# In Genesim (homiliae 1-67) 4.1-60

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-60

Τοῦτο δὲ ἐποίει Ῥουβὴν, ἐννοῶν ὡς οὐχ οἷόν τε, μὴ τοῦ παιδὸς συγκατιόντος αὐτοῖς, πάλιν εἰς τὴν Αἴγυπτον ἀπελθεῖν, καὶ τὰ πρὸς διατροφὴν ὠνήσασθαι. Ἀλλ' οὐκ ἐνδίδωσιν ὁ πατὴρ, ἀλλά φησιν· Οὐ καταβήσεται ὁ υἱός μου μεθ' ὑμῶν. Εἶτα καὶ τὴν αἰτίαν λέγει, ὥσπερ ἀπολογούμενος τοῖς παισίν. Ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται. Καὶ συμβήσεται ὡς νέον κομιδῆ μαλακισθῆναι ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Δέδοικα, φησὶ, τὸ νέον αὐτοῦ τῆς ἡλικίας, καὶ ὑφορῶμαι μὴ καὶ τῆς τούτου παραμυθίας ἀποστερηθεὶς μετ' ὀδύνης τὸν βίον καταλύσω. Μέχρι γὰρ ὅτε οὗτος σύνεστί μοι, δοκῶ μικράν τινα ἔχειν παραμυθίαν, καὶ ἡ τούτου συνουσία ὑποτέμνεται τὴν ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ ἀθυμίαν. Ἀλλ' ὁ μὲν πόθος ὁ περὶ τὸν Βενιαμὶν οὐ συνεχώρει τῷ πατρὶ τοῦτον προέσθαι· Ὁ δὲ λιμὸς σφοδρότερος ἐγίνετο, καὶ ἐπέλιπεν αὐτοῖς τὰ βρώματα. Καί φησιν ὁ πατήρ· Ἀπελθόντες πάλιν κομίσατε μικρὰ βρώματα. Εἶπε δὲ αὐτῷ Ἰούδας· Διαμαρτυρίᾳ διεμαρτύρατο ἡμᾶς ὁ ἄνθρωπος, λέγων· Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ νεώτερος ὑμῶν ἀδελφὸς μεθ' ὑμῶν ᾖ. Εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα· εἰ δὲ μὴ ἀποστέλλεις, οὐ πορευσόμεθα, Ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, ὅτι Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ᾖ μεθ' ὑμῶν. Μὴ νομίσῃς, φησὶν, ἡμᾶς δύνασθαι ἄνευ τοῦ ἀδελφοῦ ἐκεῖ καταβῆναι. Εἰ γὰρ βούλει καὶ ἄπρακτον ἡμῶν γενέσθαι τὴν κάθοδον, καὶ πάντας ἡμᾶς κινδύνῳ περιβληθῆναι, ἀπίωμεν. Ἴσθι δὲ ὅτι διεμαρτύρατο ἡμᾶς, ὡς οὐκ ὀψόμεθα αὐτοῦ τὸ πρόσωπον, εἰ μὴ ὁ ἀδελφὸς ἡμῶν μεθ' ἡμῶν παραγένηται. Στενὰ πάντοθεν ἦν τῷ Ἰακώβ· διὸ καὶ ἀποδυρόμενος, φησὶ πρὸς αὐτούς· Τί ἐκακοποιήσατέ με, ἀπαγγείλαντες τῷ ἀνθρώπῳ, ὅτι ἔστιν ὑμῖν ἀδελφός; — Τί ἐκακοποιήσατέ με; Διὰ τί, φησὶν, ἐμοὶ τούτων τῶν κακῶν αἴτιοι γεγένησθε; Εἰ γὰρ μὴ τοῦτο ἐγνωρίσατε, οὐκ ἂν τοῦ Συμεὼν ἀπεστερήθην, οὐκ ἂν τοῦτον ἐπεζήτησεν. Οἱ δὲ εἶπαν· Ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος· Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ, καὶ εἰ ἔστιν ὑμῖν ἀδελφὸς, καὶ ἀπηγγείλαμεν αὐτῷ. Μὴ ᾔδειμεν, ὅτι ἐρεῖ ἡμῖν, Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; Μὴ νομίσῃς, φησὶν, ἡμᾶς ἑκόντας ὡμολογηκέναι τῷ ἀνδρὶ τὰ καθ' ἡμᾶς. Ἐπειδὴ γὰρ ὡς κατασκόπους ἡμᾶς ὑποπτεύσας κατεῖχεν, ἐπηρώτα δὲ μετὰ ἀκριβείας τὰ καθ' ἡμᾶς, διὰ τοῦτο βουλόμενοι μετὰ ἀληθείας πάντα αὐτὸν διδάξαι, ταῦτα εἰρήκαμεν. Εἶπε δὲ πάλιν Ἰούδας πρὸς τὸν πατέρα αὐτοῦ Ἀπόστειλον τὸ παιδάριον μετ' ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν, καὶ μὴ ἀποθάνωμεν. Ἐμοὶ, φησὶν, αὐτὸν ἐμπίστευσον, ἵνα ἤδη ἁψώμεθα τῆς ὁδοῦ. Οὐδὲ γὰρ ἔτι ἔσται ἡμῖν σωτηρίας ἐλπὶς, τῶν βρωμάτων ἀναλωθέντων, καὶ οὐδαμόθεν ἑτέρωθεν εὑρισκόντων παραμυθίαν. Ἐγὼ δὲ δέχομαι αὐτὸν παρὰ σοῦ· ἐὰν μὴ ἀγάγω αὐτὸν, καὶ στήσω ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. Εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. Ἡ περὶ τὸν παῖδα, φησὶ, συμπάθεια πᾶσιν ἡμῖν τὸν ὄλεθρον μέλλει προξενεῖν. Φθάνομεν γὰρ ὑπὸ τοῦ λιμοῦ καταναλωθῆναι, εἰ μὴ βουληθῇς ἀπολύσας αὐτὸν ἐκπέμψαι ἡμᾶς. Βλέπε λοιπὸν ἐνταῦθα, ἀγαπητὲ, πῶς ἡ τοῦ λιμοῦ ἀνάγκη ἐνίκησε τὴν φιλοστοργίαν τοῦ πατρός. Ὁρῶν γὰρ οὐδεμίαν αὐτοὺς εὑρίσκοντας παραμυθίαν ἑτέραν, καὶ τὸν λιμὸν ἐπιτεινόμενον, φησίν· Εἰ οὕτως ἐστὶ, καὶ τοῦτο δεῖ πάντως γενέσθαι, καὶ οὐχ οἷόν τε ὑμᾶς κατελθεῖν, εἰ μὴ καὶ τοῦτον λάβοιτε, ὀφείλετε καὶ δῶρα ἀποκομίσαι τῷ ἀνδρί. Καὶ τὸ ἀργύριον δὲ, ὅπερ ἐν τοῖς μαρσίπποις ὑμῶν εὑρήκατε, ἀπαγάγετε, καὶ ἕτερον ἀργύριον, ὥστε πρίασθαι. Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. Ὁ δὲ Θεός μου δῴ[η] ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ὅρα πῶς τὴν ἄφατον αὐτοῦ φιλοστοργίαν ἐπιδείκνυται, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέκτητο. Ἵνα γὰρ μή τις νομίσῃ περὶ τοῦ Βενιαμὶν, ἢ περὶ τοῦ Συμεὼν εἰρῆσθαι τὸ, Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι, διὰ τοῦτο προλαβών φησιν· Ὁ δὲ Θεός μου δῷ ὑμῖν χάριν, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Εἰ καὶ ὅτι, φησὶ, κἂν οὗτοι διασωθῶσιν, ἀλλ' Ἐγὼ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ἐννόει πῶς ὅλως τῇ εὐνοίᾳ τῷ Ἰωσὴφ ἦν προσκείμενος Ὁρῶν γὰρ τοσούτων χορὸν παίδων αὐτοῦ περιεστῶτα, ἄτεκνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἐπειδὴ ἐκείνου ἀπεστερεῖτο. Λαβόντες δὲ, φησὶν, οἱ ἄνδρες τὰ δῶρα, καὶ τὸ ἀργύριον διπλοῦν, καὶ τὸν Βενιαμὶν, κατέβησαν εἰς Αἴγυπτον, καὶ ἔστησαν ἐναντίον Ἰωσήφ. Εἶδε δὲ αὐτοὺς ὁ Ἰωσὴφ, καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ. Ὅπερ ἐπεθύμει, ἐθεάσατο τὸν αὐτῷ περιπόθητον. Εἶδεν εἰς ἔργον ἐξελθοῦσαν αὐτῷ τὴν σπουδήν. Καὶ εἶπε, φησὶ, τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· Εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν, καὶ σφάξον θύματα· μετ' ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι. Ἰδόντες δὲ ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ Ἰωσὴφ, εἶπαν· Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν, ἡμεῖς εἰσαγόμεθα, τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, ἡμᾶς τε καὶ τοὺς ὄνους ἡμῶν. Ὁ μὲν Ἰωσὴφ τὴν περὶ αὐτοὺς φιλοφροσύνην ἐπιδεικνύμενος ἅπαντα διετάττετο· ἐκεῖνοι δὲ καὶ οὕτως ἐναγώνιοι γίνονται, ὑφορώμενοι μὴ τῶν ἀργυρίων ἕνεκα δίκας εἰσπραχθῶσιν, ὡς καὶ ἐν τούτῳ κακουργήσαντες. Καὶ διὰ τοῦτο προσελθόντες τὴν αἰτίαν τοῦ ἀγῶνος κατάδηλον ποιοῦσι τῷ ἐπὶ τῆς οἰκίας, καὶ διηγοῦνται ὅπως τὰ ἀργύρια ἐν τοῖς μαρσίπποις εὗρον, καί φασιν, ὅτι Διὰ τοῦτο διπλοῦν νῦν ἐκομίσαμεν μεθ' ἑαυτῶν τὸ ἀργύριον, ὡς καὶ τὰ πρότερα ἀποδοῦναι, καὶ πρίασθαι βρώματα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
