Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ ΜΔʹ Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-8
Not analysed yet
Μηδεὶς τοίνυν τολμάτω ἢ τοῦ δικαίου ποτὲ καταψηφίσασθαι, ἢ τῶν τούτου θυγατέρων. Πῶς γὰρ οὐκ ἂν εἴη μανίας ἐσχάτης καὶ παραφροσύνης, οὓς ἡ θεία Γραφὴ παντὸς ἀπήλλαξεν ἐγκλήματος, μᾶλλον δὲ ὑπὲρ ὧν τοσαύτην ἀπολογίαν συνέθηκεν, ἡμᾶς τοὺς μυρίοις ἁμαρτημάτων φορτίοις πεπληρωμένους καταδικάζειν, καὶ μὴ ἀκούειν Παύλου λέγοντος, Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γέγονεν, ἀλλ' ἡ ὑπερβολὴ τῆς ἀθυμίας μετὰ τῆς τοῦ οἴνου προσθήκης οὐδεμίαν αὐτῷ αἴσθησιν συνεχώρησε γενέσθαι, ἄκουσον τί φησιν. Ἐγένετο δὲ τῇ ἐπαύριον, καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν Ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· πο τίσωμεν οὖν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην, καὶ εἰσελθοῦσα κοιμήθητι μετ' αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Ὁρᾷς πῶς ἐξ ὀρθῆς γνώμης τοῦτο ἐποίουν. Ἐπειδὴ γὰρ ἠδυνήθην, φησὶν, ἐγὼ τὸ σπουδαζόμενόν μοι πληρῶσαι, ἀναγκαῖον καὶ σὲ τὸ αὐτὸ διαπράξασθαι· ἴσως γὰρ εἰς ἔργον ἡμῖν ἐκβήσεται τὰ τῆς προσδοκίας, καὶ οὐκ εἰς τέλος τὸ γένος ἡμῶν ἀφανισθήσεται. Ἐπότισαν δὲ καὶ τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι. Σκόπησον, ἀγαπητὲ, ὅτι τὸ πᾶν τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν ἔργον τὸ γεγονὸς, ὥσπερ ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ, καθεύδοντος αὐτοῦ, ἐκ τῆς πλευρᾶς μέρος λαβὼν οὐδεμίαν αἴσθησιν αὐτῷ συνεχώρησε γενέσθαι, ἀλλὰ τὴν πλευρὰν ἐκείνην εἰς γυναῖκα διαπλάσας παρέστησε τῷ Ἀδάμ· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν. Εἰ γὰρ ἡ τῆς πλευρᾶς ἀφαίρεσις, ἐπειδὴ τὴν ἔκστασιν αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀνεπαισθήτως γέγονε, πολλῷ μᾶλλον νῦν τοῦτο ἂν ἐγένετο. Ὅπερ γὰρ εἶπεν ἐκεῖ ἡ θεία Γραφὴ, ὅτι Ἐπέβαλεν ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· τοῦτο καὶ ἐνταῦθα ἐσήμανε διὰ τοῦ εἰπεῖν, ὅτι Οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι, καὶ ἀναστῆναι. Καὶ συνέλαβον, φησὶν, ἐκ τοῦ πατρὸς αὐτῶν. Καὶ ἔτεκεν ἡ πρεσβυτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα· Ἐκ τοῦ πατρός μου. Οὗτος πατὴρ Μωαβιτῶν. Ἔτεκε δὲ καὶ ἡ νεωτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Ἀμμᾶν, λέγουσα· Υἱὸς τοῦ γένους μου. Οὗτος πατὴρ Ἀμμανιτῶν. Ὁρᾷς πῶς οὐκ ἀσελγείας ἦν τὸ γεγονὸς, ὅτι παραχρῆμα καὶ τὰς προσηγορίας τοῖς τεχθεῖσιν ἐπέθεσαν μηνύουσαι τὸ γεγενημένον, καὶ μονονουχὶ καθάπερ ἐν στήλῃ τινὶ τοῖς τῶν παιδίων ὀνόμασιν ἐναποτιθέμεναι τοῦ γεγονότος τὴν μνήμην, καὶ ἤδη προμηνύουσαι, ὅτι ἔθνη ἐξ αὐτῶν ἔσται, καὶ εἰς πλῆθος ἐκταθήσεται τῶν τεχθέντων τὸ γένος. Ὁ μὲν γὰρ, φησὶν, ἔσται πατὴρ Μωαβιτῶν, ὁ δὲ, πατὴρ Ἀμμανιτῶν.