Ancient Greek
ΟΜΙΛΙΑ ΞΖʹ Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-63
Not analysed yet
Ὅρα πῶς διὰ τῆς ἐπισκήψεως ταύτης μεγίστην αὐτοῖς παραμυθίαν χαρίζεται. Ἐνενόουν γὰρ, ὅτι οὐκ ἂν ὁ δίκαιος τοῦτο διεστείλατο, εἰ μὴ πάντως ᾔδει τὴν ἄνοδον αὐτῶν ἐσομένην, καὶ τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ τὴν ἀπαλλαγήν. Εἶτα καὶ τὸν τόπον λέγει· Ἐν τῷ σπηλαίῳ, φησὶν, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου. Καὶ ταῦτα εἰπὼν κατέπαυσε, φησὶν, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ. Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Ὅρα καὶ τὴν τελευτὴν τοῦ δικαίου πολλοῦ θαύματος γέμουσαν. Διαταξάμενος γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ, Ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην, ὥσπερ μεθ' ἡδονῆς τὸ πρᾶγμα καταδεχόμενος. Οὕτω μετὰ τὸ πάντα διατάξασθαι, Τοὺς πόδας ἐξάρας, ἀντὶ τοῦ, ἐφαπλώσας, ἢ τείνας, ὡς ἂν εἴποι τις, Ἐξέλιπε, τοῦτό ἐστι, κατέλυσε τὴν ζωὴν, Καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν, φησὶν, Ἰωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτῷ, καὶ κατεφίλησεν αὐτόν. Εἶδες παιδὸς φιλοστοργίαν; εἶδες πεπυρωμένην ἀγάπην; Καὶ μετὰ τὴν τῆς ψυχῆς ἀναχώρησιν Ἐπιπεσὼν ἐπὶ τὸ πρόσωπον, καὶ καταφιλήσας, ἔκλαυσεν ἐπ' αὐτῷ. Καὶ τούτου γενομένου Ἰωσὴφ τὰ παρὰ τοῦ πατρὸς ἐνταλθέντα εἰς ἔργον λοιπὸν ἐσπούδαζεν ἀγαγεῖν. Τέως δὲ Προσέταξε τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ. Καὶ αὐτὸς μὲν τεσσαράκοντα ἡμέρας τὰς τῆς ταφῆς, ἡ δὲ Αἴγυπτος ἑβδομήκοντα ἡμέρας αὐτὸν ἐπένθησε. Καὶ ἐπειδὴ τὰ νενομισμένα ἅπαντα γεγένηται, λοιπὸν γνωρίζει τῷ Φαραὼ καὶ τοῖς μετ' αὐτοῦ τὰ ὑπὸ τοῦ πατρὸς κελευσθέντα, καί φησιν· Ὥρκωσε με ὁ πατήρ μου. λέγων· Ἐν τῷ μνημείῳ, ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναὰν, ἐκεῖ με θάψεις. Νῦν οὖν συναναβὰς θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι. Προσῆκόν ἐστι, φησὶ, τὰ παρ' αὐτοῦ διαταγέντα πληρωθῆναι παρ' ἐμοῦ. Ποιήσας οὖν τὰ δόξαντα αὐτῷ, ἐπανελεύσομαι. Ταῦτα ἀκούσας ἐπέτρεψεν ὁ Φαραώ. Καὶ ἀνέβη, φησὶν, Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ' αὐτοῦ πάντες οἱ παῖδες Φαραώ. Καὶ τὴν συγγένειαν, καὶ τοὺς βόας καὶ τὰ πρόβατα ὑπελείποντο. Καὶ συνανέβησαν μετ' αὐτοῦ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Ὅρα διὰ τὴν εἰς τὸν Ἰωσὴφ τιμὴν πόσην ἐπιδείκνυνται σπουδὴν οἱ Αἰγύπτιοι, καὶ συνανέρχονται τῷ Ἰωσὴφ, ὥστε γενέσθαι αὐτοὺς παρεμβολὴν μεγάλην. Καὶ παραγενόμενοι ἔν τινι τόπῳ, ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα. Καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κατοικοῦντες Χαναὰν, καὶ εἶπαν· Πένθος μέγα ἐστὶ τοῖς Αἰγυπτίοις. