# In Genesim (homiliae 1-67) 5.1-24

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-24

Ὁρῶμεν δὲ πολλοὺς, ὅτι εἰς τοσαύτην μανίαν ἐξηκοντίσθησαν, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν γυναικῶν, ἀλλὰ καὶ αὐτὸν τὸν μοιχὸν πολλάκις συγκατέσφαξαν καὶ ἑαυτούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰκείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἔστι καταμαθεῖν τοῦ δικαίου· τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλὴν, ὅτι ἐν ἀμηχανίᾳ τοσαύτῃ, καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδὸν, δι' ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῆς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ ἂν ἀφῃρέθη τοῦ δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας. Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόντων πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικράν τινα παραμυθίαν εὑρεῖν, φησίν· Εἰπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ σὸν, κἄν τε ἀδελφὴν εἴπῃς σαυτὴν, κἄν τε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορφίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλὴν, εἰ τῷ τῆς ἀδελφῆς ὀνόματι χρήσαιο. Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδόν τινα ἴσχυσεν εὑρεῖν, δι' ἧς ἐβουλεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τῆς γυναικὸς τὸ φιλάγαθον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; τί γάρ μοι τὸ ὄφελος ἀπὸ τῆς συνουσίας, ὅταν μέλλω δι' αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; τί τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ διαφυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξηθῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Εἰπὲ οὖν, φησὶν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Οὐχ ὡς μελλούσης τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος (Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι), ἀλλ' ἁπλῶς κατὰ τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησὶ, γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν· Εἰπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γενέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σωτηρίας αἰτία, Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ. Ἐλεεινὰ τὰ ῥήματα· πολὺς ἦν ὁ φόβος διά τε τὴν μανίαν τὴν Αἰγυπτιακὴν, καὶ ὅτι οὔπω ἦν καταλυθεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοιχείᾳ τῆς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φοβερὸν ἦν αὐτοῦ τὸ πρόσωπον· οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι· οὐδέπω ἦν τὸ κέντρον αὐτοῦ ἀμβλυνθέν. Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; εἶδες καὶ ἄνδρα, οἷα ἐθάῤῥησεν ὑποθέσθαι τῇ γυναικὶ, καὶ γυναῖκα οἵαν δέχεται τὴν συμβουλήν; Οὐκ ἀνανεύει οὐδὲ δυσχεραίνει, ἀλλὰ πάντα ποιεῖ, ὥστε τὸ δρᾶμα λαθεῖν. Ἀκουέτωσαν ἄνδρες καὶ γυναῖκες, καὶ μιμείσθωσαν τούτων τὴν ὁμόνοιαν, τῆς ἀγάπης τὸν σύνδεσμον, τῆς εὐσεβείας τὴν ἐπίτασιν, καὶ ζηλούτωσαν τῆς Σάρας τὴν σωφροσύνην. Ὅτι καὶ ἐν γήρᾳ οὕτω κάλλει διαλάμπουσα μέχρι τότε διέμεινεν ἁμιλλωμένη ταῖς τοῦ δικαίου ἀρεταῖς· δι' ὃ καὶ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ τῆς ἄνωθεν ἀμοιβῆς. Μηδεὶς τοίνυν αἰτιάσθω τοῦ κάλλους τὴν εὐμορφίαν, μηδὲ λεγέτω ἐκεῖνα τὰ ἀνόνητα ῥήματα, ὅτι τὴν δεῖνα τὸ κάλλος ἀπώλεσε· καὶ τῇ δεῖνι τὸ κάλλος γέγονεν ὀλέθρου αἴτιον. Οὐ τὸ κάλλος αἴτιον· μὴ γένοιτο· ἔργον γάρ ἐστι καὶ τοῦτο τοῦ Θεοῦ· ἀλλ' ἡ προαίρεσις ἡ διεφθαρμένη αἰτία πάντων τῶν κακῶν ἐστιν. Εἶδες τὴν θαυμασίαν ταύτην γυναῖκα ἑκατέρωθεν διαλάμπουσαν, καὶ ἀπὸ τοῦ τῆς ψυχῆς κάλλους καὶ ἀπὸ τοῦ τῆς ὄψεως, καὶ κατ' ἴχνος τοῦ δικαίου πορευομένην; Ταύτην μιμείσθωσαν αἱ γυναῖκες. Ἰδοὺ γὰρ καὶ ὥρας εὐμορφία, καὶ στείρωσις, καὶ χρόνος τοσοῦτος, καὶ περιουσία πολλὴ, καὶ μετανάστασις τοσαύτη, καὶ ἀποδημία, καὶ πειρασμοὶ συνεχεῖς καὶ ἐπάλληλοι· καὶ οὐδὲν τούτων αὐτῆς τὸν λογισμὸν παρεσάλευσεν, ἀλλ' ἔμενεν ἀπερίτρεπτος. Διά τοι τοῦτο καὶ τῆς ὑπομονῆς ἀξίαν τὴν ἀμοιβὴν ἐκομίσατο, ἐν ἐσχάτῳ γήρᾳ ἀπὸ μήτρας πεπηρωμένης καὶ νηδύος νενεκρωμένης τεκεῖν δυνηθεῖσα. Ὅπως ἂν, φησὶν, εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ, Οὐδὲν, φησὶν, ἕτερον ὑπολέλειπταί μοι εἰς σωτηρίαν, ἢ τὸ σὲ βουληθῆναι εἰπεῖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἴσως γὰρ διαφεύξομαι τὸν προσδοκώμενον κίνδυνον, καὶ διὰ σὲ λοιπὸν ζήσομαι, καὶ σοὶ τὴν μετὰ ταῦτα ζωὴν ἐπιγράψομαι. Ἱκανὰ τὰ ῥήματα ἐφελκύσασθαι τὴν γυναῖκα καὶ εἰς συμπάθειαν ἀγαγεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
