Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ Ηʹ Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-3
Not analysed yet
Οὐδὲ γὰρ ἑαυτῷ μόνον ἀρκεῖν ὁ Θεὸς βούλεται τὸν Χριστιανὸν, ἀλλὰ καὶ ἑτέρους οἰκοδομεῖν οὐ διὰ τῆς διδασκαλίας μόνον, ἀλλὰ καὶ διὰ τοῦ βίου, καὶ τῆς ἀναστροφῆς· οὐδὲν γὰρ οὕτως ἐνάγει πρὸς τὴν τῆς ἀληθείας ὁδὸν, ὡς πολιτείας ἀκρίβεια· οὐδὲ γὰρ τοῖς παρ' ἡμῶν λεγομένοις οὕτω προσέχουσιν, ὡς τοῖς ὑφ' ἡμῶν πραττομένοις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἔχει (κἂν γὰρ μυριάκις φιλοσοφῶμεν τοῖς λόγοις, καὶ περὶ ἀνεξικακίας διαλεγώμεθα, καιροῦ δὲ παραπεσόντος μὴ διὰ τῶν ἔργων ταύτην ἐπιδειξώμεθα, οὐ τοσοῦτον ὁ λόγος ὠφέλησεν, ὅσον ἡ πρᾶξις ἔβλαψεν· ἂν δὲ καὶ πρὸ τῶν λόγων καὶ μετὰ τοὺς λόγους τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ποιώμεθα, ἀξιόπιστοι ἐσόμεθα ἐκεῖνα παραινοῦντες, ἃ καὶ διὰ τῶν ἔργων πληροῦμεν, ἐπεὶ καὶ ὁ Χριστὸς τούτους ἐμακάρισε λέγων, Μακάριος ὁ ποιήσας, καὶ διδάξας)· σκόπει πῶς πρότερον τὴν ποίησιν ἔθηκεν, καὶ τότε τὴν διδασκαλίαν. Τῆς πράξεως γὰρ προηγουμένης, κἂν μὴ ἕπηται ἡ διδασκαλία, ἀρκεῖ τὰ ἔργα φωνῆς λαμπρότερον διδάξαι τοὺς εἰς ἡμᾶς ὁρῶντας. Τοῦτο οὖν πανταχοῦ σκοπῶμεν πρότερον τοῖς ἔργοις διδάσκειν, καὶ τότε τοῖς λόγοις, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν παρὰ τοῦ Παύλου, Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Καὶ ὅταν βουλώμεθά τινι παραινέσαι, ὥστε κατορθῶσαί τι τῶν ἀναγκαίων, πρότερον αὐτοὶ σπουδάζωμεν τοῦτο κατορθοῦν, ἵνα μετὰ πλείονος τῆς παῤῥησίας τὴν διδασκαλίαν ποιώμεθα, καὶ πᾶσα ἡμῶν ἡ φροντὶς ἔστω περὶ τῆς κατὰ ψυχὴν σωτηρίας, καὶ ὅπως δυνηθείημεν τὰ σκιρτήματα τῆς σαρκὸς χαλινώσαντες τὴν ἀληθινὴν νηστείαν ἐπιδείξασθαι, λέγω δὴ τὴν τῶν κακῶν ἀποχήν· τοῦτο γὰρ νηστεία. Καὶ γὰρ ἡ τῶν βρωμάτων ἀποχὴ διὰ τοῦτο παρείληπται, ἵνα τὸν τόνον τῆς σαρκὸς χαλινώσῃ, καὶ εὐήνιον ἡμῖν τὸν ἵππον ἐργάσηται. Τὸν νηστεύοντα μάλιστα πάντων προσήκει τὸν θυμὸν χαλινοῦν, πραότητα πεπαιδεῦσθαι καὶ ἐπιείκειαν, συντετριμμένην ἔχειν τὴν καρδίαν, τῶν ἐπιθυμιῶν τῶν ἀτόπων ἐξορίζειν τὰς ἐνθυμήσεις, πρὸ ὀφθαλμῶν λαμβάνοντα τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν, καὶ τὸ κριτήριον τὸ ἀδέκαστον· χρημάτων κρείττονα γίνεσθαι, περὶ τὴν ἐλεημοσύνην πολλὴν τὴν δαψίλειαν ἐπιδείκνυσθαι, πᾶσαν κακίαν τὴν περὶ τῶν πλησίον ἐκ τῆς ψυχῆς ἀπελαύνειν. Αὕτη ἀληθὴς ἡ νηστεία, καθάπερ καὶ Ἡσαΐας φησὶν ἐκ προσώπου τοῦ Θεοῦ φθεγγόμενος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος, οὐδ' ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτὴν, λέγει Κύριος. Ἀλλὰ ποίαν, εἰπέ; Λύε, φησὶ, στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, πτωχὸν ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐὰν ταῦτα πράξῃς, φησὶ, τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ.