# In Genesim (homiliae 1-67) 4.1-56

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ξʹ Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-56

Τοῦτον ἅπαντες ζηλώσωμεν, καὶ νεκρώσωμεν ἡμῶν τὰ μέλη τῆς σαρκὸς, καὶ πρὸς τὴν ἁμαρτίαν ἀνενέργητα αὐτὰ ἐργασώμεθα· οὕτω γὰρ μάλιστα αὐτὰ δυνησόμεθα παραστῆσαι τῷ Θεῷ θυσίαν εὐάρεστον. Εἶδες τὸ καινὸν καὶ παράδοξον τῆς θυσίας ταύτης; Ὅταν νεκρὰ γένηται τὰ μέλη, τότε μᾶλλον εὐπρόσδεκτα τῇ θυσίᾳ γίνεται. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ πνευματική ἐστιν ἡ θυσία, καὶ οὐδὲν αἰσθητὸν ἔχει. Ἐπὶ μὲν γὰρ τῆς θυσίας τῆς αἰσθητῆς οὐ μόνον τὸ νεκρόν ἐστιν ἀπόβλητον, ἀλλὰ καὶ τὸ ζῶν, εἰ λώβην τινὰ ἔχοι, οὐδὲ τοῦτο εἰς θυσίαν δεκτὸν ἂν γένοιτό ποτε. Καὶ τοῦτο ἐξ ἀρχῆς ἐνομοθετεῖτο οὐχ ἁπλῶς, ἀλλ' ἵνα διὰ τῆς τῶν ἀλόγων παρατηρήσεως κατὰ μικρὸν ἐναχθῶμεν μετὰ τῆς τοσαύτης φυλακῆς τὴν πνευματικὴν ταύτην καὶ λογικὴν θυσίαν προσάγειν. Ὃ γάρ ἐστιν ἐκεῖ λώβη, καὶ τὸ ὠτότμητον καὶ κολοβόκερκον, τοῦτο ἐνταῦθα πονηρία, ἐπιθυμία, ἀσέλγεια, χρημάτων ἔρως καὶ πᾶσα ἁμαρτία· καὶ ὅπερ ἐστὶν ἐκεῖ τὸ ὑγιὲς, καὶ τὸ πάντῃ μώμου ἀπηλλαγμένον, τοῦτο ἐνταῦθα τὸ νεκρὸν τῷ κόσμῳ πάντῃ γεγονότα οὕτω πρὸς τὴν θυσίαν τὴν πνευματικὴν ἐπιτήδειον ἑαυτὸν καταστῆσαι. Ταῦτα μὴ ἁπλῶς παρατρέχωμεν, ἀλλ' ἐμπηγνύντες αὐτὰ τῇ ἑαυτῶν διανοίᾳ, σπουδάσωμεν μὴ ἐλάττους ὀφθῆναι τῶν Ἰουδαίων τῶν ἐν τῇ σκιᾷ τοσαύτην ἐπιδεικνυμένων παρατήρησιν. Ὥσπερ γὰρ ἐκεῖνοι ἔτι τῷ λύχνῳ παρακαθήμενοι τοσαύτην ἐποιοῦντο τὴν φυλακὴν, οὕτως ἡμεῖς, ἐπειδὴ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταυγασθῆναι κατηξιώθημεν, καὶ τὴν σκιὰν καταλιπόντες πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθημεν, τὴν ὁμοίαν φυλακὴν ἐπιδειξώμεθα περὶ τὴν πνευματικὴν ταύτην θυσίαν. Καὶ μηδὲ τὰ μικρὰ ἁμαρτήματα νομιζόμενα ἁπλῶς παρατρέχωμεν, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς εὐθύνας ἀπαιτῶμεν καὶ ῥημάτων καὶ βλεμμάτων, καὶ δίκας ἑαυτοὺς εἰσπραττώμεθα, ἵνα τῆς ἐκεῖθεν κολάσεως ἑαυτοὺς ἐλευθερώσωμεν. Διὰ γὰρ τοῦτο καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ὥστε, ἐὰν ἑαυτοὺς ἐνταῦθα κατακρίνωμεν ἐπὶ τοῖς καθ' ἑκάστην ἡμέραν ὑφ' ἡμῶν ἁμαρτανομένοις, ὑποτεμνόμεθα τῆς ἐκεῖ κρίσεως τὴν σφοδρότητα. Εἰ δὲ ῥᾳθυμήσαιμεν, Κρινόμενοι, φησὶν, ὑπὸ Κυρίου παιδευόμεθα. Προλαβόντες τοίνυν ἑαυτοὺς καταδικάσωμεν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, καὶ μηδενὸς εἰδότος τὸ δικαστήριον τοῦ συνειδότος καθίσαντες, οὕτω βασανίσωμεν ἑαυτῶν τοὺς λογισμοὺς, καὶ ὀρθὴν τὴν κρίσιν ἐκφέρωμεν, ἵνα τὸν ἐπηρτημένον φόβον δεδοικὼς ὁ λογισμὸς μηκέτι ἀνέχηται ὑποσύρεσθαι, ἀλλὰ τὴν ὁρμὴν ἀναχαιτίζῃ, καὶ τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν προορώμενος ἀποτειχίζῃ τῷ διαβόλῳ τὴν εἴσοδον. Ὅτι γὰρ ἀπὸ ῥᾳθυμίας ἅπαντα ὑπομένομεν, αὐτὴ βοᾷ τῶν πραγμάτων ἡ πεῖρα. Ὥσπερ γὰρ ἐὰν μικρὸν διεγερθῆναι βουληθῶμεν, καθάπερ κονιορτὸν οὕτω τούτου τὰς ἐπιβουλὰς ἀποτιναξόμεθα· οὕτως ἐπειδάν ποτε ὑποσκελισθῶμεν, οὐ παρὰ τὴν ἐκείνου τυραννίδα τοῦτο ὑπομένομεν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Οὐδὲ γὰρ βίᾳ ἡμῶν περιγίνεται καὶ ἀνάγκῃ, ἀλλ' ἀπάτῃ μόνον. Τοῦ δὲ μὴ ἀπατηθῆναι, εἰ θελήσομεν μικρὸν διεγερθῆναι καὶ νῆψαι, ἡμεῖς κύριοι· οὐκ ἐπειδὴ καθ' ἑαυτοὺς τοσαύτην ἔχομεν τὴν ἰσχὺν, ἀλλ' ἐπειδὴ τότε καὶ τῆς ἄνωθεν ἀξιούμεθα ῥοπῆς. Ὅταν γὰρ τὰ παρ' ἑαυτῶν ἐπιδειξώμεθα καὶ τὰ παρὰ τοῦ Δεσπότου πάντως ἕπεται. Νήψωμεν οὖν, παρακαλῶ, καὶ εἰδότες τοῦ πονηροῦ τὰς μηχανὰς, διηνεκῶς γρηγορῶμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν συνεφάψασθαι ἡμῖν τῆς πρὸς αὐτὸν πάλης. Οὕτω γὰρ καὶ ἡμεῖς ἀχείρωτοι γενησόμεθα, καὶ τὰς ἐκείνου διαφευξόμεθα μηχανὰς, καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσομεν, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
