Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-11
Not analysed yet
Τοῖς ὀξύτερον ἐπιβάλλειν δυναμένοις ἤδη καὶ ἐκ τῆς ἀναγνώσεως δῆλόν ἐστι τὸ εἰρημένον. Ἀλλ' ἐπειδὴ προσήκει ἡμᾶς πάντων κοινῶς ποιεῖσθαι τὴν πρόνοιαν (οὐ γὰρ οἶδε διαφορὰν ἡ πνευματικὴ διδασκαλία), φέρε σαφέστερον ὑμῖν ἐκκαλύψωμεν τὰ εἰρημένα, πάλιν τὰ αὐτὰ ἐπαναλαμβάνοντες. Κάϊν, φησὶν, ἤνεγκεν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ εἶτα βουλομένη καὶ περὶ τοῦ Ἄβελ διδάξαι ἡμᾶς ἡ θεία Γραφή φησιν, ὅτι καὶ αὐτὸς ἀπὸ τοῦ ἐπιτηδεύματος αὐτοῦ, καὶ ἐκ τῆς ποιμαντικῆς τὴν θυσίαν προσήνεγκε. Ἤνεγκε γὰρ, φησὶ, καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Σκόπει πῶς ἡμῖν αἰνίττεται τὸ φιλόθεον τούτου τῆς γνώμης, καὶ ὅτι οὐχ ἁπλῶς ἀπὸ τῶν προβάτων προσήνεγκεν, ἀλλ' Ἀπὸ τῶν πρωτοτόκων, τουτέστιν, ἀπὸ τῶν τιμίων, τῶν ἐξαιρέτων· εἶτα καὶ ἐξ αὐτῶν τούτων τῶν πρωτοτόκων πάλιν τὰ τιμιώτερα· Καὶ ἀπὸ τῶν στεάτων, φησὶν, αὐτῶν, τῶν εὐπαθεστέρων, τῶν τιμιωτέρων. Ἐπὶ δὲ τοῦ Κάϊν οὐδὲν τοιοῦτον ἐπεσημήνατο· ἀλλ' ὅτι προσήνεγκεν Ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν· ὡς ἂν εἴποι τις, τὰ τυχόντα, οὐδεμίαν σπουδὴν οὐδὲ ἀκρίβειαν ἐπιδειξάμενος. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, οὐκ ἐπειδὴ ὁ Θεὸς τῶν παρ' ἡμῶν δεῖται, ἀνέχεται τῶν προσαγομένων, ἀλλὰ βούλεται καὶ διὰ τούτων δείκνυσθαι τὴν ἡμετέραν εὐγνωμοσύνην. Τὸν γὰρ Θεῷ προσάγοντα, καὶ ἐκ τῶν αὐτοῦ προσάγοντα, καὶ ἐννοοῦντα τὸ μέσον τῆς φύσεως, καὶ ὅτι ἄνθρωπος τοσαύτης ἀξιοῦται τῆς τιμῆς, ἐχρῆν κατὰ τὸ ἐγχωροῦν τὰ παρ' ἑαυτοῦ ἐπιδείκνυσθαι, καὶ τὰ τιμιώτερα προσάγειν. Ἀλλ' ὅρα μοι, ἀγαπητέ. Καὶ ἐντεῦθεν ἔχων ἀφορμὰς πρὸς τὸ συνιδεῖν τὸ δέον, εἰκότως εὐθύνας δίδωσι διὰ ῥᾳθυμίαν τὴν οἰκείαν προδιδοὺς σωτηρίαν. Οὔτε γὰρ ἐκεῖνός τινα ἔσχε τὸν διδάσκοντα, οὔτε οὗτός τινα τὸν ὑποτιθέμενον καὶ συμβουλεύοντα, ἀλλ' ἕκαστος ἐκ τῆς τοῦ συνειδότος διδασκαλίας, καὶ τῆς ἄνωθεν σοφίας τῷ τῶν ἀνθρώπων γένει χορηγηθείσης κινούμενος ὥρμησεν ἐπὶ τὴν τοιαύτην προσαγωγήν· ἀλλ' ἡ διαφορὰ τῆς γνώμης λοιπὸν καὶ τῆς προαιρέσεως ἡ ῥᾳθυμία τοῦ μὲν εὐπρόσδεκτον ἐποίησε τὴν προσαγωγὴν, τοῦ δὲ ἀπόβλητον. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Ὅρα πῶς πληροῦται ἐνταῦθα τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον, ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἰδοὺ γὰρ καὶ ἀπὸ τῶν πρωτοτοκίων ἔχων προτέρημα, καὶ πρῶτος δῆθεν προσενεγκὼν, ἐπειδὴ μὴ δεόντως προσήνεγκεν, ἐλάττων ὤφθη τοῦ ἀδελφοῦ. Ἀμφοτέρων γὰρ προσενεγκάντων, φησὶν ἡ θεία Γραφὴ, Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τί ἐστι, Καὶ ἐπεῖδεν; Ἀντὶ τοῦ, ἀπεδέξατο, ἐπῄνεσε τὴν γνώμην, ἐστεφάνωσε τὴν προαίρεσιν, ἠρκέσθη, ὡς ἂν εἴποι τις, τῷ γεγονότι. Εἰ γὰρ καὶ περὶ Θεοῦ φθεγγόμεθα, καὶ περὶ τῆς ἀκηράτου φύσεως ἐκείνης τολμῶμεν διᾶραι στόμα, ἀλλ' ἄνθρωποι ὄντες οὐκ ἄλλως δυνηθείημεν ταῦτα ἢ διὰ τῆς γλώττης νοεῖν. Σκόπει δὲ τὸ θαυμαστόν. Ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τὴν τῶν προβάτων προσαγωγὴν δῶρα ἐκάλεσε διὰ τὸ τίμιον, διὰ τὸ ἐξαίρετον, διὰ τὸ ἄμωμον τῶν προσενεχθέντων. Ἐπεῖδε τοίνυν ἐπ' αὐτὸν, ὅτι ὑγιεῖ γνώμῃ τὴν προσαγωγὴν ἐποιήσατο, καὶ ἐπὶ τὰ δῶρα τὰ προσενεχθέντα, οὐχ ὅτι ἀκηλίδωτα μόνον, ἀλλ' ὅτι πανταχόθεν τίμια φαινόμενα, ἀπό τε τῆς γνώμης τοῦ προσάγοντος, ἀπό τε τοῦ πρωτότοκα εἶναι, καὶ τούτων τὰ ἐξαίρετα, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, καὶ αὐτῶν τούτων τὰ βέλτιστα. Καὶ ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ἐπειδὴ ὀρθῇ γνώμῃ καὶ εἰλικρινεῖ διανοίᾳ προσήνεγκεν ὁ Ἄβελ, Ἐπεῖδε, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἐδέξατο, ἠρέσθη, ἐπῄνεσε· δῶρα δὲ ἐκάλεσε τὰ προσενεχθέντα, τιμῶν καὶ διὰ τούτου τοῦ προσενέγκαντος τὴν γνώμην. Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Τῷ εἰπεῖν, Οὐ προσέσχεν, ἔδειξε τὴν ἀποβολὴν τῶν προσενεχθέντων, καὶ τῷ θυσίας καλέσαι τὰ ἀπὸ τῆς γῆς προσενεχθέντα, πάλιν ἕτερον ἡμᾶς τι διδάσκει. Ὅρα γὰρ πῶς δείκνυσι δι' αὐτῶν τῶν γεγενημένων καὶ διὰ τῶν ῥημάτων, ὅτι ταῦτα ἅπαντα βούλεται παρ' ἡμῶν ὁ Δεσπότης γίνεσθαι, ἵνα τὰ τῆς γνώμης ἡμῶν διὰ τῶν ὑφ' ἡμῶν πραττομένων δῆλα καθιστᾶται, καὶ ἵνα εἰδέναι ἔχωμεν, ὅτι ὑπὸ Δεσπότην ἐσμὲν καὶ δημιουργὸν τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα. Τὰ γὰρ πρόβατα δῶρα ὀνομάσασα ἡ θεία Γραφὴ, καὶ τὰ ἀπὸ τῆς γῆς θυσίας προσειποῦσα, παιδεύει ἡμᾶς, ὅτι οὔτε ἡ τῶν ἀλόγων προσκομιδὴ, οὔτε ἡ τῶν ἀπὸ τῆς γῆς καρπῶν προσαγωγὴ ζητεῖται παρὰ τῷ Δεσπότῃ, ἀλλ' ἡ τῆς γνώμης διάθεσις μόνον. Ὅθεν καὶ νῦν ὁ μὲν ἀπ' αὐτῆς ἀπόδεκτος γέγονε μετὰ τοῦ δώρου· ὁ δὲ πάλιν διὰ ταύτην ἀπεβλήθη μετὰ τῆς θυσίας. Τὸ δὲ, Ἐπεῖδεν ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε, θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ εἰπεῖν, ὅτι τοιαύτην αὐτοῖς γνῶσιν ἐνέθηκεν, ὅτι τοῦ μὲν ἠρέσθη τῇ προαιρέσει, τοῦ δὲ ἀπεσείσατο τὴν ἀγνωμοσύνην. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· ἴδωμεν δὲ λοιπὸν τὰ ἑξῆς. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐστι, Καὶ ἐλύπησε τὸν Κάϊν λίαν; Διπλῆ τὰ τῆς λύπης αὐτῷ γέγονεν, οὐχ ὅτι αὐτὸς μόνος ἀπόβλητος γέγονεν, ἀλλ' ὅτι καὶ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδέχθη. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐλύπησεν αὐτόν; Ἀμφότερα αὐτὸν ἐλύπησε, καὶ τὸ μὴ προσχεῖν τῇ θυσίᾳ αὐτοῦ τὸν Δεσπότην, καὶ τὸ εὐπρόσδεκτον γενέσθαι τὸ τοῦ ἀδελφοῦ δῶρον. Δέον οὖν τὴν αἰτίαν συνειδότα ἐξ αὐτῶν τῶν γεγενημένων διορθώσασθαι τὸ πλημμεληθέν· φιλάνθρωπος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, ἐπειδάν τι πλημμελήσωμεν, οὐχ οὕτως ἡμᾶς ἀποστρέφεται διὰ τὸ πλημμεληθὲν, ὡς ἐπειδὰν ἐπιμείνωμεν τῷ πλημμελήματι· ὁ δὲ λόγον οὐδένα τούτου ποιεῖται.