# In Genesim (homiliae 1-67) 4.1-62

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ξϛʹ Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπεν· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-62

Μὴ τοίνυν χρήματα συλλέγειν σπουδάζωμεν, καὶ ταῦτα τοῖς παισὶ καταλιμπάνειν· ἀλλ' ἀρετὴν αὐτοὺς παιδεύωμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ εὐλογίαν αὐτοῖς ἐπευχώμεθα. Αὕτη γὰρ, αὕτη ἡ μεγίστη περιουσία, οὗτος ὁ ἄφατος πλοῦτος, ὁ ἀδαπάνητος, ὁ καθ' ἑκάστην ἡμέραν τὴν περιουσίαν πλείονα ἐργαζόμενος. Οὐδὲν γὰρ ἀρετῆς ἴσον, οὐδὲν ταύτης ἰσχυρότερον· κἂν αὐτήν μοι τὴν βασιλείαν εἴποις, καὶ τὸν τὸ διάδημα περικείμενον, εἰ μὴ ταύτην ἔχοι, παντὸς πένητος ῥάκια περιβεβλημένου ἀθλιώτερος ἔσται. Τί γὰρ αὐτὸν τὸ διάδημα δυνήσεται ὠφελῆσαι, ἢ ἡ πορφυρὶς, ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον; Μὴ γὰρ ἀξιωμάτων τῶν ἔξωθεν οἶδε διαφορὰν ὁ Δεσπότης; μὴ γὰρ προσώπων δυσωπεῖται περιφανείᾳ; Ἕν ἐστιν ἐκεῖ τὸ ζητούμενον, ἀπὸ τῆς ἐργασίας τῆς ἀρετῆς τὰς θύρας ἔστιν εὑρεῖν ἠνεῳγμένας τῆς πρὸς αὐτὸν παῤῥησίας· ὡς ὁ μὴ ἐντεῦθεν τὴν παῤῥησίαν κτησάμενος, ἐν τοῖς ἠτιμωμένοις καὶ ἀπαῤῥησιάστοις γενήσεται. Τοῦτο οὖν ἅπαντες σκοπῶμεν, καὶ τοὺς ἡμετέρους παῖδας διδάσκωμεν ταύτην πάντων προτιμᾷν, καὶ μηδὲν ἡγεῖσθαι τὴν τῶν χρημάτων περιουσίαν. Αὕτη γὰρ, αὕτη πολλάκις καὶ κώλυμα πρὸς τὴν ἀρετὴν γίνεται, ὅταν μὴ εἰδῇ τοῖς χρήμασιν ὁ νέος εἰς δέον κεχρῆσθαι. Καὶ καθάπερ τὰ παιδία τὰ μικρὰ, ἐπειδὰν μαχαίρας ἐπιλάβηται ἢ ξίφους, διὰ τὸ μὴ εἰδέναι δεόντως κεχρῆσθαι, πολλάκις εἰς προὖπτον ἑαυτὰ κίνδυνον ἐμβάλλει, ὅθεν οὐδὲ ἀφιᾶσιν αἱ μητέρες ἀδεῶς τῶν τοιούτων ἐφάπτεσθαι· οὕτω δὴ καὶ οἱ νέοι, ἐπειδὰν χρημάτων περιουσίαν διαδέξωνται, διὰ τὸ μὴ θέλειν αὐτοῖς δεόντως κεχρῆσθαι, εἰς προφανῆ κίνδυνον ἑαυτοὺς περιπείρουσι, τὸν φόρτον τῶν ἁμαρτημάτων ἐντεῦθεν ἑαυτοῖς συλλέγοντες. Αἱ γὰρ τρυφαὶ, καὶ αἱ ἄτοποι ἡδοναὶ, καὶ τὰ μυρία κακὰ ἐντεῦθεν τίκτεται· οὐχ ἁπλῶς ἀπὸ χρημάτων λέγω, ἀλλ' ἀπὸ τοῦ μὴ εἰδέναι προσηκόντως αὐτοῖς κεχρῆσθαι τοὺς ταῦτα διαδεξαμένους. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγεν· Ἀγαθὸς ὁ πλοῦτος, ᾧ μὴ ἔστιν ἁμαρτία. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν, καὶ ὁ Ἰὼβ πλούσιος ἦν, καὶ οὐ μόνον οὐδὲν ἀπὸ τοῦ πλούτου παρεβλάβησαν, ἀλλὰ καὶ μειζόνως εὐδοκίμησαν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι οὐκ εἰς οἰκείαν ἀπόλαυσιν μόνον τούτῳ ἐκέχρηντο, ἀλλὰ πρὸς τὴν τῶν ἄλλων παραμυθίαν, καὶ τὰς τῶν δεομένων διορθούμενοι πενίας, καὶ ἡ οἰκία αὐτῶν παντὶ ξένῳ ἦν ἀνεῳγμένη. Ἄκουε γὰρ ἑνὸς αὐτῶν λέγοντος· Εἰ δὲ καὶ ἐξῆλθέ τις ἐκ τοῦ οἴκου μου κόλπῳ κενῷ, καὶ ἀδύνατοι δὲ, εἴ ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον. Καὶ οὐ μόνον τὴν διὰ χρημάτων ἐπικουρίαν εἰς τοὺς δεομένους ἐπεδείκνυντο, ἀλλὰ καὶ τὴν διὰ τῆς προστασίας πρόνοιαν. Ἐγὼ γὰρ ἤμην, φησὶ, ποὺς χωλῶν, ὀφθαλμὸς δὲ τυφλῶν, καὶ ἐκ μέσου ὀδόντων ἐξέσπασα ἅρπαγμα. Ὁρᾷς αὐτὸν καὶ προνοοῦντα τῶν ἀδικουμένων, καὶ ἀντὶ τῶν πεπηρωμένων μελῶν ἅπασι γινόμενον; Τοῦτον ἅπαντας ἐχρῆν ζηλοῦν, τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος τοσαύτην φιλοσοφίαν ἐπιδειξάμενον, καὶ ταῦτα οὐδὲ διδάσκαλον ἐσχηκότα, οὔτε προγόνους ἐναρέτους, ἀλλὰ οἴκοθεν καὶ ἀπὸ γνώμης ὀρθῆς ἐπὶ τὴν χρηστὴν ταύτην πολιτείαν ἐλθόντα. Καὶ γὰρ ἕκαστος ἡμῶν ἐν αὐτῇ τῇ φύσει ἐναποκειμένην ἔχει τὴν γνῶσιν τῆς ἀρετῆς· καὶ εἰ μή τις βουληθῇ ἀπὸ ῥᾳθυμίας τὴν οἰκείαν προδοῦναι εὐγένειαν, οὐκ ἄν ποτε ταύτης ἀμοιρήσειε. Γένοιτο δὲ πάντας ἡμᾶς ταύτην ἑλομένους, καὶ μετὰ ἀκριβείας ταύτην κατορθώσαντας, καὶ τῶν ἐν ἐπαγγελίαις κειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα. κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
