Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΛΕʹ Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-26
Not analysed yet
Τί βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις, Βασιλεὺς Σαλὴμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου; Βασιλεὺς μὲν ἦν, φησὶ, τῆς Σαλήμ. Τοῦτον γὰρ καὶ ὁ μακάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ περιστρέφων καὶ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματος τὴν σημασίαν, καὶ ἐτυμολογίᾳ τινὶ κέχρηται λέγων, Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. Καὶ γὰρ κατὰ τὴν Ἑβραϊκὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν σημαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνομα τῆς πόλεως ἐλθών φησι, Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχειροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονενεμήκασι τὴν τιμήν· ἢ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραὰμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Καὶ πῶς, φησὶν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος; Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαίτει ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. Τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος, φησὶ, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτὸν, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστὸς, διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος λέγεται καὶ ἔστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι' αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε. Καὶ εὐλόγησε, φησὶ, τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γὰρ, Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ τὴν δύναμιν ἡμῖν ἀνέφηνεν. Εἰ γὰρ αὐτός ἐστι Θεὸς, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγὼν, οἱ ὑπὸ τῶν ἀνθρώπων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εὐλογητὸς, φησὶν, ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν περιβεβλημένων περιγενέσθαι. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου· αὐτός ἐστιν ὁ τὸ πᾶν ἐργασάμενος, αὐτός ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστήσας, αὐτός ἐστιν ὁ διὰ τῶν ἀόπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν δύναμιν παρασχομένη. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λὼτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γεγενημένα; Καὶ ἔδωκεν αὐτῷ, φησὶ, δεκάτην ἀπὸ πάντων. Τοῦτο καὶ Παῦλός φησι· Θεωρεῖτε δὲ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπεφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προςάγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Καλὴ τοῦ βασιλέως ἡ εὐγνωμοσύνη· ἀλλ' ὅρα τοῦ δικαίου τὴν φιλοσοφίαν. Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ' ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καί φησιν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν;