# In Genesim (homiliae 1-67) 5.1-31

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΑʹ Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-31

Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γὰρ, φησὶ, προσεκύνησεν, εἶτα κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει τὸ μέλλον ὑπ' αὐτοῦ γενέσθαι εἰς αὐτοὺς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὄν. Ὕδωρ γὰρ, φησὶ, τὸ πᾶσιν ἀνειμένον ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκηνὴν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε ταλαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φιλόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλοφροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ' ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη. Καὶ εἶπαν, φησὶν, Οὕτω ποιήσομεν, καθὰ εἴρηκας. Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσὶ, φησὶν, ἔχω τὸν θησαυρὸν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πράγματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον. Καὶ ἔσπευσεν Ἀβραὰμ, φησὶν, ἐπὶ τὴν σκηνήν. Ὥσπερ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεία Γραφὴ, εἰποῦσα, Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς, οὕτω καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερμότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδήν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέρομεν. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύδει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, Καὶ εἶπεν αὐτῇ· Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν ἐξεπαίδευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην παρορμᾷ μὴ ῥᾳθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλὰ, Σπεῦσον, φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπολέσωμεν τὸν θησαυρὸν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορθώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομένην αὐτῷ κοινωνόν. Διὰ τί γὰρ, εἰπέ μοι, οὐδενὶ τῶν παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβηκυίᾳ; ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὐτὴ προθυμίαν εἰσφέρει. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικόν τι κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι' ἑαυτῶν ἅπαντα διαπράττεσθαι· γυναῖκες δὲ, ἵνα σπεύδωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμάτων, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν. Ἀλλ' οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ' ἡμῶν λεγομένων. Νῦν γὰρ ἡμῖν ἀπ' ἐναντίας ἐκείνῃ πάντες βαδίζειν ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξὶ, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμὸν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ὅρα τὴν οὐρανομήκη ταύτην ψυχὴν, πῶς οὐκ ἐνόμισεν αἰσχρὸν αὐτῷ εἶναι μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο οὐδὲν παρῃτήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλά φησιν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κοσμοῦ κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσι· τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς. Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν, τῆς ψυχῆς τὴν διαφθορὰν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἐσμόν· ἀλλ' ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ λῃστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπιβουλαῖς, καὶ μυρία ἄν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ' οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι' ὃ καὶ ἀξία τοῦ πατριάρχου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἐφύρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν. Ὢ γέροντος νεότης, ὢ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δεικνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. Καὶ ἔλαβε, φησὶ, μοσχάριον ἁπαλὸν καὶ καλόν. Αὐτὸς δι' ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδὶ, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
