# In Genesim (homiliae 1-67) 4.1-57

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΑʹ Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-57

Ὅρα πῶς καὶ πρότερον ὁ Ῥουβὴν ἐλάττονι κακῷ τὸ μεῖζον ἐκώλυσε· καὶ νῦν πάλιν ὁ Ἰούδας πραθῆναι συμβουλεύει τὸν ἀδελφὸν, ὥστε τῆς σφαγῆς αὐτὸν ἐξαρπάσαι. Τοῦτο δὲ ὅλον ἐγένετο, ἵνα πληρωθῇ καὶ ἀκόντων αὐτῶν τὰ παρὰ τοῦ Θεοῦ προῤῥηθέντα, καὶ ὑπηρετοῦνται τῇ οἰκονομίᾳ. Καὶ δεξάμενοι, φησὶ, τὴν συμβουλὴν τοῦ Ἰούδα, ἀναβιβάσαντες αὐτὸν ἀπὸ τοῦ λάκκου, ἀπέδοντο αὐτὸν τοῖς Ἰσμαηλίταις εἴκοσι χρυσῶν. Ὢ συναλλάγματος παρανόμου, ὢ κέρδους ὀλεθρίου, ὢ πράσεως ἀδικωτάτης. Τὸν τὰς αὐτὰς ὑμῖν ὠδῖνας λύσαντα, τὸν οὕτω τῷ πατρὶ περιπόθητον, τὸν εἰς ἐπίσκεψιν ὑμετέραν παραγενόμενον, τὸν οὐ μικρὸν, οὐ μέγα ποτὲ ὑμᾶς ἀδικήσαντα πιπράσκειν ἐπιχειρεῖτε, καὶ πιπράσκειν βαρβάροις ἀνθρώποις καὶ εἰς τὴν Αἴγυπτον κατιοῦσι; Τίς ἡ τοσαύτη μανία; τίς ὁ φθόνος; τίς ἡ βασκανία; Εἰ μὲν γὰρ τὰ ὀνείρατα δεδοικότες τοῦτο ποιεῖτε, ὡς πεπεισμένοι ὅτι δὴ πάντως ἔσται, τίνος ἕνεκεν ἀδυνάτοις ἐπιχειρεῖτε, καὶ διὰ τῶν παρ' ὑμῶν γινομένων τὸν πρὸς τὸν Θεὸν πόλεμον ἐπιδείκνυσθε, τὸν ταῦτα αὐτῷ προαγορεύσαντα; Εἰ δὲ οὐδὲν ἡγεῖσθε τὰ ὀνείρατα, ἀλλὰ λῆρον αὐτὰ εἶναι νομίζετε, διὰ τί ταῦτα διαπράττεσθε, ἃ διηνεκῆ ὑμῖν τὴν κηλῖδα προξενήσει, καὶ πένθος ἀδιάλειπτον ἀπεργάσεται τῷ πατρί; Ἀλλ' ὢ τῆς ὑπερβολῆς τοῦ πάθους, μᾶλλον δὲ τῆς μιαιφόνου γνώμης. Ὅταν γάρ τις ἐκδῷ ἑαυτὸν κατά τινα ἄτοπον πρᾶξιν, καὶ ὑποβρύχιος γένηται ὑπὸ τῆς τῶν λογισμῶν ἀτοπίας, οὐ τὸν ἀκοίμητον λαμβάνει πρὸ ὀφθαλμῶν ὀφθαλμὸν, οὐ τὴν φύσιν αὐτὴν αἰδεῖται, οὐχ ἕτερόν τι τῶν δυναμένων αὐτὸν εἰς συμπάθειαν ἀγαγεῖν, ὅπερ καὶ οὗτοι πεπόνθασιν· οὐχ ὅτι ἀδελφὸς ἦν, οὐχ ὅτι νέος, οὐχ ὅτι περιπόθητος τῷ πατρὶ, οὐχ ὅτι ἄπειρος ὢν τῆς ἐν ξένῃ διαγωγῆς, καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς, τοσαύτην μέλλει χώραν διαβαίνειν, καὶ βαρβάροις συνοικεῖν· ἀλλὰ πάντα σώφρονα λογισμὸν ἀπωσάμενοι, ἑνὸς μόνου ἐγίνοντο, τοῦ τὸν οἰκεῖον φθόνον, ὡς ἐνόμιζον, τέως εἰς ἔργον ἀγαγεῖν. Καὶ ἐκεῖνοι μὲν τῇ γνώμῃ ἀδελφοκτόνοι γεγόνασιν· ὁ δὲ ταῦτα παθὼν ὑπ' αὐτῶν ἅπαντα γενναίως ὑπέμενεν. Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν αὐτὸν ἡ φρουροῦσα, καὶ πάντα τὰ δυσχερῆ ῥᾴδια καὶ εὔκολα ἐργαζομένη. Ὅταν γὰρ τῆς ἄνωθεν εὐνοίας ἀπολαύωμεν, κἂν ἐν μέσῳ βαρβάρων ὦμεν, κἂν ἐπ' ἀλλοτρίας, τῶν οἴκοι διατριβόντων καὶ πάσης ἀπολαυόντων θεραπείας ἄμεινον διάγειν δυνάμεθα· ὥσπερ κἂν ἐπὶ τῆς οἰκίας διατρίβωμεν, κἂν πάσης ἀνέσεως ἀπολαύειν δοκῶμεν, ἔρημοι δὲ ὦμεν τῆς ἄνωθεν βοηθείας, πάντων ἐσμὲν ἐλεεινότεροι. Πολλὴ γὰρ καὶ τῆς ἀρετῆς ἡ ἰσχὺς, καὶ τῆς κακίας ἡ ἀσθένεια· καὶ τοῦτο μάλιστα δείκνυσιν ἡμῖν αὕτη ἡ ἐν χερσὶν ἱστορία. Τίνας γὰρ, εἰπέ μοι, ἐλεεινοὺς καὶ μυρίων δακρύων ἀξίους κρίνεις, τοὺς τοσαῦτα κακὰ ἐργασαμένους τὸν ἀδελφὸν, ἢ τὸν ὑπὸ τῇ δουλείᾳ τῶν βαρβάρων γεγενημένον; Δηλονότι τούτους. Ἐννόει