# In Genesim (homiliae 1-67) 5.1-36

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΗʹ Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-36

Ὅρα πῶς καὶ ἔτι τῆς πλάνης ἐχόμενοι περὶ τὴν φιλοξενίαν ἦσαν πολλὴν τὴν σπουδὴν ἐπιδεικνύμενοι. Καὶ ἔδωκε νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ' αὐτοῦ. Καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. Ἀλλ' ἐνταῦθα σκόπει μοι τοῦ οἰκέτου τὴν πολλὴν σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. Ὑμεῖς μὲν, φησὶν, ἐπεδείξασθε τὰ παρ' ἑαυτῶν· ἐγὼ δὲ οὐ πρότερον τῆς ἐμῆς ἀναπαύσεως λόγον τινὰ ποιήσομαι, μέχρις ἂν τὴν αἰτίαν ὑμᾶς διδάξω, δι' ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην, ἵνα πάντα μαθόντες οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην. Καὶ ἀρξάμενος διηγεῖσθαί φησι· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, καὶ χρυσίον καὶ ἀργύριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ καμήλους καὶ ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδωκεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ. Ὅρα πῶς μετὰ ἀκριβείας ἅπαντα αὐτοῖς διηγεῖται. Ἐκείνου εἰμὶ παῖς, φησὶν, Ἀβραὰμ, ὃν ἴστε· μανθάνετε τοίνυν ὅτι τοσαύτης εὐλογίας ἀπήλαυσε παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου, ὡς ἐν πλούτῳ γενέσθαι αὐτὸν πολλῷ. Εἶτα διδάσκων καὶ τοῦ πλούτου τὴν περιουσίαν, φησὶ, Πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους αὐτῷ γεγενῆσθαι. Ἀκούετε, οἱ πλούσιοι, οἱ πλέθρα γῆς τόσα καὶ τόσα καθ' ἑκάστην ἡμέραν ὠνούμενοι, καὶ λουτρὰ καὶ περιπάτους καὶ οἰκοδομὰς λαμπρὰς οἰκοδομούμενοι, ὁρᾶτε ἐν τίσιν ἦν τοῦ δικαίου ἡ περιουσία. Οὐδαμοῦ ἀγρὸς, οὐδαμοῦ οἰκοδομαὶ, καὶ ἡ περιττὴ πολυτέλεια· ἀλλὰ πρόβατα καὶ μόσχοι καὶ κάμηλοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι. Καὶ ἵνα μάθῃς τῶν οἰκετῶν τὸ πλῆθος πόθεν αὐτῷ ἐγεγόνει, ἐπήγαγεν ἑτέρωθι, ὅτι οἰκογονεῖς ἅπαντες ἦσαν. Οὗτος οὖν ὁ δεσπότης ὁ ἐμὸς ἐν τοσαύτῃ περιουσίᾳ γεγονὼς, καὶ πολλῆς ἀπολαύσας τῆς ἄνωθεν ῥοπῆς, ἡνίκα εἰς γῆρας ἤλασεν, ἡ Σάῤῥα υἱὸν ἔτεκεν αὐτῷ· τοῦτον ἔχων τὸν μονογενῆ, πάντων αὐτὸν κληρονόμον ἤδη κατέστησε· Πάντα γὰρ ἔδωκεν αὐτῷ, ὅσα ἦν αὐτῷ. Εἶτα ἐπειδὴ διηγήσατο τοῦ δεσπότου τὴν περιφάνειαν, τοῦ Ἰσαὰκ τὸν τόκον, λέγει λοιπὸν τὰς ἐντολὰς, ἃς λαβὼν παρὰ τοῦ δεσπότου αὐτοῦ εἰς τὴν Χαῤῥὰν παραγέγονε. Καὶ ὥρκωσέ με, φησὶν, ὁ κύριός μου, λέγων· Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ, ἀλλ' ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο, ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυρίου μου, εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευθῆναι μετ' ἐμοῦ. Καὶ εἶπέ μοι· Κύριος ὁ Θεὸς, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ τῷ υἱῷ μου γυναῖκα ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ἐὰν μὴ πείθηται ἡ γυνὴ τοῦ μὴ πορευθῆναι μετὰ σοῦ ἐνταῦθα, Τότε ἀθῶος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου. Ὁ μὲν οὖν δεσπότης, φησὶ, ταῦτα ἐντειλάμενος, καὶ ταύταις με ταῖς προσευχαῖς ἐφοδιάσας, οὕτως ἐξέπεμψεν ἐγὼ δὲ θαῤῥήσας ταῖς ἐκείνου προσευχαῖς, ἡνίκα παρεγενόμην ἐπὶ τὴν πηγὴν, ταῦτα τὰ ῥήματα ἐφθεγξάμην, καὶ εἶπον· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδὸν, ἣν ἐγὼ πορεύομαι· ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου, καὶ εἴπῃ μοι· Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνὴ, ἣν ἡτοίμασας τῷ θεράποντί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ταῦτα μὲν ἐγὼ, φησὶ, κατ' ἐμαυτὸν εὐχόμενος τὸν Θεὸν καθικέτευσα· οὔπω δὲ τέλος εἰλήφει τὰ παρ' ἐμοῦ ῥηθέντα, καὶ παραχρῆμα εἰς ἔργον ἐξῄει, καὶ τὰ ῥήματα πράγματα ἐγίνετο. Πρὸ τοῦ γὰρ συντελέσαι με λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο τὴν ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων αὐτῆς. Εἶπον δὲ αὐτῇ, Πότισόν με, καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν αὐτῆς, καὶ εἶπέ μοι, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ. Καὶ θεασάμενος λοιπὸν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην πρόνοιαν, ἐπηρώτων τίνος εἴη θυγάτηρ· καὶ μαθὼν, ἐξ ὧν εἶπεν, ὅτι οὐ πρὸς ξένους ἀφικόμην, ἀλλ' εἰς τὴν οἰκίαν Ναχὼρ τοῦ ἀδελφοῦ τοῦ κυρίου μου, θαρσήσας, Περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλλια, καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα τὸν Θεὸν τοῦ κυρίου μου Ἀβραὰμ, ὅτι εὐώδωσέ με λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ οὕτως ἐναργῶς ᾠκονομήθη· αἱ γὰρ προσευχαὶ ἐληλύθασιν αἱ γενόμεναι παρὰ τοῦ δεσπότου μου. Ὑμεῖς δὲ λοιπὸν, εἰ τὰ παρ' ἑαυτῶν ἐπιδείκνυσθε, ποιεῖτε ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ δὲ μὴ, ἀπαγγείλατέ μοι. Ἤδη μοι, φησὶ, γνωρίσατε, ἵνα εἰδέναι ἔχω, ὅ τι δέοι με διαπράξασθαι. Εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι, καὶ Ἐπιστρέψω ἣ εἰς δεξιὰ ἢ εἰς ἀριστερά. Εἶτα ἐπειδὴ ὁ Θεὸς ἦν ὁ τὰ πάντα ἐξευμαρίζων διὰ τὰς τοῦ πατριάρχου προσευχὰς, φησὶ πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης καὶ ὁ ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ δυνησόμεθα ἀντειπεῖν κακὸν, ἢ καλόν. Ἡ διήγησίς σου, φησὶ, δείκνυσιν ὅλον τῆς τοῦ Θεοῦ οἰκονομίας γεγενημένον. Μὴ τοίνυν νομίσῃς ἡμᾶς ἐναντιοῦσθαι τοῖς τῷ Θεῷ δόξασιν· οὐδὲ γὰρ οἷόν τε τοῦτο παρ' ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· Λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
