# In Genesim (homiliae 1-67) 5.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-17

Διὸ προσήκει ἀκούοντας ἡμᾶς ὅτι ὁ Θεὸς προσέταξε, πείθεσθαι καὶ εἴκειν τοῖς παρ' αὐτοῦ λεγομένοις. Δημιουργὸς γὰρ ὢν τῆς φύσεως κατὰ τὸ αὐτῷ δοκοῦν ἅπαντα μεταῤῥυθμίζει καὶ μεταπλάττει. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Πολλὴ τοῦ δικαίου τούτου ἡ ἀρετὴ, καὶ τῆς πίστεως ἡ ὑπερβολή. Αὕτη γὰρ, αὕτη καὶ τεκτήνασθαι τὴν κιβωτὸν παρεσκεύασε, καὶ τὴν οἴκησιν πράως ἐνεγκεῖν, καὶ τῆς στενοχωρίας ἀνασχέσθαι καὶ τῆς μετὰ τῶν θηρίων διαγωγῆς καὶ τῶν ἀλόγων ἁπάντων. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς μνήμην αὐτοῦ ἐλθὼν, καὶ ἀνακηρύττων αὐτὸν, ἐβόα λέγων· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι' ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. Εἶδες πῶς ἡ πίστις ἡ εἰς τὸν Θεὸν καθάπερ ἄγκυρά τις ἀσφαλὴς παρεσκεύασεν αὐτὸν, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν ποιήσασθαι, καὶ τῆς οἰκήσεως ἀνασχέσθαι; Αὕτη γὰρ αὐτῷ καὶ τῆς σωτηρίας ὑπόθεσις γέγονε, «Δι' ἧς, φησὶ, κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος·» οὐκ ἐπειδὴ αὐτὸς ἔκρινεν, ἀλλ' ἐπειδὴ ὁ Δεσπότης συγκρίσεως τὴν κατάκρισιν ἐπάγει· τῶν γὰρ αὐτῶν ἀπολαύσαντες τῷ δικαίῳ, οὐ τὴν αὐτὴν αὐτῷ μετῆλθον τῆς ἀρετῆς ὁδόν· διὰ τῆς πίστεως μὲν οὖν, ἣν ἐπεδείξατο, κατέκρινεν ἐκείνους τοὺς πολλὴν τὴν ἀπιστίαν ἐπιδειξαμένους, καὶ μὴ πιστεύσαντας τῇ προῤῥήσει. Ἐγὼ δὲ μετὰ πάντων καὶ τοῦ δικαίου ἐκπλήττομαι τὴν ἀρετὴν, καὶ τοῦ Δεσπότου τὴν ἀγαθότητα καὶ τὴν ἄφατον φιλανθρωπίαν, ὅταν ἐννοήσω πῶς ἠδυνήθη μεταξὺ τῶν θηρίων διάγειν, τῶν λεόντων λέγω, καὶ τῶν παρδάλεων, καὶ τῶν ἄρκτων, καὶ τῶν λοιπῶν τῶν ἀγρίων καὶ ἀτιθάσσων. Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγαπητὲ, τῆς ἀξίας ἧς ἀπήλαυεν ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς, καὶ λογίζου τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ἐπειδὴ γὰρ ἡ παράβασις ἐκείνου ἠκρωτηρίασε τὴν δεδομένην ἐξουσίαν, εὗρε δὲ ὁ ἀγαθὸς Δεσπότης ἕτερον ἄνδρα δυνάμενον ἀνακαλέσασθαι τὴν ἀρχαίαν εἰκόνα, καὶ διασώζοντα τῆς ἀρετῆς τοὺς χαρακτῆρας, καὶ πολλὴν περὶ τὰς ἐντολὰς τὴν ὑπακοὴν ἐπιδεικνύμενον, πάλιν εἰς τὴν ἀρχαίαν τιμὴν αὐτὸν ἀνάγει, μονονουχὶ διδάσκων ἡμᾶς δι' αὐτῶν τῶν πραγμάτων τῆς ἐξουσίας τοῦ Ἀδὰμ τὸ μέγεθος, ἢν εἶχε πρὸ τῆς παρακοῆς. Ἡ ἀρετὴ τοίνυν τοῦ δικαίου ἐπιλαβομένη τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἀνεκαλέσατο