# In Genesim (homiliae 1-67) 5.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-14

Ὅρα πῶς ἕκαστον τῶν εἰρημένων δείκνυσι τὸ μέγεθος τῶν ἡμαρτημένων. Ἐπειδὴ γὰρ εἶπε καθολικῶς, ὅτι Ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπήγαγε, Καὶ πᾶς τις. Μεγάλη τοῦ ῥήματος ἡ ἔμφασις. Οὐχ ὁ νέος, φησὶν, ἀλλὰ καὶ ὁ πρεσβύτης τὰ αὐτὰ τῷ νέῳ διαπράττεται· οὐδὲ ἀνὴρ μόνον, ἀλλὰ καὶ γυνή· οὐ δοῦλος, ἀλλὰ καὶ ἐλεύθερος· οὐ πλούσιος, ἀλλὰ καὶ πένης. Καὶ τὸ, Διανοεῖται, πολλὴν ἔχει τὴν δύναμιν. Οὐ γὰρ ἐκ συναρπαγῆς τοῦτο ὑπομένουσιν, ἀλλ' ἐν τῇ καρδίᾳ διανοούμενοι, καὶ ταῦτα καθ' ἑκάστην ὥραν βουλευόμενοι, καὶ ἐν τούτοις τὴν σπουδὴν ἔχοντες, καὶ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαξ ἢ δεύτερον ὑποσκελισθέντες ὑπὸ τῆς ἁμαρτίας, ἵστανται τῆς κακίας, ἀλλ' ἐπιμελῶς ταύτην μετέρχονται, καὶ τὰ πονηρὰ διαπράττονται· τοῦτ' ἔστι μετὰ πολλῆς τῆς σπουδῆς, οὐδὲν παρέργως, οὐδὲν ἠμελημένως ὑπ' αὐτῶν γίνεται, οὐδὲ πρὸς βραχὺν χρόνον, ἀλλὰ πάσας τὰς ἡμέρας, πᾶσαν αὐτῶν τὴν ζωὴν εἰς τοῦτο καταναλίσκουσιν. Εἶδες πονηρίας ἐπίτασιν; εἶδες πῶς μελέτην τὸ πρᾶγμα ἐποιοῦντο, ἐπιμελῶς ἅπαντα τὰ πονηρὰ διαπραττόμενοι, καὶ πᾶσα ἡλικία πρὸς τὴν τῆς κακίας ἐργασίαν ηὐτομόλει; Πᾶς τις, φησίν· οὐδὲ ἡ ἄωρος ἡλικία, οὐδὲ ἡ ἀπειρόκακος ἄμοιρος ἦν, ἀλλ' εὐθέως καὶ ἐκ προοιμίων τὴν κακὴν ταύτην ἅμιλλαν πάντες ἐποιοῦντο, ἕκαστος τὸν πλησίον ὑπερβάλλεσθαι φιλονεικῶν ἐν τῇ τῶν πράξεων παρανομίᾳ. Ἐννόει γάρ μοι ἐνταῦθα τὴν ὑπερβάλλουσαν τοῦ δικαίου σοφίαν, ὅτι ἐν τοσαύτῃ κακῶν συμφωνίᾳ ἴσχυσε τὴν λύμην διαφυγεῖν, καὶ μηδεμίαν ἐντεῦθεν δέξασθαι βλάβην, ἀλλὰ καθάπερ ἐξ ἑτέρας φύσεως συγκείμενος, οὕτως ἐῤῥωμένον φρόνημα ἀναλαβὼν, καὶ οἴκοθεν ἐπὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν σπεύσας, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διέφυγε, καὶ τῆς κατὰ πάντων ἐνεχθείσης πανωλεθρίας ἐκτὸς γέγονε. Καὶ ἐνεθυμήθη, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Ὅρα πάλιν λέξεως παχύτητα καὶ συγκατάβασιν. Ἐνεθυμήθη, φησὶν, ἀντὶ τοῦ, Μετεμελήθη· οὐκ ἐπειδὴ μεταμελεῖται Θεός· μὴ γένοιτο· ἀλλὰ κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην ἡμῖν διαλέγεται ἡ θεία Γραφὴ, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ἡ ὑπερβολὴ τῶν ἡμαρτημένων αὐτοῖς εἰς τοσαύτην ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἤγαγε. Καὶ ἐνεθυμήθη, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Μὴ γὰρ διὰ τοῦτο, φησὶ, αὐτὸν παρήγαγον, ἵνα εἰς τοσοῦτον ὄλισθον κατενεχθεὶς ἀπωλείας ἑαυτῷ αἴτιος καταστῇ; Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτης ἠξίωσα αὐτὸν τῆς τιμῆς, καὶ τοσαύτην περὶ αὐτὸν ἐπεδειξάμην τὴν πρόνοιαν, ἵνα τὴν ἀρετὴν ἑλόμενος ἐκτὸς τῆς ἀπωλείας γένηται. Ἐπειδὴ δὲ οὐκ εἰς δέον ἐχρήσατο τῇ φιλανθρωπίᾳ τῇ ἐμῇ, βέλτιον λοιπὸν ἐκκοπῆναι αὐτοῦ τὴν κακὴν ἐπιχείρησιν. Καὶ διενοήθη, καὶ εἶπε Κύριος ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα αὐτούς. Τὰ παρ' ἐμαυτοῦ πάντα, φησὶν, ἐπεδειξάμην. Ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον, τὴν γνῶσιν τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων ἐνέθηκα τῇ φύσει, τὸ αὐτεξούσιον ἐδωρησάμην, ἀφάτῳ τῇ μακροθυμίᾳ ἐχρησάμην, καὶ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον, καὶ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, ἣν εἶπον, καὶ ἑτέραν προθεσμίαν ὥρισα, βουλόμενος αὐτοὺς εἰς αἴσθησιν ἐλθόντας τῶν οἰκείων πταισμάτων ἀνακαλέσασθαι τὴν ἐμὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ οὐδὲ οὕτως ἐκέρδανόν τι πλέον, ἀνάγκη τὴν ἀπειλὴν εἰς ἔργον ἀγαγεῖν, καὶ παντελῆ ἐξάλειψιν αὐτῶν ἐργάσασθαι, καὶ καθάπερ ζύμην τινὰ πονηρὰν ἀφανίσαι τούτων τὸ γένος, ἵνα μὴ καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς τῆς κακίας διδάσκαλοι γένωνται. Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τίνος ἕνεκεν τοῦ ἀνθρώπου πρὸς κακίαν ἀποκλίναντος, καὶ τὰ ἄλογα τὴν αὐτὴν αὐτῷ τιμωρίαν ὑπομένει; Εἰκότως. Μὴ γὰρ διὰ τὴν ἑαυτῶν χρείαν τὰ ἄλογα γέγονε; Διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη· τούτου τοίνυν ἐκ τοῦ μέσου αἱρουμένου, ποία ἐκείνων χρεία γένοιτ' ἄν; Διὰ τοῦτο καὶ ταῦτα τῆς τιμωρίας κοινωνεῖ, ἵνα μάθητε τῆς ἀγανακτήσεως τὴν ὑπερβολήν. Καὶ καθάπερ ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου ἁμαρτῶντος, ἡ γῆ τὴν κατάραν ἐδέξατο, οὕτω καὶ νῦν τοῦ ἀνθρώπου μέλλοντος ἀφανίζεσθαι, καὶ τὰ ἄλογα κοινωνεῖ τῆς τιμωρίας. Ὥσπερ δὲ εὐδοκιμοῦντος τοῦ ἀνθρώπου, καὶ ἡ κτίσις κοινωνεῖ τῇ τοῦ ἀνθρώπου εὐημερίᾳ (καθάπερ καὶ ὁ Παῦλός φησιν· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τῆς δόξης τοῦ Θεοῦ)· οὕτω καὶ νῦν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων μέλλοντος τούτου κολάζεσθαι, καὶ πανωλεθρίᾳ παραδίδοσθαι, καὶ τὰ κτήνη, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ συναπολαύει τοῦ κλυδωνίου τοῦ πᾶσαν τὴν οἰκουμένην καταλαμβάνειν μέλλοντος. Καὶ καθάπερ ἐν οἰκίᾳ, τοῦ προεστῶτος ὑπὸ τὴν δεσποτικὴν ἀγανάκτησιν γεγονότος, καὶ τοὺς συνυπηρετοῦντας πάντας εἰκὸς κοινωνεῖν τῆς κατηφείας· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, καθάπερ ἐν οἰκίᾳ τῶν ἀνθρώπων ἀπολλυμένων, ἅπαντα τὰ ἐν τῇ οἰκίᾳ καὶ τὰ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνοντα ἀνάγκη ὑπὸ τὴν αὐτὴν τιμωρίαν πεσεῖν. Καὶ ἐνεθυμήθην, φησὶν, ὅτι ἐποίησα αὐτούς. Πόσης συγκαταβάσεως τουτὶ πεπλήρωται τὸ ῥῆμα; Μὴ γὰρ ἐβουλόμην, φησὶ, τοσαύτῃ τιμωρίᾳ αὐτοὺς περιβαλεῖν; Αὐτοί με τῇ ὑπερβολῇ τῆς παρανομίας εἰς τοσαύτην ἐξήνεγκαν τὴν ἀγανάκτησιν. Εἶτα ἵνα μὴ νομίσωμεν ἀφανισμὸν παντελῆ τοῦ τῶν ἀνθρώπων γίνεσθαι γένους, μηδὲ πρόῤῥιζον τὴν ἡμετέραν φύσιν ἀφανίζεσθαι, ἀλλὰ μάθωμεν ὅσον κακὸν ἁμαρτία, καὶ ὅσον ἀγαθὸν ἀρετὴ, καὶ ὅτι κρείσσων εἷς ποιῶν θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι, φησί· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εἰ καὶ τὸ πλῆθος ἅπαν, φησὶ, πρὸς τοσαύτην κακίαν ἐξώκειλεν, ἀλλ' ὁ δίκαιος οὗτος τὸν σπινθῆρα τῆς ἀρετῆς διετήρησεν ὁμοῦ, καὶ τούτοις ἅπασι διὰ παντὸς τοῦ χρόνου διαλεγόμενος, καὶ παραινῶν ἀπαλλαγῆναι τῆς κακίας, καὶ ἑαυτὸν τῆς ἀπ' αὐτῶν λύμης ἐλεύθερον καθιστάς. Καὶ ὥσπερ οὗτοι διὰ τῶν πονηρῶν πράξεων εἰς ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἐπεσπάσαντο οὕτω καὶ οὗτος, τὴν ἀρετὴν ἑλόμενος, Χάριν εὗρεν ἐναντίον Κυρίου Θεοῦ. Οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ κἂν ἕνα εὕρῃ ἐν τοσούτῳ πλήθει τὰ αὐτῷ δοκοῦντα διαπραττόμενον, οὐ περιορᾷ, ἀλλὰ τῆς οἰκείας αὐτὸν ἀξιοῖ προνοίας, καὶ ταύτῃ μᾶλλον πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται, ὅσῳ καὶ, τοσούτων ὄντων τῶν ἐπὶ τὴν κακίαν ἑλκόντων, τὴν τῆς ἀρετῆς αὐτὸς ὁδὸν εἵλετο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
