# In Genesim (homiliae 1-67) 5-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΓʹ Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5-12

Ταῦτα ἀκούοντες μηδέποτε ἐν ταῖς θλίψεσιν ἀπαγορεύωμεν, μηδὲ τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες δυσανασχετῶμεν· ἀλλὰ πολλὴν τὴν ὑπομονὴν ἐπιδεικνύμενοι τῇ ἐλπίδι τρεφώμεθα, εἰδότες τοῦ Δεσπότου ἡμῶν τὸ εὐμήχανον, καὶ ὅτι οὐ περιορῶν ἡμᾶς καταλιμπάνει πεῖραν λαβεῖν τῶν λυπηρῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ἀγωνισαμένους λαμπρὸν ἀναδήσασθαι τὸν στέφανον. Οὕτω πάντες οἱ ἅγιοι εὐδοκίμησαν. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἔλεγον· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις, ἀλλ' ἀκούωμεν Παύλου λέγοντος, ὅτι Οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Καὶ μὴ ξενιζώμεθα, μηδὲ δυσχεραίνωμεν, ἀλλὰ μετὰ πάσης ἀνδρείας καὶ ὑπομονῆς τὰ ἐπαγόμενα φέρωμεν, μὴ πρὸς τὰς θλίψεις ἀφορῶντες, ἀλλὰ πρὸς τὸ κέρδος τὸ ἡμῖν ἐντεῦθεν συλλεγόμενον· ἐμπορία γάρ ἐστιν αὕτη πνευματική. Καὶ καθάπερ οἱ τὰ χρήματα συλλέγειν βουλόμενοι, καὶ τὴν ἐμπορίαν ταύτην τὴν βιωτικὴν μετιόντες, οὐκ ἂν ἑτέρως δυνηθεῖεν αὐξῆσαι τὴν οἰκείαν περιουσίαν, εἰ μὴ πολλοὺς κινδύνους ὑπομένοιεν κατὰ γῆν καὶ κατὰ θάλασσαν (καὶ γὰρ λῃστῶν ἐφόδους, καὶ πειρατῶν ἐπιβουλὰς ἀνάγκη ὑποστῆναι), καὶ ὅμως πάντα μετὰ πολλῆς τῆς προθυμίας καταδέχεσθαι ἑτοιμάζονται, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐδεμίαν τῶν λυπηρῶν αἴσθησιν λαμβάνοντες· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς ἐννοοῦντας τὸν ἐντεῦθεν ἡμῖν συλλεγόμενον πλοῦτον καὶ τὴν πνευματικὴν ἐμπορίαν, προσήκει χαίρειν καὶ ἀγάλλεσθαι, καὶ μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, καθάπερ ὁ Παῦλος παραινεῖ λέγων· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Τοῦτο γὰρ πίστις, ὅταν μὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀρκώμεθα μόνον, ἀλλὰ τοῖς τῆς διανοίας ὄμμασι φανταζώμεθα τὰ μὴ ὁρώμενα. Ἐκεῖνα γὰρ μάλιστα τῶν διὰ τῶν σωματικῶν ὀφθαλμῶν ὁρωμένων ἀξιοπιστότερα ἡμᾶς ἡγεῖσθαι δεῖ. Οὕτως ὁ πατριάρχης εὐδοκίμησε, πιστεύσας τῇ τοῦ Θεοῦ ὑποσχέσει, καὶ ἀνώτερος τῆς φύσεως γεγονὼς καὶ τῶν ἀνθρωπίνων λογισμῶν· διὸ Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἐννόησον ὅτι δικαιοσύνη ἐστὶ τὸ πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις. Ὅταν γὰρ ἐκεῖνος ὑπόσχηταί τι, μή μοι κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἀπαίτει τὰ πράγματα, ἀλλ' ἀνώτερος τῶν τοιούτων γινόμενος λογισμῶν θάρσει τῇ τοῦ ὑποσχομένου δυνάμει. Οὕτως ἕκαστος τῶν δικαίων εὐδοκίμησεν, οὕτω καὶ ὁ θαυμάσιος οὗτος Ἰωσὴφ, τοσούτων μετὰ τὰ ὀνείρατα ἐν μέσῳ κωλυμάτων γενομένων, οὐκ ἐταράχθη τὸν λογισμὸν, οὐκ ἐθορυβήθη, ἀλλ' ἐῤῥωμένῳ τῷ φρονήματι πάντα γενναίως ἔφερεν, εἰδὼς ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰ τῷ Θεῷ δόξαντα. Διὸ καὶ μετὰ δουλείαν, καὶ μετὰ δεσμωτήριον καὶ συκοφαντίαν τοσαύτην, τὴν ἀρχὴν ἐδέχετο πάσης τῆς Αἰγύπτου. Ταῦτα δὴ πάντα λογιζόμενοι ἀντέχωμεν γενναίως πρὸς τὰ ἐπαγόμενα, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ φιλανθρώπῳ Θεῷ, καὶ τὴν παρ' αὐτοῦ ἀναμένοντες ἀντίληψιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
