# In Genesim (homiliae 1-67) 5.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-33

Μιμησώμεθα τοίνυν, παρακαλῶ, τὸν δίκαιον τοῦτον, καὶ εἰ δέοι καὶ κίνδυνόν τινα ὑπομένειν ὑπὲρ τοῦ τὴν σωτηρίαν τοῦ πλησίον πραγματεύσασθαι, μηδὲ τοῦτο παραιτησώμεθα. Ὁ γὰρ τοιοῦτος κίνδυνος σωτηρίας ἡμῖν ὑπόθεσις γίνεται, καὶ πολλῆς παῤῥησίας πρόξενος. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ὅπως πρὸς δῆμον ὁλόκληρον τοσαύτην περὶ τὴν κακίαν τὴν συμφωνίαν ἐπιδειξάμενον παρετάξατο, καὶ μετ' ἐπιεικείας πολλῆς καὶ τὴν ἀνδρείαν ἄφατον ἐπεδείκνυτο, εἰ καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθη τῆς ἀκαθέκτου αὐτῶν μανίας. Μετὰ γὰρ τὰ ῥήματα ἐκεῖνα, καὶ τὴν ἐπιείκειαν τὴν ὑπερβάλλουσαν, καὶ τὸ μονονουχὶ ταῖς χερσὶν ἐκδοῦναι διὰ τῶν λόγων τὰς θυγατέρας, τί φασι πρὸς αὐτόν; Ἀπόστα ἐκεῖ. Ὢ μέθης ὑπερβολὴ, ὢ παραφροσύνης ἐπίτασις. Τοιοῦτον γὰρ ἡ πονηρὰ αὕτη καὶ ἀκόλαστος ἐπιθυμία· ἐπειδὰν περιγένηται τοῦ λογισμοῦ, οὐκ ἀφίησι συνιδεῖν οὐδὲν τῶν δεόντων, ἀλλὰ καθάπερ ἐν σκότῳ καὶ νυκτομαχίᾳ τινὶ, οὕτως ἅπαντα διαπράττεται. Ἀπόστα, φησὶν, ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Νῦν οὖν σε κακώσομεν μᾶλλον, ἢ ἐκείνους. Ὅρα πῶς μὲν ὁ δίκαιος ἐπιεικῶς αὐτοῖς διαλέγεται, οἱ δὲ πόσῃ κέχρηνται τῇ θρασύτητι. Ὥσπερ ἐκβακχευθέντες λοιπὸν ὑπὸ τοῦ διαβόλου, καὶ ὡς ὑπ' ἐκείνου στρατηγούμενοι, οὕτω κατεξανίστανται τοῦ δικαίου, καί φασιν· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Πάροικόν σε, φησὶν, ἐδεξάμεθα· μὴ γὰρ καὶ κριτὴς ἡμῶν κατέστης; Ὢ ἀγνωμοσύνης ὑπερβολή. Δέον ἐντραπῆναι, δέον αἰδεσθῆναι τὴν συμβουλὴν τοῦ δικαίου, οἱ δὲ, καθάπερ οἱ μαινόμενοι καὶ τὸν ἰατρὸν συγκόψαι ἐπιχειροῦσιν, οὕτω καὶ οὗτοι· Σὲ, φησὶ, κακώσομεν μᾶλλον, ἢ ἐκείνους. Εἰ μὴ βούλει, φησὶν, ἡσυχάσαι, μαθήσῃ ὡς οὐδέν σοι πλέον ἔσται τῆς εἰς ἐκείνους προστασίας, ἢ τὸ ἐκείνους μὲν διαφυγεῖν τὸν κίνδυνον, σὲ δὲ τούτῳ περιβληθῆναι. Παρεβιάζοντο δὲ τὸν Λὼτ σφόδρα. Ὅρα τὸν δίκαιον τοῦτον καὶ ἀνδρείαν ἐπιδεικνύμενον, καὶ τοσούτῳ πλήθει ἀντιτάττεσθαι ἐπιχειροῦντα. Καὶ ἤγγισαν, φησὶ, συντρῖψαι τὴν θύραν. Ἐπειδὴ γὰρ μέλλων ἐξιέναι, καὶ τὴν τούτων μανίαν προορῶν προσέῳξεν αὐτοῦ ὄπισθεν τὴν θύραν, οὐκ ἀνασχόμενοι οἱ μιαροὶ οὗτοι καὶ παράνομοι τῆς τοῦ δικαίου παραινέσεως, αὐτόν τε ἐβιάζοντο καὶ τὴν θύραν συντρῖψαι ἐπεχείρουν. Ἀλλ' ἐπειδὴ διὰ τῶν πραγμάτων ἐδείκνυτο καὶ ἡ τοῦ δικαίου ἀρετὴ, καὶ ἡ πρὸς τοὺς ξένους νομιζομένους κηδεμονία, καὶ τοῦ πλήθους ἐκείνου παντὸς ἡ περὶ τὴν κακίαν συμφωνία, τότε λοιπὸν ἐκκαλύπτουσιν ἑαυτοὺς οἱ παραγεγονότες. Καὶ ἐπειδὴ εἶδον τὸν δίκαιον πάντα τὰ παρ' ἑαυτοῦ πεπληρωκότα, τὴν οἰκείαν ἐπιδεικνύμενοι δύναμιν ἐπαμύνουσι τῷ δικαίῳ καταδυναστευομένῳ ὑπὸ τῆς ἐκείνων μανίας. Ἐκτείναντες γὰρ, φησὶν, οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. Ὁρᾷς πῶς καὶ ὁ δίκαιος οὗτος παραχρῆμα τῆς φιλοξενίας κομίζεται τὰς ἀμοιβὰς, καὶ οἱ παράνομοι ἐκεῖνοι ἀξίαν τίνουσι δίκην; Εἰσεσπάσαντο γὰρ, φησὶ, τὸν Λὼτ εἰς τὸν οἶκον, καὶ τὴν θύραν ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. Ἐπειδὴ τὸ τῆς διανοίας αὐτῶν ὄμμα πεπήρωτο, διὰ τοῦτο καὶ τῆς ὁράσεως τὴν τύφλωσιν ὑπομένουσιν, ἵνα μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὄφελος τῶν σωματικῶν ὀφθαλμῶν, τῶν τῆς διανοίας ὀμμάτων πεπηρωμένων. Καὶ ἐπειδὴ σύμφωνον τὴν κακίαν ἐπεδείκνυντο, καὶ οὔτε οἱ νέοι, οὔτε οἱ πρεσβῦται ἀπείχοντο τῆς πονηρᾶς ἐπιχειρήσεως, διὰ τοῦτο πάντες, φησὶν, ἀπετυφλώθησαν, καὶ οὐ μόνον τὴν πήρωσιν ἐδέχοντο, ἀλλὰ καὶ τὰ τῆς ἰσχύος αὐτοῖς τοῦ σώματος διελύετο· ἐπειδὴ γὰρ τὸ κυριώτερον μέρος τὴν ψυχὴν ἦσαν διαλελυμένοι, διὰ τοῦτο καὶ τοῦ σώματος τὴν ἰσχὺν παρελύθησαν· καὶ οἱ πρότερον συντρῖψαι τὴν θύραν ἐπιχειροῦντες, καὶ μετὰ πολλῆς ἀπειλῆς τῷ δικαίῳ διαλεγόμενοι, ἀθρόον εἱστήκεισαν παραλελυμένοι, καὶ πρὸ τῶν ὀφθαλμῶν κειμένην τὴν θύραν οὐχ ὁρῶντες. Τότε λοιπὸν ἀνέπνευσεν ὁ δίκαιος, ὁρῶν τίνες ἦσαν οἱ παραγενόμενοι, καὶ ὅτι μεγάλη τις αὐτῶν ἡ δύναμίς ἐστι. Καὶ γὰρ εἶπον, φησὶ, πρὸς αὐτὸν οἱ ἄνδρες· Ἔστι τίς σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει; Ὅρα πῶς τῆς φιλοξενίας ἀμείβονται τὸν δίκαιον, καὶ πῶς αὐτῷ χαρίσασθαι βούλονται τῶν οἰκείων πάντων τὴν σωτηρίαν. Εἴ τίς σοι, φησὶν, ἐν τῇ πόλει, εἴ τινος ἀντέχῃ, εἴ τινα οἶδας ἐκτὸς γεγονότα τῆς τούτων παρανομίας, Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου καὶ ἐκ τῆς γῆς, καὶ πάντας τούς σοι προσήκοντας ἐξάγαγε. Ἀπόλλυμεν γὰρ ἡμεῖς τὸν τόπον τοῦτον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγουσι, διδάσκοντες τὸν δίκαιον ἅπαντα μετὰ ἀκριβείας. Ὅτι ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρῖψαι αὐτούς. Τοῦτο ἦν ὅπερ ἔλεγε τῷ πατριάρχῃ, ὅτι Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με. Ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
