# In Genesim (homiliae 1-67) 4.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ηʹ Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/4.1-8

Εἰ δὲ ἔτι καὶ μετὰ τὴν τοσαύτην τῶν εἰρημένων ἀκρίβειαν φιλονεικοῦντες λέγοιεν, κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἰρῆσθαι, ἐροῦμεν πρὸς αὐτούς· οὐκοῦν οὐ μόνον ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἡ γυνὴ δηλονότι· τὴν αὐτὴν γὰρ μορφὴν ἑκάτεροι ἔχουσιν. Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Ὁ μὲν γὰρ ἄρχει, ἡ δὲ ὑποτέτακται, καθὼς καὶ ὁ Θεὸς ἐξ ἀρχῆς πρὸς αὐτήν φησι, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ γὰρ κατὰ τὸν τῆς ἀρχῆς λόγον τὸ τῆς εἰκόνος παρείληφε, καὶ οὐ κατὰ τὴν μορφὴν, ὁ δὲ ἄνθρωπος ἄρχει πάντων, ἡ δὲ γυνὴ ὑποτέτακται, διὰ τοῦτό φησι περὶ τοῦ ἀνδρὸς ὁ Παῦλος, ὅτι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Εἰ δὲ περὶ μορφῆς ἔλεγεν, οὐκ ἂν διεῖλεν· ὁ γὰρ αὐτὸς τύπος καὶ ἀνδρὸς καὶ γυναικός. Εἶδες τῆς ἀληθείας τὴν περιουσίαν, πῶς οὐδεμίαν καταλιμπάνει ἀπολογίας πρόφασιν τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων μὴ παυσώμεθα πολλῇ τῇ μακροθυμίᾳ πρὸς αὐτοὺς κεχρημένοι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας. Μὴ τοίνυν ναρκήσωμεν πολλὴν τὴν ἐπιείκειαν ἐπιδεικνύμενοι, εἴπως δυνηθείημεν αὐτοὺς ἐξαρπάσαι τῆς τοῦ διαβόλου ἀπάτης· καὶ, εἰ δοκεῖ, πάλιν ἐπιστήσωμεν αὐτοῖς τὸν μακάριον Παῦλον οὕτω λέγοντα πρὸς τοὺς τὰς Ἀθήνας οἰκοῦντας· Οὐκ ὀφείλομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης ἢ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον. Εἶδες τὸν σοφὸν διδάσκαλον, μεθ' ὅσης ἀκριβείας πᾶσαν αὐτῶν ἐξέκοψε τὴν ἀπάτην; Οὐ μόνον γὰρ τύπου σωματικοῦ. ἔφησεν ἀπηλλάχθαι τὸ Θεῖον, ἀλλὰ μηδὲ ἐνθύμησιν ἀνθρώπου δυνατὴν εἶναι ἀναπλάσαι τι τοιοῦτον. Ταῦτα πρὸς αὐτοὺς συνεχῶς διαλεγόμενοι, μὴ παύσησθε τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ἂν ἄρα ἐνδῶσιν, ἂν ἄρα βουληθῶσι διαβλέψαι πρὸς τὴν ἀλήθειαν. Καὶ ἐκείνοις μὲν μετὰ πολλῆς ἐπιεικείας καὶ τῆς ἀσφαλείας διαλεγόμενοι μὴ παύσησθε, αὐτοὶ δὲ, παρακαλῶ, μετὰ ἀκριβείας τὰ δόγματα τῆς Ἐκκλησίας κατέχετε, μὴ συγχέοντες τῶν εἰρημένων τὴν ἀκολουθίαν, ἀλλὰ πρὸς μὲν Ἰουδαίους καταλλήλως διαλεγόμενοι, καὶ δεικνύντες, ὅτι οὐ πρός τινα τῶν λειτουργικῶν δυνάμεων ταῦτα τὰ εἰρημένα, ἀλλὰ πρὸς αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν· πρὸς δὲ τοὺς τὰ Ἀρείου φρονοῦντας πάλιν ἐντεῦθεν τὴν ὁμοτιμίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀποδεικνύντες· καὶ πρὸς τοὺς ἀνθρωπόμορφον τὸ Θεῖον εἶναι φανταζομένους τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα εἰς μέσον παραγαγόντες, ἀνατρέπετε μὲν τὰ ζιζανίων δίκην ἐπιφυόμενα ὀλέθρια νοσήματα τοῖς τῆς Ἐκκλησίας δόγμασι· σπουδάζετε δὲ κρατύνειν ἐν ἑαυτοῖς τὰ εὐσεβῆ διδάγματα. Βούλομαι γὰρ καὶ εὔχομαι πάντας ὑμᾶς διδασκάλων τάξιν ἐπέχειν, καὶ μὴ μόνον ἀκροατὰς εἶναι τῶν παρ' ἡμῶν λεγομένων, ἀλλὰ καὶ ἑτέροις διαπορθμεύειν, καὶ σαγηνεύειν τοὺς ἔτι πλανωμένους πρὸς τὴν τῆς ἀληθείας ὁδόν· καθάπερ καὶ Παῦλός φησιν, Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καὶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὕτως ἡμῖν καὶ ἡ Ἐκκλησία εἰς πλῆθος ἐπιδώσει, καὶ ὑμεῖς πλείονος ἀπολαύσεσθε τῆς ἄνωθεν ῥοπῆς, πολλὴν τῶν ὑμετέρων μελῶν τὴν πρόνοιαν ποιούμενοι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
