. Δοκεῖ μοι ἐνταῦθα αἰνίττεσθαι, ὅτι καὶ τῶν δύο τεχθέντων οὐδέπω ἴσχυσεν εἰς τὴν περὶ αὐτὴν διάθεσιν ἐφελκύσασθαι τὸν ἄνδρα, ἀλλ' ἔτι ὅλως ἦν πρὸς τὴν Ῥαχὴλ νενευκώς· διὰ τοῦτό φησιν· Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου. Τάχα, φησὶ, κἂν ἡ προσθήκη τοῦ τρίτου παρασκευάσῃ τὸν ἄνδρα εὐνοϊκῶς περὶ ἐμὲ διατεθῆναι. Ἰδοὺ γὰρ αὐτῷ τέτοκα τρεῖς υἱούς. Καὶ συλλαβοῦσα ἔτι, ἔτεκεν υἱὸν, καὶ εἶπε· Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. Τί ἔστι· Τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ; Τὸ Ἐξομολογήσομαι ἐνταῦθα, εὐχαριστήσω καὶ δοξάσω αὐτόν ἐστιν, ὅτι καὶ τέταρτον προσέθηκέ μοι υἱὸν, καὶ τοσαύτην μοι τὴν εὐπορίαν ἐχαρίσατο· καὶ ὅπερ ἀπὸ τῆς τοῦ σώματος ἀμορφίας εἰς τὴν παρὰ τοῦ ἀνδρὸς εὔνοιαν ἔμελλον καταβλάπτεσθαι, τοῦτο ἡ τέκνων παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας χαρισθέντων μοι γονὴ διωρθώσατο, καὶ τῆς ἀθυμίας τὴν ὑπερβολὴν διεσκέδασε, τὴν διὰ τὴν ἀμορφίαν μισουμένην παραμυθησάμενος, καὶ μεταστήσας τὸ μῖσος εἰς τὴν ἀδελφὴν τὴν ἐμήν. Τεκοῦσα δὲ, φησὶ, τὸν Ἰούδαν, ἔστη τοῦ τίκτειν. Ἰδοῦσα δὲ Ῥαχὴλ, ὅτι οὐ τέτοκε τῷ Ἰακὼβ, ἐζήλωσε τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπε τῷ Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἀπερίσκεπτος ἡ αἴτησις καὶ γυναικώδης, καὶ ψυχῆς ὑπὸ τῆς ζηλοτυπίας πολιορκουμένης· Δός μοι τέκνα. Οὐκ ἤκουσας ὅτι οὐχ ἡ τοῦ ἀνδρὸς συνουσία ἐκείνῃ τὸν τόκον παρέσχεν, ἀλλὰ Κύριος ὁ Θεὸς, ὁ Ἰδὼν, φησὶν, ὅτι μισεῖται, ἤνοιξε τὴν μήτραν αὐτῆς; Τίνος οὖν ἕνεκεν τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖς παρὰ τοῦ ἀνδρὸς, καὶ καταλιποῦσα τὸν τῆς φύσεως Δεσπότην, τῷ ἀνδρὶ ἐγκαλεῖς τῷ μηδὲν πρὸς τοῦτο συμβάλλεσθαί σοι δυναμένῳ; Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Δεινὸν ἡ ζηλοτυπία κακόν· καὶ γὰρ εἰς ἀφροσύνην ἐκπίπτει· ὃ δὴ καὶ αὕτη πέπονθεν. Ὁρῶσα γὰρ τῶν τέκνων τῆς ἀδελφῆς τὸν χορὸν, καὶ τὴν οἰκείαν ἐρημίαν λογιζομένη, οὐκ ἔφερε τὴν ἐπήρειαν, οὐδὲ κατασχεῖν ἠδυνήθη τοῦ ταράττοντος αὐτὴν λογισμοῦ, ἀλλ' ἐκεῖνα τὰ ἀνοίας ἀνάμεστα φθέγγεται ῥήματα, καί φησι· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἴσως εἶδε τοῦ ἀνδρὸς τὸν περὶ αὐτὴν πόθον, καὶ νομίζουσα παρὰ τὴν ἐκείνου αἰτίαν κἀκείνην τοσούτους ἐσχηκέναι παῖδας, καὶ ἑαυτὴν μηδέπω τετοκέναι, φησί· Δός μοι τέκνα. Εἶτα φοβῆσαι βουλομένη τὸν ἄνδρα, ἐπάγει· Εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Τί οὖν ὁ φιλόθεος Ἰακώβ; Ἐθυμώθη. φησὶ, πρὸς τὰ ῥηθέντα, καὶ εἶπεν αὐτῇ· Μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπῶν κοιλίας; Τί, φησὶ, καταλιποῦσα τὸν Δεσπότην τῆς φύσεως, τὴν μέμψιν ἐμοὶ ἐπάγεις; Ἐκεῖνός ἐστιν ὁ ἀποστερήσας σε τοῦ καρποῦ τῆς