# In Genesim (homiliae 1-67) 5.1-19

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-19

Ἐπεὶ οὖν τὰς θυσίας ἤμελλον ἐπιτελεῖν τὰς διὰ τῶν ἀλόγων, μονονουχὶ διδάσκει αὐτοὺς λέγων, ὅτι τὸ μὲν αἷμα ἐμοὶ ἀφώρισται, τὸ δὲ κρέας ὑμῖν. Ταῦτα δὲ ποιεῖ, ἄνωθεν προαναστέλλων αὐτῶν τὴν ὁρμὴν τὴν περὶ τὴν ἀνδροφονίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ εὐλαβεστέρους αὐτοὺς ἐντεῦθεν ποιῆσαι βουλόμενος ταῦτα διατάττεται, ἄκουε τῶν ἑξῆς. Καὶ γὰρ τὸ ὑμέτερον αἷμα, φησὶ, τῶν ψυχῶν ὑμῶν, ἐκζητήσω αὐτὸ ἐκ χειρὸς πάντων τῶν θηρίων, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Τί οὖν; ἡ ψυχὴ τοῦ ἀνθρώπου τὸ αἷμα τυγχάνει; Οὐ τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ κέχρηται, ὡς ἄν τις εἴποι τινὶ, τὸ αἷμά σου βαστάζω ἐν ταῖς χερσί μου, ἀντὶ τοῦ, τὴν ἐξουσίαν ἔχω τῆς ἀναιρέσεώς σου. Ὅτι γὰρ οὐ τὸ αἷμά ἐστι τοῦ ἀνθρώπου ἡ ψυχὴ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ ὅρα τὴν διαφορὰν ὅσην ἐποιήσατο. Ὁ ἐκχέων, φησὶν, αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ τὸ αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ἐννόησόν μοι, ὅσον τὸν φόβον διὰ τοῦ ῥήματος ἐπετείχισεν. Εἰ καὶ τὸ ὁμογενὲς, φησὶ, μὴ γίνεταί σοι κώλυμα, οὐδὲ ἡ κοινωνία τῆς φύσεως ἀφίστησί σε τῆς κακῆς ἐπιχειρήσεως, ἀλλὰ καὶ τὴν συμπάθειαν τὴν ἀδελφικὴν ἀπωσάμενος, ὅλος γίνῃ τοῦ μιαροῦ τούτου τολμήματος, ἐννόει ὅτι κατ' εἰκόνα Θεοῦ δεδημιούργηται, καὶ ὅσης ἠξίωται παρὰ τοῦ Θεοῦ τῆς προεδρίας, καὶ ὅτι πάσης τῆς κτίσεως τὴν ἐξουσίαν ἀναδέδεκται, καὶ παῦσαι τῆς μοχθηρᾶς γνώμης. Τί οὖν φησιν; Ἐὰν μυρίους τις ἐργάσηται φόνους, καὶ τοσαῦτα αἵματα ἐκχέῃ, πῶς τὴν ἀξίαν δώῃ δίκην, τοῦ αἵματος αὐτοῦ μόνου ἐκχυθέντος; Μὴ τοῦτο λογίζου, ἄνθρωπε, ἀλλ' ἐννόει ὅτι τοιοῦτον μετ' οὐ πολὺ δέξεται σῶμα ἄφθαρτον, τὸ δυνάμενον διηνεκῆ καὶ αἰώνιον κόλασιν ὑπέχειν. Κἀκεῖνο δὲ σκόπει, πῶς μετὰ ἀκριβείας διετάξατο. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου φησὶ, μὴ ἐκχέῃς αἷμα· ἐπὶ δὲ τῶν ἀλόγων οὐκ εἶπε, μὴ ἐκχέῃς, ἀλλὰ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἐκεῖ, μὴ ἐκχέῃς· ἐνταῦθα, μὴ φάγῃς. Εἶδες ὅσον τὸ ἀνεπαχθὲς ἔχουσιν αὐτοῦ αἱ νομοθεσίαι; πῶς κοῦφαι καὶ ῥᾴδιαι αἱ ἐντολαί; πῶς οὐδὲν βαρὺ οὐδὲ φορτικὸν ἐπιζητεῖ παρὰ τῆς ἡμετέρας φύσεως; Λέγουσι γάρ τινες βαρὺ καὶ γεῶδες καὶ νοσοποιὸν εἶναι τὸ τῶν ἀλόγων αἷμα. Ἀλλ' ἡμεῖς μὴ δι' ἐκεῖνον τὸν φιλοσοφώτερον λόγον, ἀλλὰ διὰ τὴν τοῦ Δεσπότου νομοθεσίαν τὴν φυλακὴν ὀφείλομεν ἐκδείκνυσθαι. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς τίνος ἕνεκεν τοσαύτην ταύτης τῆς ἐντολῆς τὴν ἀκρίβειαν ἐποιήσατο, καὶ ὅτι ἀναχαιτίζων τῶν ἀνθρώπων τὴν φονικὴν γνώμην φησὶν, Ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· οὐχ ἁπλῶς εἶπεν, Ὑμεῖς δὲ, ἀλλὰ μονονουχὶ λέγων, ὑμεῖς οἱ ὀλίγοι, οἱ εὐαρίθμητοι πᾶσαν τὴν γῆν πληρώσατε, καὶ κατακυριεύσατε αὐτῆς, τοῦτ' ἔστι, τὴν ἀρχὴν ἔχετε, καὶ τὴν ἐξουσίαν, καὶ τὴν ἀπόλαυσιν. Ὅρα μοι Θεοῦ φιλανθρωπίαν, πῶς πρότερον μεγάλας τὰς εὐεργεσίας δωρούμενος, τότε καὶ νόμον καὶ ἐντολὴν δίδωσι. Καὶ καθάπερ ἐπὶ τοῦ Ἀδὰμ, μετὰ τὸ ἐγκατοικῆσαι ἐν τῷ παραδείσῳ, καὶ τὴν τοσαύτην ἀπόλαυσιν χαρίσασθαι, τότε τὴν ἀποχὴν τοῦ ξύλου ἐνετείλατο· οὕτω καὶ ἐνταῦθα μετὰ τὸ ὑποσχέσθαι μηκέτι τοιαύτην ἐπάξειν πανωλεθρίαν, μηδὲ ἀγανάκτησιν τοιαύτην ἐπιδείξασθαι, ἀλλὰ ἀκίνητα μέχρι τῆς συντελείας ἐᾷν ἅπαντα τὰ στοιχεῖα διαμένειν, ἕκαστον τὸν οἰκεῖον δρόμον καὶ τὴν οἰκείαν τάξιν ἀποπληροῦντα, καὶ εὐλογίας αὐτοὺς ἀξιῶσαι, καὶ τὴν ἀρχαίαν ἐξουσίαν δωρήσασθαι τὴν κατὰ τῶν ἀλόγων ἁπάντων, καὶ τῆς κρεωφαγίας τὴν ἄδειαν παρασχεῖν, τότε φησὶ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Εἶδες πῶς πρότερον εὐεργετεῖ καὶ τὴν φιλοτιμίαν ἄφατον ἐπιδείκνυται, καὶ τότε ἐπιτάττει; καίτοι γε ἐπ' ἀνθρώπων οὐκ ἄν ποτε τοῦτο γένοιτο. Οἱ γὰρ ἄνθρωποι πρότερον βούλονται τὰ παρ' ἑαυτῶν ἐπιταττόμενα εἰς ἔργον ἐκβῆναι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν εὔνοιαν τοὺς τὰ ἐπιτάγματα δεχομένους, καὶ τὴν τούτων ἐκπλήρωσιν ποιουμένους, καὶ τότε ἄρα ἀμείβεσθαι τοὺς πολλὴν τὴν ὑπακοὴν ἐπιδειξαμένους. Ἐπὶ δὲ τοῦ κοινοῦ πάντων Δεσπότου τὸ ἐναντίον· πρότερον εὐεργετεῖ καὶ τῷ πλήθει τῶν εὐεργεσιῶν ἐφέλκεται τὴν ἡμετέραν φύσιν, καὶ τότε κοῦφα καὶ ῥᾴδια ἐπιτάττει, ἵνα καὶ τῇ εὐκολίᾳ τῶν ἐπιταγμάτων καὶ ταῖς παραλαβούσαις εὐεργεσίαις διεγηγερμένοι, πρὸς τὴν τούτων ἐπειχθῶμεν ἐκπλήρωσιν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀγαπητοὶ, μηδὲ ὀκνηρότεροι γινώμεθα περὶ τὴν ὑπακοὴν τῶν ἐπιταχθέντων, καὶ τὰς παραλαβούσας εὐεργεσίας λογιζόμενοι, καὶ τῶν ἐπιταγμάτων τὴν εὐκολίαν, καὶ τῶν ἐπαγγελιῶν τῶν μετὰ τὴν ἐκπλήρωσιν ἡμῖν τεταμιευμένων τὸ μέγεθος· ἀλλὰ νήφωμεν καὶ περὶ τὴν ἐργασίαν σπεύδωμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν ἐντολῶν, καὶ τὰς ὁδοὺς, ἃς ἐχαρίσατο τῇ ἡμετέρᾳ φύσει πρὸς τὴν τῶν ψυχῶν ἡμῶν συντελούσας σωτηρίαν, μὴ ἀποπεμψώμεθα, ἀλλὰ τῷ ὑπολειπομένῳ τῆς ζωῆς ἡμῶν χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ πολλὴν ἑαυτοῖς τὴν παῤῥησίαν προαποθώμεθα, καὶ μάλιστα νῦν, ὡς ἔτι ἐνέστηκε τὸ λειπόμενον τῆς ἁγίας τεσσαρακοστῆς μέρος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
