# In Genesim (homiliae 1-67) 5.1-37

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΓʹ Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-37

Ἀλλὰ μηδεὶς ἀκούων ταῦτα ξενιζέσθω, ὁρῶν μετὰ ταῦτα τὸν ἀδελφὸν ἀλήτην γενόμενον διὰ τὸν παρὰ τούτου φόβον, καὶ εἰς τὴν ἀλλοτρίαν ἐπειγόμενον, μηδὲ τοῖς προοιμίοις προσέχων, νομιζέτω διαπίπτειν τὴν πρόῤῥησιν. Ὅταν γὰρ ὁ Δεσπότης τι ὑπόσχηται, κἂν ἐναντία τῶν ὑποσχέσεων ἴδωμεν ἐν τοῖς προοιμίοις ἐκβαίνοντα, μὴ θορυβώμεθα· οὐ γὰρ οἷόν τέ ποτε μέχρι τέλους διαμαρτεῖν. Τοῦτο δὲ γίνεται, ἵνα λαμπρότεροι διὰ πάντων οἱ δίκαιοι δεικνύμενοι, τὴν περιουσίαν τῆς τοῦ Θεοῦ δυνάμεως κατάδηλον ἡμῖν ἅπασι γενέσθαι παρασκευάσωσι. Καὶ ἐφ' ἑκάστου τῶν δικαίων τοῦτο εὑρήσεις, εἰ βουληθείης ἁπάσας μετὰ ἀκριβείας κατιδεῖν τὰς ἱστορίας, ὃ δὴ καὶ νῦν γεγένηται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι νῦν εὐθέως φυγὰς ἐγίνετο, ἀλλὰ τὴν μετὰ ταῦτα περιφάνειαν λογίζου, καὶ ὅτι τοῦ χρόνου παραδραμόντος αὐτὸς οὗτος ὁ φοβερὸς αὐτῷ γεγονὼς τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυται τὴν αἰδὼ, καὶ ὅτι εἰς τοσαύτην ἦλθε δόξαν μετὰ τὴν ἐπὶ τῆς ξένης ταλαιπωρίαν, ὡς καὶ τοὺς ἐξ αὐτοῦ τεχθέντας εἰς ἄπειρον πλῆθος ἐκταθῆναι, καὶ διὰ τῆς τούτου προσηγορίας ἅπαν τὸ ἔθνος χαρακτηρίζεσθαι. Νυνὶ δὲ διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ ἀδελφοῦ τὸν θυμὸν, καὶ ὅτι πρὸς φόνον ἀπέβλεπε, φησί· Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ ἵνα μάθωμεν, ὅτι οὐχ ἁπλῶς ὀργὴ ἦν πρόσκαιρος τοῦτο, διὰ τῆς λέξεως ἐσήμανεν ἡμῖν τῆς κακίας αὐτοῦ τὴν ὑπερβολήν. Ἐνεκότει γὰρ, φησὶν, ἀντὶ τοῦ, ἐνέκειτο, ἐπέμενεν, ὡς καὶ διὰ τῶν ῥημάτων τὴν ἐν τῷ βάθει κρυπτομένην γνώμην φανερὰν καταστῆσαι. Εἶπε γὰρ, φησὶν, ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου. Ὄντως ἄρα καὶ τῶν μαινομένων αὐτῶν οὐκ ἔλαττον ὁ θυμούμενος παραπαίει. Σκόπει γὰρ, ὅπως καθάπερ τοὺς μαινομένους ὁ δαίμων ἐκεῖνος ἐπεισελθὼν ἔκφρονας ἐργάζεται, καὶ ἐναντία τοῖς ὁρωμένοις διαπράττεσθαι ἀναπείθει. Οὐ γὰρ ὁρῶσιν ὑγιῶς, οὔτε ἕτερόν τι διαπράττονται τῶν χρησίμων, ἀλλὰ καθάπερ τὰς αἰσθήσεις πεπηρωμένοι, καὶ τὸ διακριτικὸν διαφθείραντες, οὕτως ἅπαντα ἐργάζονται. Οὕτω καὶ οἱ θυμούμενοι, οὐ τοὺς παρόντας ἐπιγινώσκουσιν, οὐ συγγενείας μέμνηνται, οὐ φιλίας, οὐ συνηθείας, οὐκ ἀξιώματος, οὐκ ἄλλου τινὸς ἔννοιαν λαμβάνουσιν, ἀλλ' ὅλοι ὑπὸ τοῦ θυμοῦ τυραννούμενοι κατὰ κρημνῶν φέρονται. Τί οὖν ἂν εἴη τῶν τοιούτων ἐλεεινότερον, ὅταν ἁλόντες ὑπὸ τοῦ πάθους, καὶ αἰχμάλωτοι γενόμενοι, καὶ πρὸς φόνον ἐπείγονται; Διὰ τοῦτο ὁ μακάριος Παῦλος τὴν ῥίζαν ἀποσπάσαι βουλόμενος τοῦ κακοῦ, γράφων παρῄνει, οὕτω λέγων, Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Οὐ μόνον, φησὶ, θυμοῦσθαι ὑμᾶς οὐ βούλομαι, οὐδὲ μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ μετὰ κραυγῆς τοῖς πλησίον διαλέγεσθαι, κραυγὴν ἐνταῦθα λέγων, τὴν ὑπὸ τοῦ θυμοῦ γινομένην. Ὅταν γὰρ τὸ πάθος ἔνδοθεν διεγείρηται, καὶ ἡ καρδία οἰδαίνῃ, οὐκ ἔτι λοιπὸν ἡ γλῶσσα ἠρέμα φθέγγεσθαι ἀνέχεται, ἀλλὰ τὴν διάθεσιν τῆς καρδίας ἐμφαίνουσα, μετὰ κραυγῆς τῷ πλησίον διαλέγεσθαι παρασκευάζει. Βουλόμενος οὖν ἐν γαλήνῃ διάγειν διηνεκεῖ τοὺς αὐτῷ πειθομένους ὁ μακάριος οὗτος, εἰπὼν, Πᾶσα ὀργὴ, ἔδειξε τί ἐστι Πᾶσα ὀργὴ, ἡ ἀφ' οἵου δή ποτε πράγματος κινουμένη καὶ πᾶς θυμὸς καὶ πᾶσα κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν· εἶτα αὐτὴν τὴν ῥίζαν τῆς κακίας ξηρᾶναι βουλόμενος καὶ ἄκαρπον ἐργάσασθαι, φησὶ, Σὺν πάσῃ κακίᾳ. Ὁ γὰρ οὕτω διακείμενος διηνεκῶς ἐν λιμένι κάθηται, τῶν ἀπὸ τῆς γῆς κυμάτων ἀπηλλαγμένος, καὶ οὔτε χειμῶνα δέδοικεν, οὔτε ναυάγιον, ἀλλὰ καθάπερ ἐν γαλήνῃ πλέων ἢ ἐν εὐδίῳ λιμένι καθήμενος, οὕτως ἕλκει τὸν παρόντα βίον πάσης ταραχῆς ἐκτὸς ὢν, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τῶν ἀθανάτων καὶ ἀποῤῥήτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτῷ διὰ πάντων προξενεῖ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
