# In Genesim (homiliae 1-67) 5.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΕʹ Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-34

Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ· οὐ μόνον τῶν λυπηρῶν ἐλευθεροῖ τοὺς γενναίως ἀντέχειν πρὸς τοὺς ἐπιόντας πειρασμοὺς σπουδάζοντας, ἀλλὰ καὶ τοσαύτην ἐν αὐτοῖς τοῖς λυπηροῖς παρέχει τὴν εὐφροσύνην, ὡς καὶ λήθην ἡμᾶς ἔχειν παντελῆ, καὶ ἐν πολλῇ γίνεσθαι τῶν ἀγαθῶν περιουσίᾳ. Καὶ ὅρα λοιπὸν τοῦ βασιλέως τὴν πρὸς τὸν δίκαιον θεραπείαν. Οὐ μόνον γὰρ τοῖς τοσούτοις αὐτὸν δώροις τιμᾷ, ἀλλὰ καὶ τὴν ἐξουσίαν αὐτῷ δίδωσι τῆς ἐν τῇ γῇ κατοικήσεως. Ἰδοὺ γὰρ, φησὶν, ἡ γῆ μου ἐναντίον σου ἐστίν· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει. Ἐπειδὴ γὰρ ἔμαθεν, ὅτι δι' ἐκεῖνον καὶ διὰ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέτην λοιπὸν καὶ προστάτην, τὸν ξένον, τὸν ἀλήτην, τὸν οὐδαμόθεν γνώριμον οὕτω θεραπεύειν ἐπείγεται Τῇ δὲ Σάῤῥᾳ, φησὶν, εἶπεν· Ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου. Ὅρα πῶς δεξάμενος τὴν παρὰ τοῦ δικαίου διδασκαλίαν, καὶ πιστεύσας τοῖς παρ' αὐτοῦ εἰρημένοις, καὶ αὐτὸς ἀδελφὸν αὐτῆς αὐτὸν καλεῖ. Ἅπερ δέδωκα, φησὶ, τῷ ἀδελφῷ σου, ἔσται εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευσον. Τί ἐστιν, Εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευσον; Ὑπὲρ ὧν δι' ἄγνοιαν ἐπεχείρησα γαμετήν σε οὖσαν τοῦ δικαίου εἰς τὴν οἰκίαν τὴν ἐμὴν ἀγαγεῖν, ὑπὲρ τούτου μόνου, ἐπειδὴ ὕβρεώς σοι αἴτιος γέγονα, τὰ χίλια δέδωκα δίδραχμα, θεραπεύων τὰ παρ' ἐμοῦ γεγενημένα εἰς σέ. Ἀλλὰ Πάντα ἀλήθευσον. Τί ἐστι, Πάντα ἀλήθευσον; Πάντες, φησὶ, παρὰ σοῦ μανθανέτωσαν, ὅτι οὐδὲν γέγονε παρ' ἐμοῦ παράνομον, ὅτι ἀνέπαφος ἐξῆλθες ἐκ τῆς οἰκίας τῆς ἐμῆς. Δίδαξον, φησὶ, τὸν ἄνδρα τὸν σὸν, ὅτι ἀθῶός εἰμι τῆς ἁμαρτίας· μανθανέτω παρὰ σοῦ, ὡς οὐδὲν εἴργασταί μοι. Τίνος δὲ ἕνεκεν ταῦτά φησιν; Ἵνα μαθὼν παρ' αὐτῆς ὁ δίκαιος καὶ πληροφορηθεὶς τὰς ὑπὲρ αὐτοῦ προσευχὰς ἀνενέγκῃ τῷ Δεσπότῃ. Ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος, ὅτι Πάντα ἀλήθευσον, ἀντὶ τοῦ, Δίδαξόν σου τὸν ἄνδρα τὰ γεγενημένα, εὐθέως ἐπήγαγεν ἡ Γραφή· Καὶ προσηύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συνέκλεισεν ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Ὅρα πῶς διὰ πάντων περιφανέστερον τὸν δίκαιον ποιῆσαι βουλόμενος ὁ Δεσπότης, ταῖς προσευχαῖς τοῦ πατριάρχου τὴν σωτηρίαν τοῦ βασιλέως καὶ πάντων τῶν ἐν τῷ οἴκῳ αὐτοῦ χαρίζεται. Προσηύξατο γὰρ, φησὶν, Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ. Διὰ τοῦτο, καίτοι τῆς ἁμαρτίας ἐκτὸς γενομένου τοῦ βασιλέως, τὴν τιμωρίαν ταύτην αὐτῷ ἐπήγαγεν ὁ ἀγαθὸς Δεσπότης, ἵνα ταῖς προσευχαῖς τοῦ δικαίου ἐπινεύσας, οὕτω τὴν λύσιν ἐπαγάγῃ, καὶ περιφανέστερον καὶ λαμπρότερον τὸν δίκαιον ἀπεργάσηται. Πάντα γὰρ ἀεὶ ποιεῖ καὶ πραγματεύεται, καὶ οὕτως ἕκαστον οἰκονομεῖ, ὥστε τοὺς αὐτῷ δουλεύοντας, καθάπερ φωστῆρας, οὕτω διαλάμπειν, καὶ τὴν τούτων ἀρετὴν πανταχοῦ κατάδηλον γίνεσθαι Καὶ ὅρα μοι λοιπὸν, ἀγαπητὲ, μετὰ τὴν τῶν λυπηρῶν ἀπαλλαγὴν, πῶς