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ ἁπλῶς παράτρεχε, ἀλλὰ τὸν καιρὸν ἐννοῶν, καθ' ὃν ἐγίνετο, πάσης αἰτίας ἀπάλλαττε τὸν Ἰωσήφ. Οὐδέπω γὰρ ἦσαν τοῦ ᾅδου αἱ πύλαι συγκλασθεῖσαι, οὐδὲ τοῦ θανάτου τὰ δεσμὰ διαλυθέντα, οὐδὲ κοίμησις ὁ θάνατος λεγόμενος ἦν. Διὰ τοῦτο ἐπειδὴ ἐδεδοίκεισαν τὸν θάνατον, ταῦτα ἐποίουν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ ὕπνος ὁ θάνατος γέγονε, καὶ κοίμησις ἡ τελευτὴ, καὶ πολλὴ τῆς ἀναστάσεως ἡ πληροφορία, ὡς ἀπὸ ζωῆς εἰς ζωὴν μεθιστάμενοι, οὕτως ἀγαλλόμεθα καὶ εὐφραινόμεθα. Καὶ τί λέγω ἀπὸ ζωῆς εἰς ζωήν; Ἀπὸ τῆς χείρονος ἐπὶ τὴν βελτίονα, ἀπὸ τῆς προσκαίρου ἐπὶ τὴν αἰώνιον, ἀπὸ τῆς ἐπιγείου ἐπὶ τὴν ἐπουράνιον. Καὶ πληρώσας πάντα, φησὶν, Ἰωσὴφ ὑπέστρεψεν εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ συναναβάντες μετ' αὐτοῦ. Ἀλλ' ὅρα μοι λοιπὸν ἐνταῦθα τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὴν δειλίαν, καὶ τὸν φόβον τὸν κατασείοντα αὐτῶν τὴν διάνοιαν. Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ Ἰωσὴφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ, καὶ ἀνταποδῷ ἀνταπόδομα ἡμῖν, πάντα τὰ κακὰ ἃ ἐνεδειξάμεθα αὐτῷ. Μεγάλως αὐτῶν ὁ φόβος ἐτάραττε τὴν διάνοιαν, καὶ ὑπὸ τοῦ συνειδότος κεντούμενοι οὐκ εἶχον ὅ τι πράξωσι. Διὰ τοῦτο, φησὶ, θεασάμενοι τοῦ πατρὸς τὴν τελευτὴν, καὶ ὑπιδόμενοι, μὴ τὴν ἀξίαν αὐτοὺς εἰσπράξηται δίκην ὁ Ἰωσὴφ ὑπὲρ τῶν εἰς αὐτὸν εἰργασμένων, Παραγενόμενοι, φησὶ, πρὸς αὐτὸν εἶπον· Ὁ πατήρ σου ὥρκωσε πρὸ τοῦ τελευτῆσαι αὐτὸν, λέγων· Εἴπατε Ἰωσὴφ, Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν. Ὅρα πάλιν, πῶς αὐτοὶ ἑαυτῶν κατήγοροι γίνονται. Βλέπε ὅσον ἐστὶν ὁ τοῦ συνειδότος ἔλεγχος. Ὅλως ἵστε, ὅτι ἀδικίαν καὶ ἁμαρτίαν εἰργάσασθε, ὅτι πονηρὰ ἐνεδείξασθε. Καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Εἶδες πῶς, οὐδενὸς ἀναγκάζοντος, αὐτοὶ ἑαυτῶν κατήγοροι γίνονται, καί φασιν· Εἶπεν ὁ πατήρ σου, Ἄφες αὐτοῖς, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Ἀλλ' ὁ θαυμαστὸς οὗτος καὶ πανάρετος τοσοῦτον ἀπέσχε τοῦ μνήμην τινὰ ποιήσασθαι τῶν εἰς αὐτὸν εἰργασμένων, ὅτι καὶ πρὸς τὰ ῥήματα αὐτῶν συνεχύθη. Καὶ ἔκλαυσε, φησὶν, Ἰωσὴφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες εἶπον· Ἴδε, ἡμεῖς σοι οἰκέται. Ὅρα πόσον ἐστὶν ἀρετὴ, πῶς ἰσχυρὸν καὶ ἄμαχον, καὶ ὅση τῆς κακίας ἡ ἀσθένεια. Ἰδοὺ γὰρ, ὁ μὲν τοσαῦτα πεπονθὼς βασιλεύει, οἱ δὲ ταῦτα διαθέντες τὸν ἀδελφὸν, οἰκέται εἶναι παρακαλοῦσι τοῦ παρ' αὐτῶν εἰς δουλείαν ἐκδοθέντος.