γάρ μοι λοιπὸν τὸν θαυμάσιον ἐκεῖνον, τὸν μετὰ τοσαύτης δορυφορίας ἀνατραφέντα, καὶ ὑπὸ ταῖς ἀγκάλαις ταῖς πατρικαῖς διηνεκῶς γεγενημένον, ἀθρόον ἀναγκαζόμενον δουλείαν χαλεπὴν ὑφίστασθαι, καὶ δουλείαν παρὰ βαρβάροις ἀνδράσι, καὶ θηρίων οὐδὲν ἄμεινον διακειμένοις. Ἀλλ' ὁ τῶν ἁπάντων Δεσπότης ἦν ὁ καὶ ἐκείνους ἡμέρους ἐργαζόμενος, κἀκείνῳ πολλὴν διδοὺς τὴν ὑπομονήν. Καὶ ἀποδόμενοι τὸν ἀδελφὸν, ὡς εἰς τέλος ἀγαγόντες τὸν οἰκεῖον σκοπὸν, οὕτω λοιπὸν διέκειντο, ἐκποδὼν ποιησάμενοι τὸν ὑπ' αὐτῶν φθονούμενον. Ἀνέστρεψε δὲ, φησὶ, Ῥουβὴν ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσήφ· καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Ἐπειδὴ γὰρ ἐδίδαξεν ἀνωτέρω ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο συνεβούλευσε Ῥουβὴν εἰς τὸν λάκκον τὸν αὐτοῦ ἀδελφὸν ἐμβληθῆναι, ὥστε καὶ τῶν χειρῶν αὐτὸν ἐξελέσθαι τῶν φονικῶν, καὶ ἀποδοῦναι τῷ πατρί· νῦν, φησὶν, ἰδὼν, ὅτι διήμαρτε τοῦ σκοποῦ, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Ποίαν, φησὶν, ἕξομεν ἀπολογίαν, καὶ μάλιστα ὁ δοκῶν ὑμῶν πρωτεύειν ἐγώ; Ἐνόμιζε γὰρ αὐτὸν ἀνῃρῆσθαι. Ἀλλ' ἐπειδὴ τὸ σπουδαζόμενον αὐτοῖς ἐγεγόνει, καὶ τὸν μισούμενον εἰς τὴν ἀλλοτρίαν ἐξέπεμψαν γῆν, καὶ τὸν φθόνον τὸν οἰκεῖον οὕτως ἠδυνήθησαν παραμυθήσασθαι, λοιπὸν πᾶσαν μηχανὴν ἐπιδείκνυνται, ὥστε παρακρούσασθαι τὸν πατέρα, καὶ μὴ κατάδηλον αὐτῷ γενέσθαι τὴν κακὴν συμφωνίαν. Καὶ σφάξαντες, φησὶν, ἔριφον αἰγῶν, καὶ μολύναντες τὸν χιτῶνα τῷ αἵματι, εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, καὶ εἶπον. Ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Τί ἀπατᾶτε ἑαυτοὺς, ὦ ἀνόητοι; Κἂν γὰρ τὸν πατέρα δυνηθῆτε παρακρούσασθαι, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσεσθε, ὃν μάλιστα πάντων δεδοικέναι ἐχρῆν. Ἀλλὰ τοιοῦτον ἡ ἀνθρωπίνη φύσις, μᾶλλον δὲ τοιοῦτον ἡ ῥᾳθυμία τῶν πολλῶν· τὸν παρὰ τῶν ἀνθρώπων φόβον καὶ τὴν τούτων αἰσχύνην τὴν πρὸς τὸ παρὸν μόνον περὶ πολλοῦ ποιούμενοι, οὐ λαμβάνουσιν ἔννοιαν τοῦ δικαστηρίου ἐκείνου τοῦ φοβεροῦ, καὶ τῆς κολάσεως τῆς ἀφορήτου, ἀλλ' ἑνὸς μόνου γίνονται, πῶς τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν διαφυγεῖν δυνηθῶσιν· ὃ δὴ καὶ οὗτοι πεπόνθασι, καὶ τὸν πατέρα ἀπατᾷν ἐπιχειροῦσιν. Ἐπέγνω γὰρ, φησὶ, τὸν χιτῶνα ὁ πατὴρ, καὶ εἶπε· Χιτὼν τοῦ υἱοῦ μού ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, θηρίον ἥρπασε τὸν Ἰωσήφ. Καὶ γὰρ ἀληθῶς, καθάπερ θηρίοις περιπεσὼν, οὕτως ἀνηλεῶς ἅπαντα ὑπέμεινε. Διέῤῥηξε δὲ τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Πόσων ἂν εἶεν οὗτοι δακρύων ἄξιοι, οὐχ ὅτι τὸν ἀδελφὸν τοῖς βαρβάροις πεπράκασι μόνον, ἀλλ' ὅτι καὶ τὸν πατέρα ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὄντα τοσούτῳ πένθει περιέβαλον; Συνήχθησαν δὲ, φησὶν, υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες παρακαλέσαι αὐτὸν, καὶ οὐκ ἤθελε, λέγων ὅτι· Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