κοιλίας. Διατί μὴ παρ' ἐκείνου ζητεῖς, τοῦ δυναμένου διανοῖξαι τῆς φύσεως τὸ ἐργαστήριον, καὶ διεγεῖραι τὴν μήτραν πρὸς γονήν; Μάνθανε τοίνυν ὅτι ἐκεῖνος ὁ σὲ στερήσας τοῦ καρποῦ τῆς κοιλίας, καὶ τῇ ἀδελφῇ τῇ σῇ τὴν τοσαύτην εὐπορίαν ἐχαρίσατο. Μὴ τοίνυν παρ' ἐμοῦ ζήτει, ἃ μὴ δύναμαι παρασχεῖν, καὶ ὧν οὐκ εἰμὶ κύριος. Εἰ γὰρ ἐπ' ἐμοὶ τοῦτο ἦν, πάντως ἄν σε τῆς ἀδελφῆς προετίμησα, τὴν πλείονα εὔνοιαν περὶ σὲ κεκτημένος Ἐπειδὴ δὲ, κἂν μυριάκις ὦ εὐνοϊκῶς περὶ σὲ διακείμενος, οὐδέν σοι πρὸς τοῦτο συμβάλλεσθαι δυνήσομαι, παρ' ἐκείνου ζήτει τοῦ καὶ τὴν στείρωσιν ἐπάγοντος, καὶ ταύτην λῦσαι δυναμένου. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν, ὅπως καὶ εἰς θυμὸν ἐξενεχθεὶς ἐκ τῶν παρ' αὐτῆς ῥηθέντων, μετὰ πολλῆς τῆς σοφίας τὴν πρὸς αὐτὴν ἀπόκρισιν ποιεῖται, μετὰ ἀκριβείας αὐτὴν πάντα διδάσκων, καὶ τὴν αἰτίαν αὐτῇ δήλην ποιῶν, ἵνα μὴ καταλιποῦσα τὸν Δεσπότην, παρ' ἑτέρου ζητῇ, ἅπερ ἐκεῖνος μόνος παρασχεῖν δύναται. Μαθοῦσα τοίνυν ὅτι παρὰ τοῦ Θεοῦ τοῦ τίκτειν ἀπεστέρηται, καὶ ὁρῶσα τὴν ἀδελφὴν κομῶσαν τοῖς τέκνοις, μετρίαν γοῦν παραμυθίαν ποριζομένη, φησὶ τῷ Ἰακώβ· Ἐπειδὴ νῦν με ἐδίδαξας, ὅτι οὐ παρὰ τὴν σὴν αἰτίαν ἄτεκνος ἐγὼ τυγχάνω, κἂν τὴν παιδίσκην μου λαβὼν, τεκνοποίησον ἐξ αὐτῆς, ἵνα κἂν βραχεῖαν παραμυθίαν εὑρεῖν δυνηθῶ, τὰ παρ' αὐτῆς τικτόμενα οἰκειουμένη. Καὶ ἔδωκεν αὐτῷ, φησὶ, Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ συνέλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν· καὶ εἶπε Ῥαχήλ· Ἔκρινέ μοι ὁ Θεὸς, καὶ ὑπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκέ μοι υἱόν. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δᾶν. Βραχεῖαν γοῦν ἔσχε παράκλησιν τεκούσης τῆς παιδίσκης. Διὸ καὶ αὐτὴ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, καὶ εὐχαριστεῖ τῷ Δεσπότῃ ὑπὲρ τοῦ τεχθέντος. Καὶ συνέλαβε, φησὶν, ἔτι Βάλλα, καὶ ἔτεκε· καὶ εἶπε Ῥαχήλ· Συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνήθην. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ. Καὶ ἐμάνθανε λοιπὸν διὰ τῆς παιδίσκης σαφῶς, ὅτι οὐχ ὁ Ἰακὼβ αἴτιος αὐτῇ τῆς ἀτεκνίας ἐγένετο. Διὸ καὶ τοὺς τεχθέντας ὡς οἰκείους παῖδας ἀνατρέφει. καὶ τὰς προσηγορίας ἐπιτίθησι, μεγίστην ἑαυτῇ παραμυθίαν ἐντεῦθεν ἐπινοήσασα. Ἰδοῦσα δὲ, φησὶν, Λεία, ὅτι ἔστη τοῦ τίκτειν, καὶ αὐτὴ τὴν παιδίσκην τὴν Ζέλφαν ἔδωκε τῷ Ἰακὼβ εἰς γυναῖκα· καὶ συνέλαβε καὶ ἔτεκε. Καὶ εἶπε Λεία· Τετύχηκα, ἀντὶ τοῦ, Ἐπέτυχον τοῦ σκοποῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ ἐπειδὴ εἰς ἔργον ἐξῆλθεν αὐτῇ τὸ σπουδασθὲν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν ἕτερον· καὶ εἶπε Λεία· Μακαρία ἐγὼ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.