Ancient Greek · ~8 min
ΟΜΙΛΙΑ ΝΒʹ Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-9
Not analysed yet
Τίνος οὖν ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἡμεῖς οἱ μετὰ τὴν χάριν, καὶ τὴν τοσαύτην διδασκαλίαν, καὶ τὰ τοῦ Σωτῆρος παραγγέλματα, οὐδὲ τὸ αὐτὸ μέτρον τῷ δικαίῳ τούτῳ φθάσαι δυνάμενοι; Καὶ τί λέγω τὸ αὐτὸ μέτρον; Ἀλλὰ μηδὲ ἐγγὺς στῆναι ἰσχύοντες. Τοσαύτη γὰρ νῦν ἐπεπόλασε τῆς κακίας ἡ ὑπερβολὴ, ὡς σπάνιον εἶναι καὶ τοὺς ἀγαπῶντας ἀγαπᾷν. Πόθεν οὖν ἡμῖν ἔσται σωτηρίας ἐλπὶς, εἰ μέλλοιμεν καὶ τῶν τελωνῶν χείρους γίνεσθαι; καθώς φησιν ὁ Χριστὸς λέγων, Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Καὶ ὁ μὲν Χριστὸς βουλόμενος ἡμᾶς εἰς τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς ἀνελθεῖν, ἐκείνων ἀνωτέρους εἶναι βούλεται· ἡμεῖς δὲ κἀκείνων ἐλάττους εἶναι σπεύδομεν. Καὶ τί λέγω τελωνῶν; χείρους καὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἀνδροφόνων. Καὶ γὰρ τούτων ἕκαστος τὸν πρὸς αὐτὸν ἀγαπητικῶς διακείμενον ἀγαπᾷ, καὶ πολλάκις καὶ κινδυνεύειν ὑπὲρ τοῦ ἀγαπητοῦ καταδέχεται. Τί οὖν ἂν εἴη ἡμῶν ἐλεεινότερον, ὅταν οἱ τοσαύτης ἀξιωθέντες παρὰ τοῦ Θεοῦ φιλανθρωπίας τῶν μυρία ἐργασαμένων κακὰ εὑρισκώμεθα χείρους; Ἐννοοῦντες τοίνυν, παρακαλῶ, καὶ τῆς τιμωρίας τῆς ἐκεῖ γινομένης τὸ μέγεθος, καὶ τῆς αἰσχύνης τῆς ἐνταῦθα τὴν ὑπερβολὴν, ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνῶμεν εὐγένειαν, καὶ πειθώμεθα τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπῶμεν γνησίως, πᾶσαν βασκανίαν καὶ φθόνον ἐξορίζοντες τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ κἂν ἐχθρωδῶς τινες ὦσι πρὸς ἡμᾶς διακείμενοι, καὶ τούτους ἀγαπᾷν σπουδάζωμεν· καὶ γὰρ οὐδὲ ἑτέρως σωθῆναι δυνατὸν ἡμᾶς, μὴ ταύτην ἐλθόντας τὴν ὁδόν· καὶ μᾶλλον τῶν ἀγαπώντων ἡμᾶς τούτους ἀγαπᾷν σπουδάζωμεν, ἅτε δὴ μυρίων ἡμῖν τῶν ἀγαθῶν προξένους γινομένους. Οὕτω γὰρ καὶ τῶν ἡμαρτημένων ἡμῖν τὴν συγχώρησιν εὕρασθαι δυνησόμεθα, καὶ μετὰ κατεσταλμένης διανοίας καὶ συντετριμμένης ψυχῆς τὰς πρὸς τὸν Θεὸν ἱκεσίας ποιεῖσθαι. Ὅταν γὰρ ψυχὴ ἐκτὸς γένηται πάσης ἀπεχθείας, καὶ τὸν λογισμὸν ἐν γαλήνῃ ἱδρυμένον ἔχῃ, μετὰ πολλῆς τῆς νήψεως τὸν Δεσπότην καλοῦσα, πολλὴν ἐπισπᾶται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.