# In Genesim (homiliae 1-67) 4.1-53

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-53

Σκόπει μοι τοῦ δικαίου τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ ὅπως πάντα φόβον καὶ ἀγωνίαν παρωσάμενος ἐπείθετο τῷ τοῦ Δεσπότου ἐπιτάγματι. Ἐπειδὴ γὰρ εἶδε τοῦ Λάβαν οὐχ ὑγιῆ τὴν γνώμην, οὐκ ἔτι καθάπερ πρότερον πυθέσθαι αὐτὸν κατεδέξατο, ἀλλὰ τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου, ἐπλήρου, καὶ λαβὼν τὰς γυναῖκας καὶ τὰ παιδία ἥπτετο τῆς ὁδοῦ. Λάβαν δὲ, φησὶν, ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πρόσκειται, ἀλλ' ἵνα γνῶμεν, πῶς ἔτι τῆς πατρικῆς εἴχοντο συνηθείας, καὶ πολλὴν τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἐπεδείκνυντο. Ἐννόησον γὰρ ὅσην αὕτη σπουδὴν ἐποιήσατο, ὡς μηδὲν ἕτερον ὑφελέσθαι τῶν τοῦ πατρὸς, ἀλλὰ τὰ εἴδωλα μόνα, καὶ τοῦτο ἐποίει καὶ τὸν ἄνδρα λανθάνουσα· οὐδὲ γὰρ ἂν ἐκεῖνος συνεχώρησε ταῦτα γενέσθαι. Ἔκρυψε δὲ, φησὶν, Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Θέα μοι τὴν πολλὴν τοῦ Θεοῦ καὶ ἐνταῦθα πρόνοιαν, ὅπως, μέχρις ὅτε πόῤῥωθεν γέγονεν ὁ δίκαιος, οὐ συνεχώρησε τῷ Λάβαν εἰς γνῶσιν ἐλθεῖν τὴν ἀναχώρησιν τοῦ Ἰακώβ. Τριῶν γὰρ ἡμερῶν, φησὶ, παρελθουσῶν, τῷ Λάβαν ἐγνώσθη. Καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ' ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Σκόπει πάλιν τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν. Ὁ γὰρ εἰπὼν, Ἀπόστρεφε εἰς τὴν γῆν σου, καὶ ἔσομαι μετὰ σοῦ, οὗτος καὶ νῦν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν. Ἐπειδὴ γὰρ εἶδε τὸν Λάβαν μετὰ πολλῆς ἀγανακτήσεως καταδιώκοντα τὸν δίκαιον, καὶ δίκην, ὡς εἰπεῖν, εἰσπράξασθαι βουλόμενον τῆς ἀναχωρήσεως, ἐπιφαίνεται τῷ Λάβαν καθ' ὕπνον τὴν νύκτα. Ἦλθε δὲ, φησὶν, ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ ὅπως διὰ τὴν περὶ τὸν δίκαιον κηδεμονίαν καὶ τῷ Λάβαν διαλέγεται, ἵνα κατασείσας αὐτοῦ τὴν διάνοιαν ἀποστήσῃ τῆς κατὰ τοῦ Ἰακὼβ ὁρμῆς. Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ τοῦ Ἰακὼβ πονηρά. Πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης. Ἐπειδὴ ἑώρα αὐτὸν πρὸς μάχην ἐπειγόμενον, καὶ κατεξαναστῆναι τοῦ δικαίου βουλόμενον, μονονουχὶ διὰ ῥήματος καθέλκει αὐτοῦ τὸν λογισμὸν, καί φησι· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρόν. Μηδὲ μέχρι ῥημάτων, φησὶν, ἐπιχειρήσῃς λυπῆσαι τὸν Ἰακὼβ, ἀλλὰ φύλαξαι σεαυτὸν, ἐπίσχες σου τὴν κακὴν ταύτην ὁρμὴν, κατάστειλαι τὸν θυμὸν, ἀναχαίτισόν σου θυμουμένην τὴν διάνοιαν, καὶ μηδὲ μέχρι ῥήματος λυπῆσαι αὐτὸν ἀνάσχῃ. Καὶ σκόπει μοι Θεοῦ φιλανθρωπίαν. Οὐ προσέταξε τῷ Λάβαν εἰς τὰ οἰκεῖα ὑποστρέψαι, ἀλλὰ μόνον παρεκελεύσατο μηδὲν φορτικὸν, μηδὲ ἐπαχθὲς διαλεχθῆναι τῷ δικαίῳ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μάθῃ καὶ διὰ τῶν ἔργων αὐτῶν ὁ δίκαιος καὶ διὰ τῶν πραγμάτων, ὅσης ἀξιοῦται παρὰ τοῦ Θεοῦ τῆς κηδεμονίας. Εἰ γὰρ ὑπέστρεψεν ὁ Λάβαν, πόθεν ἂν τοῦτο ἔγνω ὁ Ἰακὼβ, ἢ αἱ τούτου γυναῖκες; Καὶ διὰ τοῦτο συγχωρεῖ αὐτὸν ἀπελθεῖν, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογῆσαι τὰ παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντα, ἵνα καὶ ὁ δίκαιος πλείονα τὴν προθυμίαν κτήσηται περὶ τὴν ἀποδημίαν, καὶ θάρσος προσλάβῃ, καὶ αἱ τούτου γυναῖκες μαθοῦσαι ὅσης ἀξιοῦται ὁ Ἰακὼβ παρὰ τοῦ τῶν ὅλων Θεοῦ τῆς κηδεμονίας, ἀποσείσωνται τὴν πατρικὴν πλάνην καὶ ζηλώσωσι τὸν δίκαιον, καὶ θεογνωσίας ἐντεῦθεν ἀρκοῦσαν διδασκαλίαν δέξωνται. Οὐδὲ γὰρ οὕτως ἦν τὰ παρὰ τοῦ Ἰακὼβ ἀξιόπιστα, ὡς τὰ παρὰ τοῦ Λάβαν λεγόμενα, τοῦ ἔτι περὶ τὰ εἴδωλα ἐπτοημένου. Αἱ γὰρ παρὰ τῶν ἀπίστων μαρτυρίαι καὶ τῶν ἐχθρῶν τῆς εὐσεβείας ἀεὶ πολὺ τὸ ἀξιόπιστον ἔχουσι. Καὶ τοῦτο γὰρ τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας, ὅταν καὶ τοὺς ἐχθροὺς τῆς ἀληθείας αὐτοὺς μάρτυρας ποιῇ γενέσθαι τῆς ἀληθείας, καὶ διὰ τῆς οἰκείας γλώττης τὰ αὐτὰ συναγωνίζωνται. Κατέλαβε δὲ Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Τί τοῦτο ἐποίησας; Ὅρα πῶς τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα τὴν πολλὴν αὐτοῦ φλεγμονὴν κατέστειλε, καὶ τὸν θυμὸν ἐχαλίνωσε. Διὰ τοῦτο μετὰ πολλῆς ἡμερότητος τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, μονονουχὶ ἀπολογούμενος, καὶ πατρικὴν φιλοστοργίαν περὶ αὐτὸν ἐπιδεικνύμενος. Ὅταν γὰρ τῆς ἄνωθεν ἀπολαύωμεν προνοίας, οὐ μόνον τῶν ἀνθρώπων τῶν πονηρῶν διαφυγεῖν δυνάμεθα τὰς ἐπιβουλὰς, ἀλλὰ καὶ θηρίοις ἀνημέροις ἐὰν περιπέσωμεν, οὐδὲν ὑποστησόμεθα δεινόν. Ὁ γὰρ τῶν ἁπάντων Δεσπότης τῆς οἰκείας δυνάμεως τὴν περιουσίαν ἐπιδεικνύμενος, καὶ τῶν θηρίων μεταβάλλει τὴν φύσιν, καὶ εἰς προβάτων ἡμερότητα αὐτὰ μεθίστησιν, οὐχὶ τῆς θηριωδίας αὐτὰ μεθιστὰς, ἀλλ' ἐν αὐτῇ τῇ φύσει καταλιμπάνων, τὰ τῶν προβάτων ἐπιδείκνυσθαι παρασκευάζει. Καὶ οὐκ ἐπὶ τῶν θηρίων μόνον τοῦτο ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπ' αὐτῶν τῶν στοιχείων. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τὰ στοιχεῖα αὐτὰ τῆς οἰκείας ἐνεργείας ἐπιλανθάνεται, καὶ οὐδὲ πῦρ τὰ πυρὸς ἐπιδείκνυται. Καὶ τοῦτό τις καταμάθοι ἐπί τε τῶν τριῶν παίδων, ἐπί τε τοῦ Δανιήλ. Ὁ μὲν ὑπὸ λεόντων περιστατούμενος, ὡς ὑπὸ προβάτων κυκλούμενος, οὐδὲν ἔπασχεν ἀηδὲς, τῆς ἄνωθεν ῥοπῆς τὴν ἐκείνων ἀγριότητα ἀναχαιτιζούσης. Ὅτι γὰρ θῆρες ὄντες ἔμενον τὰ τῆς θηριωδίας μὴ ἐπιδεικνύμενοι, δι' αὐτῶν τῶν πραγμάτων ἔγνωσαν τῶν ἀλόγων θηρίων οἱ ἀγριώτεροι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
