# In Genesim (homiliae 1-67) 4.1-59

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΓʹ Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-59

Εἶδες πῶς ἔγνω καὶ αὐτὸς ὅτι ἐκ τῆς ἄνωθεν ἀποκαλύψεως αὐτῷ ταῦτα κατάδηλα γέγονε; Τίνα γὰρ, φησὶν, εὑρήσομεν, ὃς τοιαύτης ἠξίωται χάριτος, ὡς πνεῦμα Θεοῦ ἔχειν ἐν ἑαυτῷ; Καὶ εἶπε τῷ Ἰωσήφ· Ἐπειδὴ ἔδειξέ σοι ὁ Θεὸς πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερός σου. Σκόπει ἐνταῦθα πῶς, ὅταν βούληται ὁ εὐμήχανος Θεὸς εἰς ἔργον ἀγαγεῖν τὰ αὐτῷ δόξαντα, οὐδὲν τῶν ἐν τῷ μέσῳ συμβαινόντων κώλυμα γενέσθαι δύναται. Ἰδοὺ γὰρ, καὶ σφαγὴ σχεδὸν, ὡς εἰπεῖν, ὑπὸ τῶν ἀδελφῶν γέγονε, καὶ πρᾶσις, καὶ κατηγορία περὶ αὐτὸν ἔσχατον ἐπάγουσα κίνδυνον, καὶ δεσμωτήριον ἐπὶ τοσοῦτον χρόνον, καὶ μετὰ ταῦτα ἅπαντα εἰς αὐτὸν ἀνηνέχθη, σχεδὸν εἰπεῖν, τὸν θρόνον τὸν βασιλικόν. Ἐπειδὴ ἔδειξέ σοι ὁ Θεὸς πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερός σου καὶ συνετώτερος. Σὺ οὖν ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ἐπακούσεται πᾶς ὁ λαὸς, πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. Ὅρα πῶς ἀθρόον ὁ δεσμώτης βασιλεὺς καθίσταται πάσης τῆς Αἰγύπτου, καὶ ὁ ὑπὸ τοῦ ἀρχιμαγείρου εἰς τὸ δεσμωτήριον εἰσαχθεὶς, ὑπὸ τοῦ βασιλέως εἰς αὐτὴν ἀνάγεται τὴν ἀνωτάτω τιμήν· καὶ ὁ γενόμενος αὐτοῦ δεσπότης ἐξαίφνης ἑώρα, ὃν ὡς μοιχὸν εἰς τὸ δεσμωτήριον ἐμβεβλήκει, τὴν ἀρχὴν πάσης Αἰγύπτου δεξάμενον. Εἶδες πόσον ἐστὶ τὸ φέρειν εὐχαρίστως τοὺς πειρασμούς; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅρα οὖν· τὰς θλίψεις μεθ' ὑπομονῆς ἤνεγκεν· ἡ ὑπομονὴ δόκιμον αὐτὸν ἀπειργάσατο· δόκιμος γενόμενος ἐλπίζων διετέλει· ἡ ἐλπὶς οὐ κατῄσχυνεν. Εἶπε δὲ πρὸς αὐτόν· Ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πᾶσαν γῆν Αἰγύπτου. Καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Ἰωσὴφ, καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην, καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ, καὶ κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς Αἰγύπτου. Ἐπειδὴ γὰρ τὸν Θεὸν εἶχε μεθ' ἑαυτοῦ, οὗτος αὐτῷ ταῦτα πάντα προηυτρέπισε, καὶ εἰς τὴν περιφάνειαν αὐτὸν ταύτην ἀνήγαγεν. Εἶπε δὲ Φαραώ· Ἄνευ σοῦ οὐδεὶς ἐξάρῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ Αἰγύπτου. Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ, Ψομθομφανήχ· διὰ τῆς προσηγορίας τοῦ ὀνόματος διηνεκῆ τὴν μνήμην βουλόμενος ἐναποθέσθαι τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας. Τοῦτο γὰρ ἑρμηνεύει, Τῶν κρυπτῶν γνώστης· ἐπειδὴ γὰρ τὰ πᾶσιν ἄγνωστα εἰς φανερὸν ἤγαγε, σημαίνων τοῦτο αὐτὸ ὁ Φαραὼ τὴν προσηγορίαν αὐτῷ ἐπιτίθησι. Καὶ ἐπιδαψιλευόμενος τῇ τιμῇ, δίδωσιν αὐτῷ καὶ τὴν θυγατέρα Πετεφρῆ εἰς γυναῖκα. Εἶτα ἐπειδὴ ὁμώνυμος ἦν οὗτος τῷ γενομένῳ αὐτοῦ δεσπότῃ, φησὶ, Τοῦ ἱερέως Ἡλιουπόλεως. Καὶ ἵνα μάθωμεν λοιπὸν οἵαν ἄγων τὴν ἡλικίαν ὁ θαυμάσιος οὗτος τοσαύτης ἠξιοῦτο τῆς ἀμοιβῆς καὶ τοσούτους ἐπεδείξατο τοὺς ἄθλους, φησίν· Ἰωσὴφ δὲ ἦν τριάκοντα ἐτῶν, ὅτε ἔστη ἐναντίον Φαραώ. Μὴ ἁπλῶς νομίσωμεν τῶν ἐτῶν τὸν χρόνον ἐγκεῖσθαι, ἀλλ' ἵνα μάθωμεν, ὅτι οὐκ ἔστιν οὐδενὶ ἀμελοῦντι τῆς ἀρετῆς ἀπολογία, οὐδὲ ἔξεστί τινι προβαλέσθαι νεότητα, ἔνθα ἀρετὴν ἐπιδείξασθαι δεῖ. Ἰδοὺ γὰρ οὗτος οὐ μόνον νέος ἦν, ἀλλὰ καὶ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Ἔστι γὰρ καὶ νέον ὄντα μὴ κεκτῆσθαι τὴν τοῦ σώματος εὐμορφίαν. Οὗτος δὲ μετὰ τῆς νεότητος καὶ καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει, καὶ σχεδὸν ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τυγχάνων, δοῦλος καὶ αἰχμάλωτος ἐγένετο. Δεκαεπτὰ ἐτῶν γὰρ ἦν, φησὶν, ἡνίκα κατήχθη εἰς Αἴγυπτον. Εἶτα ἐν αὐτῇ τῇ καμίνῳ τῆς νεότητος γεγενημένῳ ἐπιτίθεται ἡ ἀκόλαστος Αἰγυπτία, ἡ δέσποινα αὐτοῦ γεγενημένη, καὶ οὐδὲ οὕτω περιεγένετο τῆς ἀνδρείας τοῦ δικαίου· εἶτα τὸ δεσμωτήριον, καὶ ἡ ἐπὶ τοσοῦτον χρόνον ἐκεῖ ταλαιπωρία· καὶ ἔμενε καθάπερ ἀδάμας, οὐ μόνον οὐ γινόμενος ἀσθενέστερος, ἀλλὰ καὶ πλείονα ἰσχὺν προσλαμβάνων. Εἶχε γὰρ νευροῦσαν αὐτὸν τὴν ἄνωθεν χάριν. Καὶ ἐπειδὴ προλαβὼν τὰ παρ' ἑαυτοῦ πάντα ἐπεδείξατο, διὰ τοῦτο ἀπὸ τοῦ δεσμωτηρίου ἐπὶ τὴν ἀρχὴν πάσης ἐκαλεῖτο τῆς Αἰγύπτου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