πάλιν διαδέχεται τὸν δίκαιον ἡ κορωνὶς τῶν ἀγαθῶν, ἡ τῆς ἐπαγγελίας ὑπόσχεσις, καὶ εἰς ἔργον λοιπὸν ἐξῄει τὰ πάλαι παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα αὐτῷ. Καὶ Κύριος, φησὶν, ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε, καὶ ἐποίησε τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε. Καὶ συλλαβοῦσα ἔτεκε Σάῤῥα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Τί ἐστι, Καθὰ ἐλάλησε, καὶ, Καθὰ εἶπε; Καθάπερ, φησὶν, ὑπέσχετο, ἡνίκα ἐπεξενώθη μετὰ τῶν ἀγγέλων εἰς τὴν δρῦν τὴν Μαμβρῆ, εἰρηκὼς ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ταῦτα τοίνυν εἰς ἔργον ἐξῆλθε, καὶ τὰ τῇ φύσει ἀπηγορευμένα, ταῦτα ἑώρων εἰς ἔργον ἐκβεβηκότα, οὐ κατὰ ἀνθρωπίνην ἀκολουθίαν, ἀλλὰ κατὰ θείαν χάριν. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. Οὐχ ἁπλῶς ἐπεσημήνατο ἡ θεία Γραφὴ τὸ, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα· οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ἀλλὰ προσέθηκεν, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, τοῦτ' ἔστιν ἡ στεῖρα, ἡ ἄγονος, ἡ γεγηρακυῖα. Καὶ περιέτεμεν αὐτὸν, φησὶ, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καθὰ ἐνετείλατο Κύριος. Οὕτω γὰρ ἦν διαταξάμενος, ὥστε τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτέμνεσθαι λοιπὸν τὰ τικτόμενα. Εἶτα ἵνα μάθωμεν λοιπὸν τὴν ἄφατον δύναμιν τοῦ Θεοῦ, ὅτι καὶ τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρ' αὐτῷ δυνατὰ, διὰ τοῦτο καὶ τὸν χρόνον ἡμῖν πάλιν ἐπισημαίνεται ἡ θεία Γραφὴ, καὶ μετὰ τὸν τόκον διδάσκει ἡμᾶς λέγουσα. Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑκατὸν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάῤῥα· Γέλωτά μοι ἐποίησεν ὁ Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Τί ἐστι, Γέλωτά μοι ἐποίησεν ὁ Κύριος; Εὐφροσύνης ὑπόθεσίς μοι ὁ τόκος ἐστίν. Καὶ τί θαυμαστὸν, εἰ ἐμοί; Καὶ πάντας τοὺς ἀκούοντας συνηδομένους ἕξω, οὐκ ἐπειδὴ ἔτεκον, ἀλλ' ἐπειδὴ οὕτως ἔτεκον. Τὸ παράδοξον τοῦ γεγενημένου πάντας εἰς θαῦμα καταστήσει, καὶ πλείονα πᾶσι παρέξει τὴν ἡδονὴν, ὅταν μάθωσιν, ὅτι ἐγὼ ἡ τῶν νεκρῶν οὐδὲν ἄμεινον διακειμένη, ἀθρόον μήτηρ γέγονα, καὶ ἀπὸ κατεψυγμένης μήτρας παιδίον ἔτεκον, καὶ μὴν θηλάζειν δύναμαι, καὶ πηγὰς γάλακτος ἀφιέναι ἡ μηδεμίαν ἐλπίδα λοιπὸν τεκνογονίας ἔχουσα. Καὶ εἶπε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει τὸ παιδίον Σάῤῥα; Διὰ γὰρ τοῦτο καὶ τοῦ γάλακτος αἱ πηγαὶ παρεσχέθησαν, ἵνα τὸν τόκον πιστώσωνται, καὶ μή τις ὑπόβλητον εἶναι νομίσῃ τὸ παιδίον· αἱ γὰρ πηγαὶ τοῦ γάλακτος πᾶσιν ἐκήρυττον παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν εἶναι τὸ γεγενημένον. Τίς ἀναγγελεῖ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; ὅτι ἐγὼ ἡ γεγηρακυῖα τεκεῖν ἠδυνήθην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ παιδίον τρέφειν δύναμαι; Καὶ ηὐξήθη, φησὶ, τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη. Καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ὁ υἱὸς αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
