Ancient Greek
ΟΜΙΛΙΑ ΞΕʹ Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-61
Not analysed yet
Ὅρα τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, ὅπως πρὸ τῆς ἐπιτάσεως τοῦ λιμοῦ τὸν δίκαιον εἰς τὴν Αἴγυπτον κατήγαγεν, ἵνα μηδεμίαν αἴσθησιν λάβῃ τῆς στενοχωρίας τῆς μελλούσης καταλαμβάνειν τὴν Χαναάν. Καὶ πάντων ἐκεῖ κατατρεχόντων, Συνήγαγε, φησὶν, Ἰωσὴφ ἅπαν τὸ ἀργύριον τῶν τε ἐν Αἰγύπτῳ καὶ τῶν ἐν τῇ Χαναὰν, καὶ οὕτω τὸν σῖτον αὐτοῖς ἐχορήγει. Καὶ ἐξέλιπε λοιπὸν τὸ ἀργύριον. Εἰσήγαγε γὰρ ἅπαν εἰς τὸν οἶκον Φαραώ. Ἐλθόντες δὲ πάντες οἱ Αἰγύπτιοι ἔλεγον· Δὸς ἡμῖν ἄρτους· καὶ ἵνα τί ἀποθνήσκομεν ἐναντίον σου; Ἐξέλιπε γὰρ τὸ ἀργύριον. Οὐκ ἔτι. φησὶν, ἔχομεν ἀργύρια, ὥστε ὠνήσασθαι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ λιμοῦ ἀπολλύμεθα. Μὴ τοίνυν περιίδῃς ἡμᾶς ὑπὸ τοῦ θανάτου πολιορκουμένους, ἀλλὰ παράσχου ἡμῖν ἄρτους, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν. Εἶπε δὲ αὐτοῖς Ἰωσήφ· Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους. Εἰ γὰρ μὴ εὐπορεῖτε, φησὶν, ἀργυρίου, δέχομαι τὰ κτήνη. Εἰ ἐξέλιπε τὸ ἀργύριον, τὰ θρέμματα ὑμῶν κομίσατε, καὶ λήψεσθε ἄρτους. Ἤγαγον δὲ τὰ κτήνη, καὶ ἔδωκεν αὐτοῖς ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν καὶ τῶν ὄνων, καὶ ἐξέθρεψεν αὐτοὺς ἀντὶ τῶν κτηνῶν αὐτῶν. Ἦλθον δὲ πρὸς αὐτὸν καὶ τῷ ἔτει τῷ δευτέρῳ, καὶ εἶπον αὐτῷ· Μήποτε ἐκτριβῶμεν, μήτε ἀργυρίου εὐποροῦντες, μήτε κτηνῶν· πάντα γὰρ πρὸς σὲ τὸν κύριον ἡμῶν ἐστιν. Οὐδὲν οὖν ἡμῖν ἕτερον ὑπολέλειπται, ἢ τὸ ἴδιον σῶμα, καὶ ἡ γῆ ἡμῶν. Ἵνα οὖν μὴ ἀποθάνωμεν, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ τῶν ἄρτων, καὶ ἐσόμεθα καὶ ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ. Δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν, καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται. Ἑαυτοὺς κατεδουλώσαντο, καὶ τὴν γῆν ἀπέδοντο, ὥστε δυνηθῆναι διατραφῆναι· τοσαύτη τοῦ λιμοῦ γέγονεν ἡ ἀνάγκη. Καὶ ἐκτήσατο Ἰωσὴφ τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ. Ἀπέδοντο γὰρ αὐτὴν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ. Καὶ ἐγένετο ἡ γῆ τῷ Φαραώ. Καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ' ἄκρων ὁρίων Αἰγύπτου ἕως ἄκρων, χωρὶς τῆς γῆς τῶν ἱερέων. Ἐκείνοις γὰρ ἔδωκε Φαραὼ βρώματα, καὶ ἤσθιον· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. Ὅρα πόση ἡ σύνεσις καὶ σοφία τοῦ Ἰωσὴφ γέγονεν. Οὔτε τοῦ λιμοῦ συνεχώρησεν αἴσθησιν αὐτοῖς γενέσθαι, καὶ πᾶσαν τὴν γῆν τῷ Φαραὼ προσεκτήσατο μετὰ τοῦ καὶ τοὺς Αἰγυπτίους ἅπαντας καταδουλώσασθαι. Ἀλλὰ σκόπει μοι ἐνταῦθα πάλιν τὴν ὑπερβάλλουσαν αὐτοῦ κηδεμονίαν, ἣν περὶ αὐτοὺς ἐπιδείκνυται. Εἶπε γὰρ τοῖς Αἰγυπτίοις· Ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ. Λάβετε οὖν ἑαυτοῖς σπέρματα, καὶ σπείρατε τὴν γῆν· καὶ ἐὰν ἔσται τὰ γεννήματα αὐτῆς, δώσετε τὸ πέμπτον μέρος τῷ Φαραώ· τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ, καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς οἴκοις ὑμῶν. Πολλὴ ἡ φιλοτιμία, πολλὴ ἡ πρόνοια, ἄφατος ἡ κηδεμονία. Διὸ κἀκεῖνοι αἴσθησιν λαβόντες τῆς εὐεργεσίας, φασί· Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν· καὶ ἐσό μεθα παῖδες τῷ Φαραώ. Εἶδες φιλοτιμίαν, Ἐπειδὴ ἑώρα αὐτοὺς κατειργασμένους ὑπὸ τῆς ἐνδείας, λογιζόμενος ὅσον μέλλουσιν ὑπομένειν κάματον γεωργοῦντες καὶ ταλαιπωρούμενοι, φησί· Τὸ μὲν σπέρμα ὑμῖν ἐγὼ χορηγήσω, ὑμεῖς δὲ τὴν ἐπιμέλειαν τὴν ἄλλην ἅπασαν ἐπιδείκνυσθε. Καὶ ἐὰν γένηται τὰ γεννήματα, δώσετε μέρος ἕν· τὰ δὲ τέσσαρα ὑμῖν ἔσται, καὶ μισθὸς τῶν πόνων, καὶ πρὸς διατροφὴν αὐτάρκεια. Καὶ τοῦτο δὲ ἔθετο αὐτοῖς τὸ πρόσταγμα Ἰωσὴφ, ὥστε ἀποπεμπτοῦν τῷ Φαραὼ, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνης. Ἀκουέτωσαν οἱ νῦν, ὅσην τοῖς ἱερεῦσι τῶν εἰδώλων προνομίαν παρεῖχον τὸ παλαιόν· καὶ παιδευέσθωσαν κἂν γοῦν τὴν ἴσην παρέχειν τιμὴν τοῖς τοῦ τῶν ὅλων Θεοῦ τὴν λειτουργίαν ἐγκεχειρισμένοις. Εἰ γὰρ ἐκεῖνοι πλανώμενοι, καὶ τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἐπιδεικνύμενοι, ὅτι ἐνόμιζον διὰ τούτου μάλιστα πλείονα τὴν ἀμοιβὴν ἀπονέμειν τοῖς εἰδώλοις, τοσαύτης ἠξίουν τιμῆς τοὺς τούτων θεραπευτὰς, πόσης οὐκ ἂν εἶεν καταγνώσεως ἄξιοι οἱ νῦν τὴν εἰς τούτους θεραπείαν παρατεμνόμενοι; Ἢ οὐκ ἴστε, ὅτι εἰς τὸν τῶν ὅλων Δεσπότην ἡ τιμὴ διαβαίνει; Μὴ τοίνυν πρὸς τὸν τὴν τιμὴν δεχόμενον ἀφόρα. Οὐ γὰρ διὰ τοῦτον ὀφείλεις ποιεῖν τὰ παρὰ σαυτοῦ, ἀλλὰ δι' ἐκεῖνον, ᾧ ἱερᾶται, ἵνα καὶ παρ' ἐκείνου τὰς ἀμοιβὰς μετὰ δαψιλείας κομίσῃ. Διὰ τοῦτο καὶ ἔλεγεν, Ὁ ποιήσας ἑνὶ τούτων, ἐμοὶ ἐποίησε· καὶ, Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἀπὸ τῆς ἀξίας, ἢ ἀπὸ τῆς εὐτελείας τῶν θεραπευομένων τὰς ἀμοιβάς σοι παρέχει ὁ Δεσπότης; Ἀπὸ τῆς προθυμίας τῆς σῆς ἢ στεφανοῖ, ἢ κατακρίνει. Καὶ ὥσπερ ἡ τιμὴ ἡ δι' αὐτῶν γινομένη πολλὴν προξενεῖ τὴν παῤῥησίαν (οἰκειοῦται γὰρ τὰ εἰς τοὺς αὐτοῦ θεράποντας γινόμενα), οὕτω καὶ ἡ ὑπεροψία ἡ εἰς τούτους πολλὴν οἴσει τὴν ἄνωθεν δίκην. Ὥσπερ γὰρ τὰ τῆς τιμῆς οἰκειοῦται, οὕτω καὶ τὰ τῆς καταφρονήσεως· ὅπερ εἰδότες, μηδέποτε ἀμελῶμεν τῆς θεραπείας τῶν τοῦ Θεοῦ ἱερέων. Καὶ ταῦτα λέγω, οὐχὶ ἐκείνων τοσοῦτον ἀντεχόμενος, ὅσον τῆς ὑμετέρας ἀγάπης, καὶ βουλόμενος ὑμᾶς διὰ πάντων κερδαίνειν. Τί γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις παρὰ τοῦ Δεσπότου; πόσην θεραπείαν εἰσάγεις; Ἀλλ' ὅμως καὶ ὑπὲρ ἐκείνης τῆς εὐτελοῦς καὶ ἐν τῷ παρόντι βίῳ συγκαταλυομένης ἀθανάτους κομίσῃ ἀμοιβὰς, καὶ τὰ ἀπόῤῥητα ἀγαθά.