# In Genesim (homiliae 1-67) 5.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΗʹ Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-29

Τοῦτο ἀληθὲς συνοικέσιον, τοῦτο ἀνὴρ, ὅταν μὴ ἀκριβολογῆται πρὸς τὰ τῆς γυναικὸς ῥήματα, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς φύσεως πολλὴν νέμων τὴν συγγνώμην μίαν ποιεῖται σπουδὴν, ὥστε τὴν λύπην ἐκποδὼν ποιῆσαι, καὶ τὰ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας συσφίγγειν. Ἀκουέτωσαν ἄνδρες, καὶ μιμείσθωσαν τοῦ δικαίου τὴν ἐπιείκειαν, καὶ τοσαύτην αἰδὼ καὶ τιμὴν ταῖς γυναιξὶν ἀπονεμέτωσαν, καὶ ὡς ἀσθενεστέρῳ σκεύει φειδέσθωσαν, ἵνα ὁ τῆς ὁμονοίας σύνδεσμος ἐπιτείνηται. Τοῦτο γὰρ ὁ ἀληθὴς πλοῦτος, αὕτη ἡ μεγίστη περιουσία, ὅταν ἀνὴρ μετὰ γυναικὸς μὴ διχονοῇ, ἀλλὰ καθάπερ σῶμα ἓν οὕτως ὦσι συνημμένοι· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Οἱ τοιοῦτοι κἂν ἐν πενίᾳ ὦσι, κἂν ἐν εὐτελείᾳ, πάντων ἂν εἶεν μακαριστότεροι, ἀληθῆ ἡδονὴν καρπούμενοι, καὶ ἐν διηνεκεῖ γαλήνῃ καθεστῶτες· ὡς οἵ γε ταύτης μὴ ἀπολαύοντες, ἀλλὰ ζηλοτύπως διακείμενοι, καὶ τὸ τῆς εἰρήνης καλὸν διαφθείροντες, κἂν πολλῷ περιῤῥέωνται πλούτῳ, κἂν πολυτελεῖς ἔχωσι τὰς τραπέζας, κἂν ἐν περιφανείᾳ τύχωσιν ὄντες, πάντων ἐλεεινότερον ζῶσι βίον, κύματα καὶ ταραχὰς καθ' ἑκάστην ἡμέραν ἑαυτοῖς ἐπινοοῦντες, καὶ ἀλλήλους ὑποπτεύοντες, καὶ οὐδεμίαν ἡδονὴν ἔχειν δυνάμενοι, τοῦ ἔνδοθεν πολέμου πάντα συγχέοντος, καὶ πολλὴν ἐν αὐτοῖς τὴν ἀηδίαν ἐργαζομένου. Ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον· ἀλλὰ διὰ τῆς οἰκείας ἐπιεικείας ὁ πατριάρχης τόν τε θυμὸν κατεμάλαξε τῆς δεσποίνης, καὶ δοὺς αὐτῇ τὴν ἐξουσίαν ἅπασαν τὴν κατὰ τῆς παιδίσκης, εἰρήνης πολλῆς ἐνέπλησεν ἑαυτοῦ τὴν οἰκίαν. Καὶ ἐκάκωσεν αὐτὴν, φησὶ, Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. Ἐπειδὴ γὰρ ἴσως ἐκόλασεν αὐτῆς τὴν προπέτειαν, εἰς φυγὴν ἐτράπη ἡ παιδίσκη. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἔθος· ἐπειδὰν μὴ ἐξῇ αὐτοῖς τῷ οἰκείῳ τρόπῳ κεχρῆσθαι, ἀλλ' ἐγκόπτηται αὐτῶν τὰ τῆς ἐπιχειρήσεως, εὐθέως ἀφηνιῶσι τῶν δεσποτῶν, καὶ πρὸς φυγὴν ὁρμῶσιν. Ἀλλὰ ὅρα πάλιν ἐνταῦθα πόσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς καὶ ἡ παιδίσκη, διὰ τὴν εἰς τὸν δίκαιον τιμήν. Ἐπειδὴ γὰρ περιέφερε μεθ' ἑαυτῆς τοῦ δικαίου τὸ σπέρμα, διὰ τοῦτο καὶ τῆς ὀπτασίας ἀξιοῦται τῆς παρὰ τοῦ ἀγγέλου. Εὗρε γὰρ αὐτὴν, φησὶν, ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐν τῇ ὁδῷ Σούρ. Σκόπει φιλανθρωπίαν Δεσπότου, πῶς οὐδένα περιορᾷ, ἀλλὰ κἂν οἰκέτης ᾖ, κἂν παιδίσκη, αὐτὸς ἐν πᾶσι τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, οὐ πρὸς τὴν τῶν ἀξιωμάτων ὁρῶν διαφορὰν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς διάθεσιν. Ἐνταῦθα δὲ οὐ διὰ τὴν τῆς παιδίσκης ἀξίαν ὁ ἄγγελος ἐφίσταται, ἀλλὰ διὰ τὴν πρὸς τὸν δίκαιον τιμήν. Καθάπερ γὰρ ἔφθην εἰπὼν, ἐχρῆν αὐτὴν πολλῆς ἀξιωθῆναι προνοίας, διὰ τὸ ἀξίαν γενέσθαι ὑποδέξασθαι τὸ τοῦ δικαίου σπέρμα. Καὶ εὑρὼν αὐτὴν, φησὶν, ὁ ἄγγελος εἶπεν αὐτῇ· Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; Ὅρα πῶς καὶ τὰ παρὰ τοῦ ἀγγέλου εἰς ὑπόμνησιν αὐτὴν ἦγε τῆς οἰκείας ἀξίας. Ἵνα γὰρ προσεκτικωτέραν αὐτὴν ποιήσῃ, εὐθέως τὴν προσηγορίαν αὐτῆς εἰς μέσον ἤγαγε, καί φησιν, Ἅγαρ. Εἰώθαμεν γάρ πως ἐκείνοις προσέχειν μᾶλλον τοῖς ἐξ ὀνόματος ἡμᾶς καλοῦσιν. Εἶτά φησι, Παιδίσκη Σάρας· ὑπομιμνήσκει αὐτὴν τῆς δεσποίνης, ἵνα εἰδέναι ἔχῃ, ὅτι κἂν μυριάκις τῆς δεσποτικῆς εὐνῆς ἐκοινώνησεν, ἀλλ' ὅμως καὶ δεσπότιν ὀφείλει ἐπιγράφεσθαι τὴν Σάραν. Ὅρα τοίνυν τὸν ἄγγελον πυνθανόμενον, ἵνα εἰς ἀνάγκην αὐτὴν ἀγάγῃ τῆς ἀποκρίσεως. Πόθεν, φησὶ, νῦν εἰς τὴν ἔρημον ταύτην παραγέγονας, καὶ ποῦ τὴν ὁρμὴν ἔχεις; Διὰ τοῦτο καὶ εἰς αὐτὴν τὴν ἔρημον αὐτῇ γενομένῃ φαίνεται ὁ ἄγγελος, ἵνα μὴ νομίσῃ ἁπλῶς τινα τῶν παριόντων εἶναι τὸν πυθόμενον· ἐρημία γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν· ἵνα οὖν εἰδέναι ἔχῃ, ὅτι οὐχ ἁπλῶς ἐστιν ὁ τυχὼν ὁ πρὸς αὐτὴν διαλεγόμενος, διὰ τοῦτο ἐν τῇ ἐρήμῳ φανεὶς πυνθάνεται αὐτῆς· Καί φησιν ἐκείνη· Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὁρᾷς πῶς οὐκ ἀρνεῖται τὴν δεσποτείαν, ἀλλ' ὁμολογεῖ μετὰ ἀληθείας ἅπαντα; Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ὁ πυνθανόμενος, ἵνα δυνηθῶ παρακρούσασθαι. Προλαβὼν καὶ τὴν προσηγορίαν εἶπε τὴν ἐμὴν, καὶ τῆς δεσποίνης ἐμνήσθη· προσήκει τοίνυν κἀμὲ μετὰ ἀληθείας ἅπαντα εἰπεῖν. Ἀπὸ προσώπου, φησὶ, Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὅρα πῶς ἀνεπαχθῶς τὴν μνήμην ἐποιήσατο. Οὐ γὰρ εἶπεν, ὅτι Δεινά με διέθηκεν· οὐκ εἶπεν, ὅτι Ἐκάκωσέ με, καὶ διὰ τὸ μὴ φέρειν τὴν πολλὴν ἐπάχθειαν εἰς φυγὴν ἐτράπην· οὐδὲν δυσχερὲς ἐφθέγξατο, ἀλλὰ μόνον ἑαυτῆς κατηγόρησεν ὡς ἀποδρασάσης. Εἶδες αὐτῆς τὴν εὐγνωμοσύνην; Ὅρα πάλιν τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα πρὸς αὐτήν· Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Πρὸς μὲν τὸ εἰπεῖν, Ἀπὸ προσώπου τῆς κυρίας μου ἀποδιδράσκω, φησὶν, Ἀποστράφηθι, ἐπάνελθε, μὴ ἀγνωμόνως διάκεισο περὶ τὴν τοσαῦτά σε εὐεργετήσασαν. Εἶτα, ἐπειδὴ ἐξ ἀλαζονείας καὶ φρονήματος ὑψηλοῦ πρὸς ὀργὴν διήγειρε τὴν ἑαυτῆς δέσποιναν, φησί· Καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, ὑποτάττου αὐτῇ· τοῦτο γάρ σοι λυσιτελεῖ. Ἐπιγίνωσκε τὴν δουλείαν, μὴ ἀγνόει τὴν δεσποτείαν, μηδὲν ὑψηλὸν φρόνει, μὴ τὰ ὑπὲρ σαυτὴν φαντάζου· Ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, πολλὴν ἐπίδειξαι τὴν ὑποταγήν. Ἱκανῶς αὐτῆς τὴν ψυχὴν κατεμάλαξε τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα, κατέστειλεν αὐτῆς τὸ φρόνημα, ἐχαλίνωσεν αὐτῆς τὸν θυμὸν, πολλὴν εἰργάσατο γαλήνην ἐν τοῖς λογισμοῖς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
