# In Genesim (homiliae 1-67) 5.1-35

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Μϛʹ Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-35

Τοιοῦτον γὰρ ἡ κακία τοῦ πάθους τούτου· αὐτῷ πρότερον λυμαίνεται τῷ τοῦτο τίκτοντι. Καὶ καθάπερ σκώληξ ὑπὸ τοῦ ξύλου τικτόμενος αὐτὸ πρότερον τὸ ξύλον καταναλίσκει· οὕτω καὶ ὁ φθόνος ἐκείνην πρότερον διαφθείρει τὴν τεκοῦσαν αὐτὸν ψυχὴν, καὶ τὸ ἐναντίον ἢ βούλεται τὸν φθονούμενον διατίθησι. Μὴ γάρ μοι τὰ προοίμια σκόπει ἐπὶ τῶν φθονουμένων, ἀλλὰ πρὸς τὸ τέλος ἀφόρα, καὶ ἐννόει ὅτι αὐτὴ ἡ κακία τῶν φθονούντων εἰς μείζονα περιφάνειαν ἄγει τοὺς φθονουμένους. Οἱ μὲν γὰρ καὶ τὸν Θεὸν ἐφέλκονται εἰς συμμαχίαν, καὶ τῆς ἄνωθεν ἀπολαύουσι ῥοπῆς· ὁ δὲ ταύτης ἔρημος, πᾶσιν εὐεπιχείρητος γίνεται, καὶ πρὸ τῶν ἔξωθεν πολεμίων ὑπ' αὐτοῦ τοῦ πάθους πολιορκούμενος μονονουχὶ καταναλίσκεται, καὶ ὥσπερ ἀδήλοις γνάθοις κατεσθιόμενος, οὕτω δαπανώμενος, ὑποβρύχιος, ὡς εἰπεῖν, γίνεται. Ὅπερ εἰδότες φεύγωμεν, παρακαλῶ, τὴν λύμην τοῦ πάθους, καὶ πάσῃ δυνάμει ἐξορίζωμεν τοῦτο τῆς ἑαυτῶν ψυχῆς. Πάντων γὰρ τῶν παθῶν τοῦτο ὀλεθριώτερον, καὶ αὐτῇ ἡμῶν τῇ σωτηρίᾳ λυμαινόμενον· τοῦ γὰρ πονηροῦ διαβόλου ἐστὶν εὕρημα. Δι' ὃ καί τις σοφὸς ἔλεγε· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Τί ἐστι· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον; Ἐπειδὴ γὰρ εἶδε τὸ πονηρὸν τοῦτο θηρίον ἀθάνατον γενόμενον τὸν πρωτόπλαστον, διὰ τῆς οἰκείας πονηρίας εἰς τὴν τῆς ἐντολῆς παρακοὴν αὐτὸν ἤγαγε, καὶ δι' ἐκείνης τοῦ θανάτου τὴν τιμωρίαν παρεσκεύασεν αὐτὸν ἐπισπάσασθαι. Ὁ φθόνος τοίνυν τὴν ἀπάτην εἰργάσατο, ἡ ἀπάτη τὴν παρακοὴν, ἡ παρακοὴ τὸν θάνατον. Διὰ τοῦτό φησι· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες πόση τοῦ πάθους ἡ λύμη; Τὸν ἀθανασίᾳ τιμηθέντα θανάτῳ ὑποκεῖσθαι πεποίηκεν. Ἀλλ' ὁ μὲν ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας, τὸν οἰκεῖον φθόνον κινήσας, ὄντα ἀθάνατον τὸν πρωτόπλαστον θανάτῳ καταδικασθῆναι πεποίηκεν· ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος Δεσπότης διὰ τοῦ θανάτου τοῦ οἰκείου πάλιν τὴν ἀθανασίαν ἡμῖν ἐχαρίσατο, καὶ μείζονα ὧν ἀπωλέσαμεν εὕραμεν. Παραδείσου ἐκεῖνος ἐξήγαγε, καὶ εἰς τὸν οὐρανὸν οὗτος ἀνήγαγε· θανάτῳ καταδικασθῆναι ἐκεῖνος πεποίηκε, καὶ τὴν ἀθανασίαν ἡμῖν οὗτος ἐχαρίσατο· τῆς ἐν παραδείσῳ τρυφῆς ἀπεστέρησεν ἐκεῖνος, καὶ βασιλείαν ἡμῖν οὐρανῶν εὐτρέπισεν οὗτος. Εἶδες τοῦ Δεσπότου σου τὸ εὐμήχανον, καὶ ὅπως τὰ παρὰ τῆς βασκανίας ὅπλα τοῦ διαβόλου κατὰ τῆς ἡμετέρας σωτηρίας γεγενημένα, ἐκεῖνα αὐτὰ περιέτρεψεν εἰς τὴν αὐτοῦ κεφαλήν; Οὐ μόνον γὰρ ἡμᾶς μειζόνων ἠξίωσεν, ἀλλὰ καὶ ἐκεῖνον ἡμῖν ὑποχείριον ἔδωκεν, εἰπών· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι καὶ τὸν φθόνον τῆς ἑαυτῶν ψυχῆς ἐξορίζωμεν, καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ ἐπισπώμεθα. Τοῦτο γὰρ ἡμῶν τὸ ὅπλον τὸ ἀκαταγώνιστον· τοῦτο ἡμῶν ἡ μεγίστη περιουσία. Διὰ τοῦτο καὶ ὁ Ἰσμαὴλ, καίτοι νέος καὶ ἐν ἐρημίᾳ ὢν καὶ πολλῇ ἀπορίᾳ, ἀθρόον ηὐξήθη, καὶ εἰς ἔθνος μέγα ἐπέδωκεν· ἐπειδὴ Ὁ Θεὸς ἦν, φησὶ, μετὰ τοῦ παιδίου. Ἐντεῦθεν γὰρ ἡμῖν ὁ λόγος ἅπας ἐξεκυλίσθη. Ὑπερίδωμεν οὖν, παρακαλῶ, τῶν παρόντων, ποθήσωμεν τὰ μέλλοντα, τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ πάντων προτιμῶμεν, καὶ διὰ τῆς ἀρίστης πολιτείας ἑαυτοῖς πολλὴν προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσαι δυνηθῶμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