τὴν προτέραν ἀρχὴν, καὶ πάλιν τὰ θηρία τὴν ὑποταγὴν ἐπεγίνωσκον. Ἔνθα γὰρ ἂν ἴδῃ θηρία δίκαιον, ἐπιλανθάνεται τῆς οἰκείας φύσεως, μᾶλλον δὲ οὐ τῆς φύσεως, ἀλλὰ τῆς θηριωδίας, καὶ μένοντα ἐν τῇ φύσει τὴν θηριωδίαν εἰς τὴν ἡμερότητα μεταβάλλει. Καὶ ὅρα τοῦτο ἐπὶ τοῦ Δανιὴλ γινόμενον. Ὑπὸ γὰρ τῶν λεόντων κυκλούμενος, ὥσπερ ὑπὸ προβάτων δορυφορούμενος, οὕτως ἀδεῶς διῆγεν· ἡ γὰρ τοῦ δικαίου παῤῥησία ἐχαλίνου τῶν θηρίων τὴν φύσιν, καὶ οὐκ εἴα τὰ τῶν θηρίων αὐτοὺς ἐπιδείκνυσθαι. Τὸν αὐτὸν δὴ τρόπον ὁ θαυμάσιος οὗτος τὴν μετὰ τῶν θηρίων διαγωγὴν μετ' εὐκολίας ἔφερε, καὶ οὔτε ἡ στενοχωρία, οὔτε ἡ τοῦ χρόνου παράτασις, οὔτε τὸ οὕτως ἐγκεκλεῖσθαι, καὶ μήτε τὸν ἀέρα ἀναπνεῖν ναρκῆσαι αὐτὸν παρεσκεύασεν, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἅπαντα κοῦφα αὐτῷ ἐφαίνετο, καὶ οὕτω διῆγεν ἐν τῷ χαλεπῷ ἐκείνῳ δεσμωτηρίῳ, ὡσανεὶ ἡμεῖς ἐν λειμῶσι καὶ δενδρικοῖς τόποις. Τὸ γὰρ ἐπίταγμα τοῦ Δεσπότου τὰ δυσχερῆ ῥᾴδια αὐτῷ φαίνεσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ τῶν δικαίων τὸ ἔθος· ὅταν τι δι' αὐτὸν ὑπομένουσιν, οὐ τῇ ὄψει τῶν γινομένων προσέχουσιν, ἀλλὰ τὴν ὑπόθεσιν λογιζόμενοι μετ' εὐκολίας ἅπαντα φέρουσιν. Ἐπεὶ καὶ Παῦλος, ὁ τῶν ἐθνῶν διδάσκαλος, τὰ δεσμωτήρια, τὰς ἀπαγωγὰς, τοὺς καθημερινοὺς κινδύνους, τὰς πολλὰς ἐκείνας καὶ ἀφορήτους θλίψεις ἐλαφρὰς ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει τοιαῦται ἦσαν, ἀλλ' ἐπειδὴ ἡ ὑπόθεσις τῶν γινομένων τοσαύτην αὐτῷ τὴν γνώμην κατεσκεύαζεν, ὡς μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰ ἐπιόντα δεινά. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Ἡ προσδοκία, φησὶ, τῆς μελλούσης καταλήψεσθαι δόξης, καὶ τῆς διηνεκοῦς ἐκείνης ἀνέσεως κούφως ἡμᾶς ποιεῖ φέρειν τὰς ἐπαλλήλους ταύτας θλίψεις, καὶ ἐλαφρὰς αὐτὰς ἡγεῖσθαι. Εἶδες ὅπως ὑποτέμνεται ὁ πρὸς τὸν Θεὸν πόθος τὴν τῶν δεινῶν ἐπίτασιν, καὶ οὐδὲ αἴσθησιν συγχωρεῖ λαβεῖν τῶν ἐπιόντων; Διά τοι τοῦτο καὶ ὁ μακάριος οὗτος πάντα πράως ἔφερε, τῇ πίστει τῇ εἰς τὸν Θεὸν καὶ τῇ ἐλπίδι τρεφόμενος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτός. Σκόπει πάλιν πῶς τῇ διηγήσει αὔξει τὸν φόβον, καὶ ἐξογκοῖ τὸ γεγενημένον. Ἐγένετο γὰρ, φησὶν, ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κιβωτὸν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. Καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος· τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
